Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

3. Πάλιν δὴ μετὰ ταῦτα ἰλιγγιᾷν μοι ἐπέρχεται [*](96) σκοτοδινιῶντι, μὴ ἄρα πειθαρχῶν σοι οὐκ ἐπειθάρχησα θεῷ οὐδὲ τοὺς ἁγίους ἐμιμησάμην. εἰ μὴ σφάλλομαι τοίνυν ἐμαυτῷ συναγορεύων, διὰ τὸ πάνυ σε φιλεῖν καὶ ἐν μηδενὶ ἐθέλειν λυπεῖν, τοιαύτας εὑρίσκω εἰς ταῦτα ἀπολογίας. πρὸ πάντων παρεθέμεθα τὸ ἐκ τοῦ Ἐκκλησιαστοῦ [*](Eccl xii 12) λέγοντος · Υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά. τούτῳ ἀντιπαραβάλλω ἐκ τῶν Παροιμιῶν τοῦ [*](Prov x 19) αὐτοῦ Σολομῶντος ῥητὸν, ὅς φησιν· Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ. καὶ ζητῶ εἰ τὸ ὁποῖά ποτʼ οὖν λέγειν πολλὰ πολυλογεῖν ἐστὶν, κἄν ἄγιά τις καὶ σωτήρια λέγῃ πολλά. εἰ γὰρ τοῦθʼ οὕτως ἔχει καὶ πολυλογεῖ ὁ πολλὰ διεξιὼν ὠφέλιμα, [*](1 Reg iv 32 f.) αὐτὸς ὁ Σολομῶν οὐκ ἐκπέφευγε τὴν ἁμαρτίαν, λαλήσας τρεῖς χιλιάδας παραβολῶν, καὶ ᾠδὰς πεντακισχιλίας, καὶ ὑπὲρ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου· ἔτι δὲ καὶ περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων. πῶς γὰρ δύναται διδασκαλία ἀνύειν τι χωρὶς τῆς ἁπλούστερον νοουμένης πολυλογίας, καὶ αὑτῆς τῆς σοφίας φασκούσης τοῖς ἀπολλυμένοις· [*](Prov iv 24.) Ἐξέτεινον λόγους, καὶ οὐ προσείχετε; ὁ δὲ Παῦλος φαίνεται [*](Act xx 7 f.) διατελῶν ἔωθεν μέχρι μεσονυκτίου ἐν τῷ διδάσκειν, ὅτε καὶ Εὔτυχος καταφερόμενος ὕπνῳ βαθεῖ καταπεσὼν ἐτάραξε τοὺς ἀκούοντας ώς τεθνηκώς.

4. Ε τοίνυν ἀληθὲς τό· Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ [*](3. Εus. H. Ε. vi. 25 praebet nonnulla hic omissa 5 δὴ] δὲ Α; δὲ ἢ D ἰλιγγιᾶν] εἰλιγγιᾶν B 13 ἐκ πολυλ.οὐκ] οὐκ ἐκ πολυλ. B 15 πολυλογεῖν] πολὺ λέγειν B 20 ὑπὲρ] περὶ AD 28 καταπεσὼν] πεσὼν AD)

45
[*](ΑBD) ἁμαρτίαν· ἀληθὲς δὲ καὶ τὸ μὴ τμαρτηκέναι πολλὰ περὶ τῶν προειρημένων τὸν Σολομῶντα ἀπαγγείλαντα, μηδὲ τὸν Παῦλον παρατείναντα μέχρι μεσονυκτίου, ζητητέον τίς ἡ πολυλογία, κἀκεῖθεν μεταβατέον ἐπὶ τὸ ἰδεῖν τίνα τὰ πολλὰ βιβλία. ὁ πᾶς δὴ λόγος τοῦ θεοῦ, λόγος ὁ ἐν [*](Jn i 1) ἀρχῇ πρὸς τὸν θεὸν, οὐ πολυλογία ἐστὶν, οὐ γὰρ λόγοι· [*](97)λόγος γὰρ εἶς συνεστὼς ἐκ πλειόνων θεωρημάτων, ὥν ἕκαστον θεώρημα μέρος ἐστὶ τοῦ ὅλου λόγου οἱ δὲ ἔξω τούτου ἐπαγγελλόμενοι περιέχειν διέξοδον καὶ ἀπαγγελίαν ὅποίαν δήποτε, εἰ καὶ ὡς περὶ ἀληθείας εἰσὶ λόγοι, καὶ παραδοξότερόν γε ἐρῶ, οὐδεὶς αὐτῶν λόγος, ἀλλʼ ἕκαστοι λόγοι. οὐδαμοῦ γὰρ ἡ μονὰς, καὶ οὐδαμοῦ τὸ σύμφωνον καὶ ἕν, ἀλλὰ παρὰ τὸ διεσπᾶσθαι καὶ μάχεσθαι τὸ ἕν ἀπʼ ἐκείνων ἀπώλετο, καὶ γεγόνασιν ἀριθμοὶ, καὶ τάχα ἀριθμοὶ ἄπειροι· ὥστε κατὰ τοῦτʼ ἄν ἡμᾶς εἰπεῖν, ὅτι ὁ φθεγγόμενος ὅ δήποτε τῆς θεοσεβείας ἀλλότριον πολυλογεῖ, ὁ δὲ λέγων τὰ τῆς ἀληθείας, κἄν εἴπῃ τὰ πάντα ὡς μηδὲν παραλιπεῖν, ἔνα ἀεὶ λέγει λόγον, καὶ οὐ πολυλογοῦσιν οἱ ἅγιοι τοῦ σκοποῦ τοῦ κατά τὸν ἔνα ἐχόμενοι λόγον. εἰ τοίνυν ἡ πολυλογία ἐκ τῶν δογμάτων κρίνεται καὶ οὐκ ἐκ τῆς τῶν πολλῶν λέξεων ἀπαγγελίας, ὅρα εἰ οὕτω δυνάμεθα ἕν βιβλίον τὰ πάντα ἄγια εἰπεῖν, πολλὰ δὲ τά ἔξω τούτων.