Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

2. Ἅτε δὲ οὐκ ἀσυναίσθητοι τυγχάνοντες οἱ ἀπόστολοι τῶν ἐν οἱς προσκόπτουσι, καὶ περὶ ἅ οὐκ ἠσχόληνται, φασὶν ἰδιῶται εἶναι τῷ λόγῳ, ἀλλʼ οὐ τῇ γνώσει νομιστέον [*](2 Co .xi 6) γὰρ αὐτὸ οὐχ ὑπὸ Παύλου μόνον ἀλλὰ καὶ ὑπὸ τῶν λοιπῶν ἀποστόλων λέγεσθαι ἄν. ἡμεῖς δὲ καὶ τό· Ἕχομεν [*](2 C0 iv 7) δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἴνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ἦ τοῦ θεοῦ καὶ μὴ ἐξ ἠμῶν· ἐξειλήφαμεν ὡς θησαυροῦ μὲν λεγομένου τοῦ ἀλλαχόσε θησαυροῦ τῆς γνώσεως καὶ σοφίας τῆς ἀποκρύφου, ὀστρακίνων [*](Col ii 3) δὲ σκευῶν τῆς εὐτελοῦς καὶ εὐκαταφρονήτου παρʼ Ἕλλησι λέξεως τῶν γραφῶν ἀληθῶς ὑπερβολῆς δυνάμεως [*](2 διδάγματα] παιδεύματα B 6 Ru. IV. 93 14 πειθοῖς] πειθοῖ D cf. p. 71 1. 30, p. 103 l. 26. 20 φασὶν] φαῖεν B)

42
τοῦ θεοῦ ἐμφαινομένης· ὅτι ἴσχυσε τὰ τῆς ἀληθείας [*](ABD) μυστήρια καὶ ἥ δύναμις τῶν λεγομένων οὐκ ἐμποδιζομένη ὑπὸ τῆς εὐτελοῦς φράσεως φθάσαι ἕως περάτων γῆς, καὶ [*](1 C0 i 26 f.) ὑπαγαγεῖν τῷ Χριστοῦ λόγῳ οὐ μόνον τὰ μωρὰ τοῦ κόσμου, ἀλλʼ ἔστιν ὅτε καὶ τὰ σοφὰ αὑτοῦ. βλέπομεν γὰρ τὴν κλῆσιν, οὐχ ὅτι οὐδεὶς σοφὸς κατὰ σάρκα, ἀλλʼ ὅτι οὐ [*](Ro i 14) πολλοὶ σοφοὶ κατὰ σάρκα. ἀλλὰ καὶ ὀφειλέτης ἐστὶ Παῦλος καταγγέλλων τὸ εὐαγγέλιον οὐ μόνον βαρβάροις παραδιδόναι τὸν λόγον ἀλλὰ καὶ Ἕλλησι, καὶ οὐ μόνον ἀνοήτοις τοῖς εὐχερέστερον συγκατατιθεμένοις ἀλλά καὶ [*](2 Co iii 6) σοφοῖς· ἱκάνωτο γὰρ ὑπὸ θεοῦ διάκονος εἶναι τῆς καινῆς [*](1 Co ii 4 f.) διαθήκης, χρώμενος ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἴνα τῶν πιστευόντων συγκατάθεσις μὴ ἦ ἐν σοφίᾳ ἀνθρώπων ἀλλʼ ἐν δυνάμει θεοῦ. ἴσως γὰρ εἰ κάλλος καὶ [*](94) περιβολὴν φράσεως, ὡς τὰ παρʼ Ἕλλησι θαυμαζόμενα, εἶχεν ἡ γραφὴ, ὑπενόησεν ἄν τις οὐ τὴν ἀλήθειαν κεκρατηκέναι τῶν ἀνθρώπων, ἀλλὰ τὴν ἐμφαινομένην ἀκολουθίαν καὶ τὸ τῆς φράσεως κάλλος ἐψυχαγωγηκέναι τοὺς ἀκροωμένους, καὶ ἠπατηκὸς αὐτοὺς προσειληφέναι.