Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

1. Πολλάκις ἐν τῇ ξόδῳ κείμενον τό· Ἐσκλήρυνε [*](Εx vii 3) κύριος τὴν καρδίαν Φαραώ· καί· Ἐγώ σκληρυνῶ τὴν καρδίαν Φαραώ· σχεδὸν πάντας τοὺς ἐντυγχάνοντας ταράσσει, τούς τε ἀπιστοῦντας αὐτῇ καὶ τοὺς πιστεύειν λέγοντας. τοῖς μὲν γὰρ ἀπιστοῦσι μετʼ ἄλλων πολλῶν καὶ τοῦτο σἴτιον ἀπιστίας εἶναι δοκεῖ, ὅτι λέγεται περὶ θεοῦ τὰ ἀνάξια θεοῦ· ἀνάξιον δὲ θεοῦ τὸ ἐνεργεῖν σκλήρυνσιν περὶ καρδίαν οὑτινοσοῦν, καὶ ἐνεργεῖν σκλήρυνσιν ἐπὶ τῷ ἀπειθῆσαι τῷ βουλήματι τοῦ σκληρύνοντος τὸν σκληρυνόμενον· καὶ πῶς, φασὶν, οὐκ ἄτοπον τὸν θεοῦ ἐνεργεῖν τινὰ ἐπὶ τῷ ἀπειθεῖν αὐτοῦ τῷ βουλήματι; δῆλον γὰρ ὅτι μὴ βουλομένου πειθόμενον ἔχειν οἶς προστάσσει τόν Φαραώ. τοῖς δὲ πιστεύειν νομιζομένοις διαφωνία οὐχ ἡ τυχοῦσα γεγένηται διὰ τό· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραω. οἱ μὲν γὰρ πειθόμενοι μὰ ἄλλον εἶναι θεὸν παρά τὸν δημιουργόν [*](cf. Rο ix 18) φρονοῦσιν ὡς ἄρα κατὰ ἀποκλήρωσιν ὁ θεὸς ὅν θέλει ἐλεεῖ, ὅν δὲ θέλει σκληρύνει, αἰτίαν οὐκ ἑχοντος τοῦ τόνδε μὲν ἐλεεῖσθαι τόνδε δὲ σκληρύνεσθαι ὑπʼ αὐτοῦ. ἕτεροι δὲ βέλτιον παρὰ τούτους φερόμενοί φασι πολλὰ καὶ ἄλλα κεκρύφθαι τῆς γραφής αὐτοῖς νοήματα, καὶ οὐ παρά τοῦτο [*](112) τῆς ὑγιοῦς πίστεως τρέπεσθαι · ἕν δὲ τῶν ἀποκεκρυμμένων εἶναι καὶ τὸν περὶ ταύτης τῆς γραφῆς ὑγιῆ λόγον. [*](1 εἰ] ἴτι εἰς G 4 Ru. 11. 111 5, 6 καὶ- φαραώ] BG ; om. AC 7 λέγοντας] μέλλοντας B 9 περὶ] CG; παρὰ AB 10 σκλήρυνσιν περὶ] σκληρύνειν B 11 σκληρύνειν B τῶ] τὸ B 13 φησὶν ACC 15 φαραώ] ταῦτα δοκεῖ λέγεσθαι τὰ ῥήματα G 26 φάσκοντες post δημιουργὸν B)

243
[*](ABC) μὲν αὐτὸν εἶναι θέλουσι καὶ οὐκ ἀγαθόν, σφόδρα ἰδιωτικῶς ἄμα καὶ ἀσεβῶς ἐνεχθέντες ἐν τῷ χωρίζειν δικαιοσύνην ἀγαθότητος, καὶ οἶεσθαι ὅτι οἶόν τέ ἐστι δικαιοσύνην εἶναι ἔν τινι χωρὶς ἀγαθότητος καὶ ἀγαθότητα δίχα δικαιοσύνης· ὅμως δὲ καὶ τοῦτο λέγοντες ἐναντία τῇ ἰδία ὑπολήφει περὶ δικαίου προσίενται θεοῦ σκληρύνειν τήν καρδίαν Φαραὼ καὶ ἀπειθῆ αὐτήν κατασκευάζειν ἑαυτῷ. εἰ γάρ ὀ τὸ κατʼ ἀξίαν ἑκάστῳ ἀπονέμων δίκαιος καὶ ἀπό τῆς ἑαυτῶν αἰτίας κρείττοσιν ἢ χείροσι γεγενημένοις ἀποδιδοὺς ὦν ἐπιτήδειον ἕκαστον τυγχάνειν ἐπίσταται, πῶς δίκαιος ὀ ἁμαρτίας χείρονος αἶτιος γενόμενος τῷ Φαραώ; καὶ οὐχ ἀπλῶς αἶτιος, ἀλλʼ ὅσον ἐφʼ οἶς ἐκεῖνοι ἐξεδέξαντο συνεργήσας εἰς τὸ γενέσθαι αὐτὸν ἀδικώτατον. ἐπʼ οὐδὲν γάρ ἀναφέροιτες ἄξιον προαιρέσεως δικαίου θεοῦ τὴν σκλήρυνσιν τῆς καρδίας Φαραώ, οὐκ οἶδʼ ὅπως δίκαιον θεὸν, κἄν καθʼ ἅ διηγεῖσθαι βούλωνται, παραστῆσαι δύνανται τὸν σκληρύνοντα τὴν καρδίαν Φαραώ. ὅθεν θλιπτέον αὐτοὺς ἐν τοῖς κατὰ τὸν προκείμενον τόπον, ὅπως ἤτοι παραστήσωσι πῶς δίκαιος σκληρύνει, ἢ τολμήσωσιν εἰπεῖν ὅτι ἐπεὶ σκληρύνει πονηρὸς ὁ δημιουργός· ἥ μήτε εὐποροῦντες ἀποδείξεων πρὸς τὸ τὸν δίκαιον σκληρυντικόν εἶναί τινος, μήτε τολμῶντες τὸ ἐπὶ τοσοῦτον ἀσεβὲς προέσθαι περὶ τοῦ κτίσαντος ὠς περὶ πονηροῦ, καταφύγωσιν ἐπὶ ἑτέραν ὀδὸν ἐξηγητικήν τοὺ· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ· ἀποστάντες [*](Ex x 27) τοῦ, ἐκ τοῦ νομίζειν τὰ κατὰ τὰς λέξεις νοεῖν, τὰς ἰδίας ἀναιρεῖν περὶ δικαίου θεοῦ νοήσεις. τὸ δὲ τελευταῖον κἄν ἀπορεῖν ὅ τί ποτε ὁ λόγος ὑποβάλλει ὁμολογήσουσιν.

2. Ταῦτα μὲν οὖν ἐσπαράχθω ἐξεταζόμενα περὶ θεοῦ ἐν τῷ προκειμένῳ προβλήματι. ἐπεὶ δὲ εἰς τὸν περὶ φύσεως τόπον οἱ ὑπολαμβάνοντές τινας ἐκ τῆς κατασκευῆς ἐπʼ ἀπωλείᾳ γεγονέναι καὶ ταῦτα φέρουσι, λέγοντες δηλοῦσθαι [*](7 τὸ] τῶ AB 10 ἁμαρτίας] δημιουργὸς B 14 θεοῦ δικαίου B 16 σκληρύνοντα B 23 om. περὶ C om. ἐπὶ B 27 ὑπο- βάλλῃ ΑC 28 om. οὗν Α B 16-2)

244
ὅ διδάσκουσι διὰ τοῦ ἐσκληρύνθαι ὑπὸ κυρίου [*](ABC) τὴν καρδίαν Φαραὼ, φέρε ταῦτα αὐτῶν πυνθανώμεθα· ὁ ἐπʼ [*](113) ἀπωλεία κτισθεὶς οὐκ ἄν ποτε ποιῆσαί τι τῶν κρειττόνων δύναιτο, αὐτῆς τῆς ἐνυπαρχούσης φύσεως ἀντιπραττούσης αὐτῷ πρὸς τὰ καλά· τίς οὖν χρεία τὸν Φαραώ ἀπωλείας, ὥς φατε, υἱὸν τυγχάνοντα σκληρύνεσθαι ὑπὸ τοῦ θεοῦ, ἴνα μὴ ἀποστείλῃ τὸν λαόν; εἰ γάρ μὴ ἐσκληρύνετο, ἀπέστειλεν ἄν. ἀποκρινέσθωσαν δή περὶ τούτου λέγοντες, τί ἂν ἐποίησεν ὁ Φαραὼ, εἰ μὴ ἐσκληρύνθη; εἰ μὲν γάρ ἀπέλυε μὴ σκληρυνθεὶς, οὐχὶ φύσεως ἀπολλυμένης ἥν. εἰ δὲ μή ἀπέλυε, περισσὸν τὸ σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν· ὁμοίως γὰρ οὐκ ἀπέλυε καὶ μὴ σκληρυνθείς. τί δὲ ἐνεργῶν ὁ θεὸς περὶ τὸ τγεμονικὸν αὐτοῦ ἐσκλήρυνεν αὐτόν; [*](cf. Ex iv 23) καὶ πῶς αὐτόν αἰτιᾶται λέγων· Ἀνθʼ ὧν ἀπειθεῖς μοι, ἰδοὺ ἐγώ ἀποκτενῶ τὰ πρωτότοκά σου; ἆρα γὰρ ὀ σκληρύνων σκληρὸν σκληρύνει; σαφὲς δʼ ὅτι τό σκληρὸν οὐ σκληρύνεται, ἀλλʼ ἀπὸ ἁπαλότητος εἰς σκληρότητα μεταβάλλει· ἁπαλότης δὲ καρδίας κατὰ τὴν γραφὴν ἐπαινετὴ, ὡς πολλαχοῦ τετηρήκαμεν. λεγέτωσαν τοιγαροῦν εἰ χρηστός ὁ Φαραὼ τυγχάνων γεγένηται πονηρός· ἀλλὰ καὶ ἤτοι αἰτιόμενος ὁ θεὸς τὸν Φαραώ μάτην αἰτιᾶται ἢ οὐ μάτην· εἰ μὲν οὖν μάτην, πῶς ἔτι σοφός καὶ δίκαιος; εἰ δὲ μὴ μάτην, αἶτιος ἐτύγχανε τῶν ἁμαρτημάτων τῶν κατὰ τὴν ἀπείθειαν ὁ Φαραώ· καὶ εἰ αἴτιος, οὐ φύσεως ἦν ἀπολλυμένης. πευστέον μέντοι γε καὶ τοὺτο, διἀ τὸ καταχρώμενον τόν [*](Rο ix 18 f.) ἀπόστολον τοῖς ἐντεῦθεν ῥητοῖς λέγειν· Ἀρʼ οὗν ὅν θέλει ἐλεεῖ, ὅν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοι, τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; τίς ὁ σκληρύνων καὶ ἐλεῶν; οὐ γάρ δή ἑτέρου τὸ σκληρύνειν καὶ [*](10 ἀπολελυμένης B 15 πρωτότοκά σου] post hoc habent καὶ γνώσονται γὰρ κ.τ.λ. ΑC (non BG); cf. p. 249 f. 4 16 om. σαφὲς δʼ ὅτι τὸ C 17 ἁπαλότητος] post hoc lac. in G usque ad τῶν μετὰ τὰ τ. p. 253 l. 23 σκληρότητα] σκληρὸν B 24 ὁ] τῶ C ἀπολλυμένης] +ἐκεῖνος C 25 πιστευτέον C 29 δὴ] δι' Β* ἕτερον Α)
245
[*](ABC) ἑτέρου τὸ ἐλεεῖν κατὰ τὴν ἀποστολικτν φωνὴν, ἀλλὰ τοῦ αὐτοῦ. ἤτοι οὖν οἱ ἐν Χριστῷ ἐλεούμενοι τοῦ σκληρύνοντός εἰσι τὴν καρδίαν Φαραὼ, καὶ μάτην ἀναπλάσσεται αὐτοῖς ἕτερος θεὸς ἢ ὁ ἀγαθὸς κατʼ αὐτοὺς θεός, οὐκ ἐλεήμων μόνον ἀλλὰ καὶ σκληρύνων· ἢ καὶ οὐκέτʼ ἂν εἴη, ὡς ὑπολαμβάνουσιν, ἀγαθός.

3. Πάντα δὲ ταῦτα ἐπίτηδες ἐπὶ πλεῖον ἐξητάσαμεν πρὸς τοὺς ἀβασανίστως ἑαυτοῖς χαριζομένους τὸ νενοηκέναι καὶ ἐπιβαίνοντας τῇ ἁπλότητι τῶν τμετέρων ἐνιστάμενοι, καὶ δεικνύντες ὅτι οὐτε εἰς ἄ ὑπολαμβάνουσι περὶ θεοῦ, οὗτε εἰς ἅ δογματίζουσι περὶ φύσεων, συμβάλλεται αὐτοῖς ὡς οἶονται ὁ λόγος ὁ κατὰ τὸ ἐνεστηκὸς ἐξεταζόμενος ἀνάγνωσμα. τμεῖς δὲ πολλαχόθεν πειθόμενοι ἀπό τε τῶν ἱερῶν γραφῶν καὶ ἀπὸ τῆς ἐνεργείας τῆς κατὰ τὸ μέγεθος [*](114) καὶ τάξεως τῶν δημιουργημάτων, παρὰ θεοῦ τοῦ κτίσαντος τὰ βλεπόμενα καὶ τὰ μὴ βλεπόμενα, τὰ πρόσκαιρα καὶ τὰ αἰώνια, ὡς ἑνὸς ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντα τῷ πατρὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ἀγαθῷ θεῷ καὶ δικαίῳ καὶ σοφῷ· ἐπὶ τὸν σκοπὸν ἐκεῖνον τὰς γραφὰς ἄγειν ἀγωνιζόμεθα, τοῦ μὲν δεικνύναι πάντα ἀγαθοῦ θεοῦ καὶ δικαίου καὶ σοφοῦ, οὐδὲ κατά τὸ τυχὸν ὑπονοηθέντες ἄν τοῖς γε νοῦν ἔχουσιν ἀποπίπτειν, κατὰ δὲ τὸ ἐφαρμόζειν ἢ μὴ τῇ ἀγαθότητι αὐτοῦ καὶ δικαιοσύνῃ καὶ σοφίᾳ τὰ λεγόμενα, θεοῦ σωτῆρος δεόμενοι.

4. Τοιαῦτα τοίνυν καὶ περὶ τοῦ· σκλήρυνε κύριος [*](Ex x 27) τὴν καρδίαν Φαραώ· ὑπονοοῦμεν. ἰατρός ἐστι φυχῆς ὁ λόγος τοῦ θεοῦ, ὁδοις θεραπείας χρώμενος ποικιλωτάταις καὶ ἁρμοδίαις πρός τοὺς κακῶς ἔχοντας καὶ ἐπικαιροτάταις· τῶν δὲ τῆς θεραπείας ὀδῶν αἱ μέν εἰσιν ἐπὶ πλεῖον αἱ δὲ ἐπʼ ἔλαττον πόνους καὶ βασάνους ἐμποιοῦσαι τοῖς εἰς ἴασιν [*](1 ἑτέρου B; ἕτερον A 2 χριστῷ] θ C 5 om. ἡ ΑC 11 φύσεως AC 13 om. ἀνάγνωσμα C πειθόμενοι] post hoc habent καὶ πόνον κ.τ.λ.AC; cf. p. 250 l. 15 παρὰ] παρα- δεχόμεθα A 18 om. θεῶ C 25 κύριος] +ὁ θεὸς C)

246
ἀγομένοις· πάλιν τε αὖ βοηθήματα ὁτὲ μὲν ἀπεμφαινόντως [*](ABC) γίνεται, ὁτὲ δὲ οὐχ οὕτως ἔχει· καὶ πάλιν τάχιον ἦ βράδιον· καὶ μετὰ τὶ ἐμφορηθῆναι τῆς ἁμαρτίας, ἦ μετὰ τὸ ὤσπερ εἰπεῖν μόνον ἀφασθαι αὐτῆς. μαρτυριῶν δὲ τῶν εἰς ἕκαστον πλήρης πᾶσα ἡ θεόπνευστος γραφή· σκυθρωποτέρων βοηθημάτων ἐπὶ πλεῖον ἢ ἐπʼ ἔλαττον ἀναγεγραμμένων γεγονέναι τῷ λαῷ, κατὰ τὰ συμβεβηκότα αὐτῷ ὑπὲρ ἐπιστροφῆς καὶ διορθώσεως ἐν πολέμοις μείζοσιν ἢ ἐλάττοσι καὶ λιμοῖς πολυχρονιωτέροις ἢ ὀλιγοχρονιωτέροις· [*](Hos iv 14) ἀπεμφαινόντων δὲ ἐν τῷ· Οὐκ ἐπισκέφομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύσωσιν, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύσωσιν. τάχα γὰρ τὰς ἐπὶ πλεῖον ἐφιεμένας ψυχάς τῶν σωματικῶν καὶ ἡδέων εἶναι νομιζομένων παρʼ ἑαυταῖς ἐγκαταλείπει, ἕως κορεσθεῖσαι ἀποστραφῶσι τὰ ὧν ὀρέγονται, οἱονεὶ καὶ ἐμέσαι αὑτὰ βουλόμεναι καὶ οὐκ ἄυ ἔτι ταχέως τοῖς αὐτοῖς, διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμπεφορῆσθαι αὐτὰς καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περιπεσούμεναι. βράδιον δὲ ἐπὶ τήν θεραπείαν ἄγονται αἱ καταφρονήσουσαι ἄν τοῦ δεύτερον τοῖς αὐτοῖς περιπεσεῖν, διὰ τὸ τάχιον ἀπηλλάχθαι τῶν κακῶν. οἶδε δὲ ὁ τεχνίτης θεὸς τὰς διαθέσεις ἑκάστων καὶ, ὡς ἐπιβάλλει αὐτῷ μόνῳ, ἐπιστημόνως δυνάμενος τὰς θεραπείας προσάγειν, τί χρή καὶ πότε ἑκάστῳ ποιεῖν.

5. Ὥσπερ δὲ ἐπί τινων σωματικῶν παθημάτων, εἰς βάθος ἵνʼ οὕτως εἴπω τοῦ κακοῦ κεχωρηκότος, ὁ ἰατρὸς διά τινων φαρμάκων εἰς τὴν ἐπιφάνειαν ἕλκει καὶ ἐπισπᾶται τὴν ὕλην, φλεγμονὰς χαλεπάς ἐμποιῶν καὶ διοιδήσεις καὶ πόνους πλείονας οὗς εἶχέ τις πρὶν ἐπὶ τὸ θεραπευθῆναι ὁδεῦσαι· σπερ ἔθος αὐτοῖς ποιεῖν ἐπὶ λυσσοδήκτων καὶ ἑτέρων τινῶν τὰ παραπλήσια τούτοις [*](6, 7 ἀναγεγραμμένων] Ruaeus; ἀναγεγραμμένη ABC 7 κατα] conjeci; καὶ ABC 9 ὀλιγοχρον.] καὶ χρον. AB 11 πορνεύ- ωσιν C 12 μοιχεύωσιν AC 12, 13 ἀφιεμένας AB 14 αὐταῖς AB 15 τὰ] τῶν C 17 τοσοῦτον] τούτοις AB 19 κατα- φρονήσασαι C 28 οὑς] ὧν C)

247
[*](ABC 115) πεπονθότων· οὕτως οἶμαι καὶ τὸν θεὸν οἰκονομεῖν τὴν κρύφιον κακίαν εἰς τὸ βάθος κεχωρηκυῖαν τῆς ψυχῆς. καὶ ὥσπερ λέγοι ἂν ὁ ἰατρὸς ἐπὶ τοῦδέ τινος· ἐγὼ φλεγμονὰς ποιὴσω περὶ τὸν τόπον τῆς ἀνέσεως, καὶ διοιδῆσαι ἀναγκάσω τάδε τινὰ τὰ μέρη, ὥστε ἀπόστημα χαλεπὸν ἐνεργάσασθαι· λέγοντος δὲ ταῦτα τοῦ ἰατροῦ, ὁ μὲν ἀκούων αὐτοῦ ἐπιστημονικώτερον οὐκ αἰτιάσεται ἀλλὰ καὶ ἐπαινέσεται τὸν ταῦτα οἱονεὶ ἀπειλοῦντα ἐνεργάσασθαι, ὁ δὲ τις ψέξει φάσκων ἀλλότριον τῆς τῶν ἰατρῶν ἐπαγγελίας ποιεῖν τὸν δέον ὑγιάζειν ἐπὶ φλεγμονὰς καὶ ἀποστήματα ἄγοντα· οὕτως οἶμαι καὶ τὸν θεὸν εἰρηκέναι τό· Ἐγὼ δὲ [*](Εx vii 3) σκληρυνῶ τὴν καρδίαν Φαραώ. καὶ τούτων γεγραμμένων, ὁ μὲν ἀκούων ὡς θεοῦ λογίων τὸ μὲν ἀξίωμα τοῦ λέγοντος τηρῶν ἀποδέχεται, καὶ ζητῶν πᾶς εὑρίσκει καὶ ἐν τούτοις [*](cf. Mt vii 18) ἀγαθότητα τοῦ θεοῦ παραστῆσαι γινομένην· φανερώτερον μὲν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, διὰ πλειόνων παραδόξων πιστοποιουμένου· καὶ δεύτερον περὶ τῶν Αίγυπτίων, ὅσοι ἔμελλον καταπληττόμενοι τὰ γινόμενα ἀκολουθεῖν τοῖς Ἐβραίοις· Ἐπίμικτος γὰρ, φησὶ, λαὸς πολὺς τῶν Αἰγυπτίων [*](Ex xiii 38) συνεξῆλθεν αὐτοῖς· ἀπορρητότερον δὲ καὶ βαθύτερον τάχα καὶ ἐπὶ τῷ ὄφελος γενέσθαι αὐτῷ τῷ Φαραὼ, οὐκ ἔτι ἀποκρύπτοντι τὸν ἰὸν οὐδὲ τὴυ ἕξιν συνέχοντι, ἀλλʼ ἕλκοντι καὶ εἰς τοὐμφανὲς αὐτὸυ ἄγοντι καὶ τάχα διὰ τοῦ πράττειν ἐκλύοντι, ἵνα πάντα τὰ τῆς ἐνυπαρχούσης κακίας ἐκβράσματα ἐπιτελέσας ἄτονου ὕστερον ἔχῃ τὸ τῶν κακῶν οἰστικόν δένδρον, τάχα καὶ ξηραινόμενον ἐπὶ τέλει, ὅτε καταποντοῦται, οὐχ ὡς οἰηθείη ἄν τις ἐπὶ τῷ παντελῶς ἀπολέσθαι, ἀλλʼ ἐπὶ τῷ ἀποβαλόντα τὰ ἁμαρτήματα κουφισθῆναι, καὶ τάχα ἐν εἰρήνῃ ἢ μὴ ἐν τοσούτῳ πολέμῳ τῆς φυχῆς εἰς ᾅδου καταβῆναι.

[*](5 om. τὰ C 5, 8 ἐργάσασθαι C 9 Mέξει C 10 τὸν] τὸ C 15 παραστῆσαι τοῦ θεοῦ B 21 τῶ] τὸ AB 23 ἅγοντι αὐτὸν AC τοῦ] τοῦτο B 27 τῶ] τὸ AB 28 τῶ] τὸ A ἀποβαλὼν B; ἀποβάλλων A 29 ἢ μὴ ἐν τ. π.] ἀπὸ τοσούτου πολέμου C)
248

6. Ἀλλʼ εἰκὸς δυσπειθῶς ἕξειν τοὺς ἐντευξομένους, [*](ABC) βίαιον ὑπολαμβάνοντας εἶναι τὸ λεγόμενον, ὡς ἄρα συμφέρον γεγόνοι τῷ Φαραὼ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ ὑπὲρ αὐτοῦ πάντα τὰ ἀναγγραμμένα γεγσνέναι μέχρι καὶ τῆς καταποντώσεως. ὅρα δὲ εἰ δυνάμεθα ἐντεῦθευ τὸ δυσπειθὲς περιελόντες πειθὼ ἐνεργάσασθαι περὶ [*](Ps xxxii (xxxi) 10) τῶν εἰρημένων. Πολλαὶ αἱ μάστιγες, φησὶν ὁ Δαυεὶδ, τῶν [*](Prov iii 12) ἁμαρτωλῶν· ὁ δὲ υἱὸς αὐτοῦ διδάσκει ὅτι Μαστιγοῖ ὅ θεὸς πάντα υἱὸν ὃν παραδέχεται. ἔτι δὲ αὐτός ὁ Δαυεὶδ ἐπαγγελίαν προφητεύων τὴν περὶ Χριστοῦ καὶ τῶν εἰς [*](Ps Ixxxix (Ixxxviii) 30 ff.) αὐτόν πιστευόντων φησίν· Ἐὰν ἐγκαταλείπωσιν οἱ υἴοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξιν τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπʼ αὐτῶν. οὐκοῦν χάρις κυρίου ἐστὶ τὸν [*](116) ἄνομον ἐπισκεφθῆναι ἐν ῥάβδῳ καὶ τὸν ἁμαρτωλὸν μάστιξι. καὶ ὅσον γε οὐ μαστιγοῦται ὁ ἁμαρτάνων, παιδεύσει καὶ διορθώσει οὐδέπω ὑπάγεται. διὸ καὶ ἀπειλεῖ ὁ θεός, ἐὰν μεγάλα γένηται τὰ ἁμαρτήματα τῶν τὴν Ἰουδαίαν [*](cf. Hos iv 14) οἰκούντων, μηκέτι ἐπισκέφασθαι ἐπὶ τὰς θυγατέρας αὐτῶν ὅταν πορνεύσωσιν, καὶ ἐπὶ τὰς νύμφας αὐτῶν ὅταν μοιχεύσωσιν. [*](cf. Ezek xxiv 13) καὶ ἀλλαχοῦ φησίν· Ἀυθʼ ὧν ἐκαθάρισά σε, καὶ οὐκ ἐκαθαρίσθης, οὐ θυμωθήσομαι ἐπὶ σοὶ ἔτι, οὐδὲ ζηλώσω ἐπὶ σοὶ ἔτι. οὐκοῦν οἶς οὐ θυμοῦται ἁμαρτάνουσιν, ἵνʼ οὕτως εἴπω, χολούμενος οὐ θυμοῦται.

7. Παρατηρητέον δὲ καὶ ἐν ταῖς προφητικαῖς ἀπειλαῖς [*](Εaek vii 27 et passim) ἐπὶ τοῖς πολλοῖς, ὅτι ἐπιλέγεται τό· Γνώσονται ὅτι ἐγώ [*](1 δυσπαθῶς C 3 γένοιτο B; γεγονέναι C 5 μέχρι καὶ] μέχρις B 7, 8 τοῦ ἁμαρτωλοῦ C 9, 10 ἐπαγγέλεται A; ἀπαγγε- λίαν C om. τὴν A 11 ἐγκαταλίπωσιν C 16 κυρίου] θεοῦ ΑC 17 om. ἐν AC 21 ἐπισκέφεσθαι A 22 πορ- νεύωσι C 22, 23 μοιχεύωσι C 23 om. καὶ ἀλλαχοῦ φησίν B 27 ἐν] ἐπὶ AC 28 om. γνώσονται B)

249
[*](ABC) εἰμι κύριος· καὶ ἀπειλαῖς οὐ μόνον Ἰσραηλιτικαῖς, ἀλλὰ καὶ Αἰγυπτίοις καὶ Ἀσσυρίοις καὶ ἑτέρων ἐχθρῶν τοῦ λαοῦ. τοῦτο δὲ τὸ ἐπὶ τέλει πολλῶν νομιζομένων ἀπειλῶν καὶ ἐν τῇ Ἐξόδῳ ἀναγέγραπται· Καὶ γνώσονται γὰρ, φησὶ, [*](Ex vii 5) πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος· ὡς διὰ τοῦτο τῶν νομιζομένων χαλεπῶν ἐπαγομένων αὐτοῖς, ἵνα γνῶσι τὸν κύριον. ἐν δὲ τοῖς Μακκαβαῖκοῖς τοιοῦτόν τι λέγεται· Παρακαλῶ δὲ τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ μὴ [*](2 Mac vi 12 ff.) συστέλλεσθαι διὰ τὰς συμφορὰς, νομίζειν δὲ τὰ γινόμενα μὴ πρὸς ὄλεθρον ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν εἶναι· καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι δυσσεβοῦντας, ἀλλʼ εὐθέως περιπίπτειν ἐπιτιμίοις, μεγάλης εὐεργεσίας σημεῖόν ἐστι· οὐ γὰρ καθάπερ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ δεσπότης, ἕως εἰς τέλος ἀφιεμένων αὐτῶν τῶν ἁμαρτημάτων ὕστερον αὐτοὺς ἐκδικῇ, οὕτως καὶ ἐφʼ ἡμῶν ἔκρινεν· παιδεύων δὲ μετὰ συμφορᾶς οὐκ ἐγκαταλείπει τὸν ἑαυτοῦ λαόν. εἰ γὰρ τὸ ὑποπίπτειν ἐπιτιμίοις διὰ τὰ ἁμαρτήματα μεγάλης εὐεργεσίας ἐστὶ σημεῖον, ἐπιτιμώμενος καὶ ὁ Φαραὼ μετὰ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ κολαζόμενος ἅμα τῷ λαῷ αὐτοῦ, ὅρα εἰ μὴ οὐ μάτην ἐπιτετίμηται μηδὲ ἐπὶ τῷ ἰδίῳ κακῷ. οἱονεὶ δὲ μιμητὴς θεοῦ γινόμενος κατὰ τὸ ἐπιβάλλον τοῖς καιροῖς ὁ Δαυεὶδ ἐντέλλεται περὶ τοῦ Ἰωὰβ τῷ Σολομῶντι κολάσαι αὐτὸν διὰ τὰ ἡμαρτημένα εἰς Ἀβεννὴρ υἱὸν Νὴρ, καὶ ἀποκτεῖναι διὰ τὰ ἐπταισμένα· εἶτα ἐπιφέρει· Καὶ κατάξεις [*](1 Reg ii 6) αὐτοῦ τὴν πολιὰν ἐν εἰρήνῃ εἰς ᾅδου. δῆλον δὲ ὅτι, ὡς καὶ ὁ Ἐβραῖος ἡμῖν ἀπήγγειλε, τὸ διὰ τοῦ κολασθῆναι αὐτὸν ἐν εἰρήνῃ κοιμηθήσεσθαι, οὐκ ἔτι ὀφειλομένης αὐτῷ βασάνου καὶ κολάσεως, διὰ τὸ ἐντεῦθεν ἤδη ἀπειληφέναι αὐτὸν, μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν. οὕτω δʼ ἡμεῖς καὶ [*](1 ἀπειλεῖ C ἰσραηλίταις C 2 ἑτέροις ἐχθροῖς C 4 ἀνα- γέγραπται] post hoc habent ἄρα γὰρ κ.τ.λ. AC; cf. p. 244 l. 15 7 κύριον] θεόν AC 8 om. δὲ C 13 ἐστὶ σημεῖον C 14 ἕως] ὡς C 16 ἡμῖν C 19 om. ὁ B μετὰ] διὰ B 25 πα- τάξεις A 26 om. δὲ B 27 ἐπήγγειλεν B)
250
πᾶσαν ἀπειλὴν καὶ πόνον καὶ κόλασιν τὰ προσαγόμενα [*](ABC 117) ἀπὸ τοῦ θεοῦ νοοῦμεν γίνεσθαι οὐδέποτε κατὰ τῶν πασχόντων, ἀλλʼ ἀεὶ ὑπὲρ αὐτῶν. καὶ τὰ χαλεπώτατα γοῦν νομιζόμενα θεῷ προσάπτεσθαι τῶν ὀνομάτων, θυμὸς καὶ [*](Ps vi 1; xxxviii (xxxviii) 1)ὀργὴ, ἐλέγχειν καὶ παιδεύειν λέγεται ἐν τῷ Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· τοῦ ταῦτα εὐχομένου δεομένου μὴ δεηθῆναι ἐλέγχου τοῦ διὰ θυμοῦ θεοῦ καὶ παιδεύσεως τῆς διὰ τῆς ὀργῆς αὐτοῦ, ὥς τινων ἐλεγχθησομένων τῷ θυμῷ τοῦ θεοῦ καὶ παιδευθησομένων τῇ ὀργῇ αὐτοῦ.

8. Ἵνα δὲ μᾶλλον προσιώμεθα τὰ λεγόμενα, καὶ ἀπὸ τῆς καινῆς διαθήκης παραπλησίοις ῥητοῖς χρηστέον, τοῦ [*](Lc xii 49) μὲν σωτῆρος λέγοντος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ εἴθε ἤδη ἐκάη· οὐκ ἂν γὰρ, μὴ σωτηρίου ὄντος τοῦ πυρὸς ὃ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἀνθρώποις γε σωτηρίου, ἔλεγε ταῦτα ὁ τοῦ ἀγαθοῦ θεοῦ υἱός. ἀλλὰ καὶ ὁ Πέτρος ἀνελὼν τῷ λόγῳ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν, [*](cf. Act v 4) ἁμαρτήσαντας ἐν τῷ ψεύδεσθαι οὐκ ἀνθρώποις ἀλλὰ τῷ κυρίῳ, οὐ μόνον πεφροντικὼς τῆς οἰκοδομῆς τῆς τῶν ἐκ τοῦ ὁρᾷν τὸ γεγενημένον εὐλαβεστέρων ἐσομένων εἰς τὴν Χριστοῦ πίστιν, ἀλλὰ καὶ τῶν ἀποθνησκόντων· βουλόμενος αὐτὺς κεκαθαρμένους τῷ αἰφνιδίῳ θανάτῳ καὶ παρὰ προσδοκίαν ἀπαλλάξαι τοῦ σώματος, ἔχοντάς τι καὶ δικαιώσεως, ἐπεὶ κἂν τὸ ἥμισυ τῶν ὑπαρχόντων δεδώκασιν εἰς τὴν χρείαν τῶν δεομένων. καὶ Παῦλος δὲ τὸν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ τῷ λόγῳ τυφλῶν διὰ τῶν πόνων [*](Act xiii 10 f.) ἐπιστρέφει εἰς τὴν θεοσέβειαν, λέγων αὐτῷ· Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὀδοὺς κυρίου τὰς εὐθείας; καὶ νῦν ἔσῃ τυφλὸς, μὴ βλέπων τὸν ἤλιον [*](1 ἀπειλὴν] post hoc habent ἀπό τε τῶν ἱερῶν γραφῶν κ.τ.λ. AC; cf. p. 245 l. 13 2 νομίζομεν C 4 θεῶ νομιξόμενα C 4, 5 θυμῶν καὶ ὀργῆι (sic pr. m.) B 8 θυμοῦ θεοῦ] τοῦ θυμοῦ B 11 προσ- ιέμεθα BC 14 ἥδη] δὲ AC 21 χριστοῦ] εἰς χριστὸν C 24 διδόασιν B 26 τυφλῶν] αὐτονέλων (sic) B 27 εἰς τὴν] αὐτὸν εἰς C)

251
[*](ABC) ἅχρι καιροῦ. ποίου γὰρ καιροῦ, ἢ τοῦ ὅτε ἐπιπληχθεὶς καὶ βασανισθεὶς διά τὰ ἁμαρτήματα ἔμελλε μετανοῶν ἄξιος γενέσθαι ἀμφοτέρως τὸν ἥλιον ἰδεῖν· καὶ κατά σῶμα, ἵνα ἐξαγγέληται ἡ θεία δύναμις ἐπὶ τῇ ἀποκαταστάσει τῆς ὄφεως αὐτοῦ· καὶ κατὰ φυχὴν, ὅτε ἔμελλεν ὡς πιστεύων ὄνασθαι τῆς θεοσεβείας; ἀλλὰ καὶ Δημᾶς καὶ Ἑρμογένης, οὓς παρέδωκε τῷ Σατανᾶ ἵνα παιδευθῶσι μὴ βλασφημεῖν, [*](cf. 1 Tim i 20) παραπλήσιόν τι πεπόνθασι τοῖς προειρημένοις. καὶ ὁ ἔν Κορίνθῳ τὴν γυναῖκα τοῦ πατρὸς ἐσχηκὼς καὶ αὐτὸς παραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ [*](1 Co v 5) πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου. οὐ θαυμαστὸν οὖν εἰ καὶ τὰ περὶ τὸν Φαραὼ τὸν σκληρυνόμενον καὶ ἐπὶ τέλει τοιαύταις κολάσεσι περιβαλλόμενον ἀπὸ ἀγαθότητος οἰκονομεῖται θεοῦ. ταῦτα δὲ ἡμῖν ἐπὶ τοῦ παρόντος, ὡς [*](118)ὑπέπεσεν, εἰρήσθω περὶ τοῦ· Ἐσκλήρυνε δὲ κύριος τὴν [*](Ex x 27) καρδίαν Φαραώ. ἐὰν δέ τις τὸ πρὸς θεὸν εὐσεβὲς τηρῶν κρείττονα καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ, μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον.