Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

19. Νῦν γὰρ, ώς πρὸς τὴν λέξιν, τὸ προφητικὸν ἐξειλήφαμεν. [*](19) [*](cf Teat Αser 7) εἰ δέ φησιν ὁ Ἰακώβ ἀνεγνωκέναι ἐν ταῖς [*](ΑΒC) πλαξὶ τοῦ οὐρανοῦ τὰ συμβησόμενα τοῖς υἱοῖς αὐτοῦ, καὶ ὅσον ἐπὶ τούτῳ ἀντιλέγοι τις ἄν μῖν ὅτι ἐναντία οἶς εἰρήκαμεν δηλοῦται διὰ τῆς γραφής· ἐλέγομεν γὰρ ἄνθρωπον ἀκαταλήπτως ἔχειν τῶν σημείων, ὁ δὲ Ἰακώβ φησιν ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· ἀπολογησόμεθα ὄτι οἱ καθʼ ἡμᾶς σοφοὶ, πνεύματι περισσοτέρῳ χρησάμενοι τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἀνθρωπίνως θείως δὲ διδάσκονιαι [*](2 Co xii 4) τὰ ἀπόρρητα· ὥσπερ ὁ Παῦλος, λέγων· Ἤκούσα ἄρρητα ῥήματα ἄ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ἴσασι γὰρ τροπῶν ἀλλαγὰς καὶ μεταβολάς καιρῶν, ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις, οὐκ ἀπʼ ἀνθρώπων οὐδὲ ὄἰ ἀνθρώπων, ἀλλὰ τοῦ πνεύματος ἀποκαλύπτοντος αὐτοῖς καὶ καθαρῶς, ὡς θέλει ὁ θεὸς, τὸ θεῖα ἀπαγγέλλοντος. καὶ ἄλλως δὲ ὁ Ἰακώβ μείζων ἢ κατά ἄνθρωπον ἦν, πτερνίζων τόν ἀδελφὸν αὐτοῦ, καὶ ὁμολογῶν ἐν αὐτῇ ταύτῃ τῇ βίβλῳ ἀφʼ ἦς παρεθέμεθα τό· Ἀνέγνων ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· εἶναι ἀρχιχιλίαρχος δυνάμεως κυρίου, καὶ ὄνομα πάλαι κεκτημένος Τσραήλʼ ὅπερ ἐν σώματι λειτουργῶν ἀναγνωρίζει, ὑπομιμνήσκοντος αὐτὸυ τοῦ ἀρχαγγέλου Οὐριήλ.

[*]((δʼ))

20. Μετὰ ταῦτα λείπεται ἐξετάσαι καὶ παραστῆσαι τοῖς πιστεύουσιν ὅτι εἰς σημεῖα κεῖνται οἱ φωστῆρες τοῦ οὐρανοῦ, σανθεῖσι δὲ καὶ ἐκ τῶν ὑπό τῶν περιεργοτέρων φερομένων εἰς τοὺς τόπους, τίς ἠ αἰτία τοῦ ταῦτα τὰ σημεῖα τὸν θεὸῦ πεποιηκέναι ἐν οὐρανῷ. καὶ ἔστιν εἰπεῖν πρῶτον μὲν ὅτι πιστευόμενα τά τῆς μεγαλειότητος τοῦ νοῦ τοῦ θεοῦ πᾶσαν γνῶσιν τὴν περὶ ἑκάστου τῶν ὄντων ἐμπεριειληφότος, ὥστε μηδὲ τὸ τυχόν καὶ νομιζόμενον ἐλάχιστον λανθάνειν τὴν θειότητα αὐτοῦ, δόξαν μὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὐτως αὐτόν ἐμπεριειληφέναι ἐν ἑαυτῷ, οὐ μὴν ἐναργῆ τὴν ἀπόδειξιν, ἀλλὰ πεπιστευμένην ὡς ἀρμόζουσαν [*](2 om. ὁ B 11 ἐξ ὥν ανων B 24 στανθεισι A; συνθήσῃ C περιεργότερον AC 26 ἐν] + τῶ C)

209
[*](ABC) τῷ ἀγενήτῳ νῷ καὶ ὑπὲρ πᾶσαν φύσιν τυγχάνοντι. ἵνʼ οὖν τῇ πείρα τοῦτο καταλαμβάνηται ὑπὸ τῶν μειζόνων ἢ κατά ἄνθρωπον καὶ τῶν ἀγίων ψυχῶν τοῦ ἐνεστηκότος δεσμοῦ ἀπηλλαγμένων, ώσππερεὶ γράμματα καὶ χαρακτῆρας καὶ διά τῆς τῶν οὐρανίων περιφορᾶς ἐποίησεν ἐν οὐρανῷ ὁ θεὸς τοὺς δεδιδαγμένους καὶ διδαχθησομένους ἀναγινόσκειν τὰ σημεῖα τοῦ θεοῦ. οὐ θαυμαστὸν δὲ καὶ ὑπὲρ ἐνδείξεως τῆς πρὸς τοὺς μακαρίους ποιεῖν τινὰ τὸν θεὸν, τῆς γραφῆς λεγούσης τῷ Φαραώ· Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως [*](Ro ix 17) ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. εἰ γὰρ διετηρήθη Φαραὼ ὑπὲρ [*](cf. Ex ix 16) [*](20) ἐνδείξεως δυνάμεως θεοῦ καὶ διαγγελίας τοῦ ὀνόματος αὐτοῦ ἐν πάσῃ τῇ γῇ, ἐννόει πόσην ἔνδειξιν δυνάμεως θεοῦ περιέχει τά οὐράνια σημεῖα, πάντων τῶν ἀπʼ αἰῶνος ἕως συντελείας ἐντετυπωμένων τῇ ἀξίᾳ βίβλῳ τοῦ θεοῦ τῷ οὐρανῷ. δεύτερον δὲ στοχάζομαι ταῖς τὰ ἀνθρώπινα οἰκονομούσαις δυνάμεσιν ἐκκεῖσθαι τὰ σημεῖα, ἴνα τινὰ μὲν γινώσκωσι μόνον, τινὰ δὲ ἐνεργῶσι· καθάπερ ἐν ταῖς παρʼ ἡμῖν βίβλοις ἅ μὲν γέγραπται ἴνα γινώσκωμεν, οἶον τὰ περὶ κοσμοποιίας καὶ εἴτινα ἄλλα μυστήρια· δὲ ἵνα γινώσκοντες ποιῶμεν, ὡσπερ τά περὶ τὰς ἐντολάς καὶ τά προστάγματα τοῖ θεοῦ. ἐνδέχεται δὴ τὰ οὐράνια γράμματα, ἄ ἄγγελοι καὶ δυνάμεις θεῖαι ἀναγινώσκειν καλῶς δύνανται, περιέχειν τινὰ μὲν ἀναγνωσθησόμενα ὑπὸ τῶν ἀγγέλων καὶ λειτουργῶν τοῦ θεοῦ, ἴνα εὐφραίνωνται γινωσκοντες· τινὰ δὲ σπερεὶ ἐντολὰς λαμβάνοντες ποιῶσι.

21. Καὶ οὐχ ἁμαρτησόμεθα τὸ ἀνάλογον τοῖς ἐν τῷ νόμῳ λέγοντες ἔχειν τὸν οὐρανόυ καὶ τούς ἀστέρας· ἐὰν δὲ χείρονες καὶ ἕτεραι τοῦ ἀνθρώπου ἐνέργειαι ποιῶσί τινα τῶν προεγνωσμένων καὶ σημαινομένων ἐν οὐρανῷ, οὐκ ἀνάγκη καὶ αὐτάς ἀπὸ τῶν τοῦ θεοῦ γραμμάτων ὑπομιμνησκομένας ποιεῖν ἄ ἐνεργοῦσιν· ἀλλʼ ὥσπερ ἄνθρωποι ἀδικοῦντες, [*](9 ἐξηγήρασθαι (om. σε) A 10 διαγγελεῖται C 17 ἐγκεῖσθαι ABC; sed cf. supr. p. 178, ll. 12, 15 22 om. τοῦ B)

210
οὐ μανθάνοντες προεγνωκέναι τὸν θεὸν τὸ τόνδε [*](ABC) τινὰ ἀδικηθήσεσθαι ὑπʼ αὐτῶν, ἐνεργοῦσι τὸ ἀδικεῖν ἐκ τῆς ἑαυτῶν πονηρίας· οὗτως αἱ ἀντικείμεναι δυνάμεις, τοῦ θεοῦ τήν κακίαν τῶν τὰ μοχθηρὰ βουλομένων ἀνθρόπων καὶ δυναμέων προςγνωκότος, τῇ ἰδία αἰσχίστῃ ἐπιτελοῦσι [*](cf He i 14) προαιρέσει. οἱ μέντοι ἱεροὶ ἄγγελοι, τά λειτουργικὰ πνεύματα τὰ εἰς διακονίαν ἀποστελλόμενα, εἰκός ὅτι, ὡς ἀπό νόμου θεοῦ γεγραμμένων τὰ προστάγματα λαμβάνοντες, εταγμένως καὶ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ ὅσον δεῖ ποιοῦσι τὰ κρείττονα· ἄτοπον γὰρ αὐτούς θείους ὄντας ἀποκληρωτικῶς καὶ U+003C οὐχU+003E ρισμένως ἔρχεσθαι ἐπὶ τὸ φέρʼ εἰπεῖν χρηματίσαι τι τῷ Ἀβραάμ, καὶ ποιῆσαί τι τῷ Ἰσαἀκ, καὶ ῥύσασθαι ἐκ κινδύνου τόν Ἰακὼβ, ἢ ἐπιστῆναι τῷ πνεύματι τοῦδε τοῦ προφήτου. ἵνα σἶν μὴ ἀποκληρωτικῶς μηδὲ κατὰ συντυχίαν τοῦτο πράττωσιν, ἀναγινώσκουσι τὴν βίβλον τοῦ θεοῦ· καὶ οὗτως ποιοῦσι τὰ αὐτοῖς ἐπιβάλλοντα. ὡς προείπομεν δὲ, τμεῖς ἅ ποιοῦμεν, ἦ αἱ ἀντικείμεναι ἐνέργειαι ἅ ἐπιτελοῦσιν εἰς ἡμᾶς, ἰδία προαιρέσει ποιοῦμεν· ἀτάκτῳ μὲν, ὅτε ἁμαρτάνομεν· πεπαιδευμένῃ δὲ, οὐκ ἄτερ ἀγγέλων οὐδὲ θείων γραμμάτων οὐδὲ ὑπηρετῶν ἀγίων, ὅτε θεῷ εὐάρεστα πράττομεν.

22. Καὶ ὁ πατήρ· Σύγγνωθί μοι, τέκνον· οἱ μὲν γὰρ [*](21) [*](5 δυνάμεων] scripsi cum codd. Thuan.; δυναμένων ΑBC προ- εγνωκότες A 7 om. τὰ BC 8 γεγραμμένα A 9 ὠς δεῖ καὶ ὅτε δεῖ B 11 οὐχ] Τarinus sine nota; om. ABC 17 ἀ] οὐ B 28 cf. Clem. Eecogn. X. 10 (vers. Εufin.))

211
[*](ABC) χθές σου λόγοι ἀληθεῖς ὄντες συνελγίσαντό με συνθέσθαι σοι· ἡ δὲ ἐμτ συνείδησις μικρά με ὥσπερ πυρετοῦ ἔλλειμμα πρὸς ἀπιστίαν βραχέα βασανίζει· σύνοιδα γὰρ ἐμαυτῷ τὰ τίς γενέσεως πάντα μοι ἀποτελεσθέντα.

Κἀγὼ ἀπεκρινάμην· Συννόησόν μοι, πάτερ, οἵαν φύσιν ἔχει τό μάθημα, ἐξ ὥν ἐγώ σοι συμβουλεύω. μαθηματικῷ συμβαλὼν, εἰπὲ πρῶτον αὐτῷ ὅτι Τάδε μοι φαῦλα ἐν τῷδε τῷ χρόνῳ γέγονεν· ἐκ τίνος ἄρα μοι τῶν ἀστέρων γέγονε μαθεῖν ἤθελον. καὶ ἐρεῖ σοι ὅτι τοὺς χρόνους κακοποιὸς διεδέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστατικός ἐγένετο, ἢ τόν ἐνιαυτὸν τοῦτόν τις ἐπεθεόρησεν ἐκ τετραγώνου ἢ διαμέτρου ἢ συνών ἦ κεκεντρωμένος ἦ παρὰ αἶρεσιν. ὅμως καὶ ἄλλα μυρία εἰπεῖν ἔχει. πρός τούτοις δὲ ἢ ἀγαθοποιός κακῷ ἀσύνδετος ἦν ἢ ἀνεπιθεώρητος ἢ ἐν σχήματι ἢ παρά αἶρεσιν ἢ ἐν ἐκλείφει ἤ ἀνεπισύναφος ἤ ἐν ἀμαυροῖς ἄστροις. καὶ ὅμως πολλῶν προφάσεων οὐσῶν πρός ἀ ἠκουσε τὰς ἀποδείξεις παρασχεῖν ἔχει. μετὰ τοῦτον οὖν τὸν μαθηματικόν ἑτέρῳ προσελθὼν τὰ ἐναντία εἰπὲ· ὅτι Τόδε μοι ἀγαθὸν ἐν τῷδε τῷ χρόνῳ γέγονε· σὺ δὲ τὸν χρόνον τὸν αὐτὸν λέγε· ἀπαίτει δὲ ἐκ τίνος ἄρα τῆς γενέσεως τοῦτο γέγονε. καὶ ὅμως ώς προεῖπον ἔχει, σοῦ καταψευσαμένου, αὐτὸς ἐκ πολλῶν σχημάτων ἔν τι εὑρεῖν σχῆμα καὶ δεύτερον καὶ τρίτον καὶ πλείονα, ὡς αὐτὸ τό ἐνεργῆσαν ὅθεν τὰ ἀγαθά ἐρεῖ γεγενῆσθαι. ἀδύνατον γὰρ ἐν πάσῃ γενέσει ἀνθρώπων μή ἐν πάσῃ ὣρᾳ τῶν ἀστέρων τοὺς μὲν καλῶς κεῖσθαι τοὺς δὲ κακῶς· κύκλος γὰρ ἔστιν ἰσομερής, ποικίλος, ἀπείρους ἔχων τὰς προφάσεις· πρός ἅς ἕκαστος εἰπεῖν ἔχει δ θέλει. ὅνπερ γὰρ τρόπον ἐπὶ τῶν λοξῶν ὀνείρων ἐνίοτε οὐδὲν νοοῦμεν, ἀποβάντων δὲ οἰκειοτάτην προσφέρομεν ἐπίλυσιν· οὐτως καὶ τὸ μάθημα πρό τοῦ τι [*](1 με] μοι AC; concluserunt me Ruf 10 ἀποκαταστικὸς AB 11 ἐθεώρησεν B 14 ἀσύνθετος AC; syndetus- Ruf 23 om. τὸ ΑC 25 in omni quam dicunt regione stellarum Ruf. (quasi leg- χώρα))

212
ἀποτελεσθῆναι οὐδὲν σαφὲς ἡμῖν μηνῦσαι δύναται, μετὰ δὲ [*](ABC) τήν τοῦ γενομένου ἱστορίαν τότε πρόδηλος ἡ τῆς ἐκβάσεως αἰτία φαίνεται. πολλάκις μὲν οὖν οἱ προλέγοντες πταίουσι, καὶ μετὰ τὴν ἔκβασιν ἑαυτοὺς μέμφονται λέγοντες ὅτι Τάδε ἦν τὸ ποιῆσαν, καὶ οὐκ εἴδομεν. τό μὲν οὖν καὶ τοὺς πάνυ ἐπιστήμονας πταίειν γίνεται διὰ τὸ μτ εἰδέναι, ὡς χθὲς ἔφην, ποῖα πάντως τῆς γενέσεως σιτία γίνεται, ποῖα δὲ οὐ πάντως, καὶ ποῖα πάντως ποιήσαι ἐκιθυμοῦμεν, οὐ πάντως δὲ ποιοῦμεν. ὄτι ἥδε ἠ σιτία ἤμῖν τοῖς τὸ μυστήριον μεμαθηκόσι σαφής ἐστιν· ὅτι, ἐλεύθερον ἔχοντες λογισμόν ἐνίοτε συγχωρήσαντες τῇ ἐπιθυμίᾳ ττήμεθα,π ἐνίοτε [*](22) ἐπέχειν ταύτην βουλευσάμενοι νενικήκαμεν. οἱ δὲ ἀστρολόγοι, τοῦτο αὑτὸ τό μυστήριον οὐκ εἰδότες, περὶ πάσης προαιρέσεως ἀποφηνάμενοι ἐξ ἀρχῆς, πταίσαντες τούς κλιμακτῆρας ἐπενόησαν, εἰς ἀδηλότητα ποιούμενοι τήν προαίρεσιν, ώς χθὲς ἐπεδείξαμεν. σὺ δὲ τοῦ λοιποῦ πρός ταῦτα εἴ τι ἔχεις εἰπεῖν, λέγε.

Καὶ ὁ πατὴρ ὀμόσας ἀπεκρίνατο, μηδὲν τούτων ἀληθέστερον εἶναι, ὧν εἶπες.

1. Ὅτι μὲν ὑπάρχειν ἀδύνατον ἀγένητα δύο ἄμα, οὐδὲ [*](ABC Me Da Di Ph) σὲ ἀγνοεῖν νομίζω· εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβών τοῦτο προτεθεικέναι τῷ λόγῳ· τῷ πάντως ἐξ ἀνάγκης τὸ [*](5 δειμεν B 7 ποία..αίτία...ποία B 9 ἥδε] δὲ B 11 ἐνίοτε- ἡττήμεθα] supplevi; interdum concupiscentiis obsistimus, interdum cedimus Ruf 15 μεταποιούμενοι C 19 εἴπας C; εἷπεν A 23 Εus. Praep. Εv. vii. 22; Meuth. De Lib. Vol. i. 5. 1 μἐν] +οἰν Di Ph ἀδύνατον ὑπάρχειν B Εu Da; om. ὑπάρχειν Ph 25 προστεθεικέναι ABC Εu Di x τῶ (sec.)] τὸ CΕu Da; ὡς Mem*x)

213
[*](ABC Eu Me Da Di Ph) τερον δεῖν λέγειν, ὅτι κεχώρισται τῆς ὕλης ὁ θεός, ἤ πάλιν ὅτι ἀμέριστος αὐτῆς τυγχάνει. εἰ μὲν οὖν ἡνῶσθαί τις αὐτόν εἰπεῖν ἐθέλοι, ἕν τὸ ἀγένητον λέξει· ἕκαστον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον· ἀλλήλων δὲ μέρη τυγχάνοντα οὐκ ἔσται ἀγένητα δύο, ἀλλʼ ἔν ἐκ διαφόρων συνεστός· οὐδὲ γάρ τὸν ἄνθρωπον ἔχοντα διάφορα μέρη κατακερματίζομεν εἰς πολλὰ γενητά· ἀλλʼ εἰ, ὡς ὁ λόγος ἀπαιτεῖ, ἔν τι γενητόν τὸν ἄνθρωπον πολυμερὲς πρὸς τοῦ θεοῦ γεγονέναι φαμέν· οὕτως ἀνάγκη, εἰ μὲν μή κχώρισται τῆς ὑλης ὁ θεὸς, ἕν τὸ ἀγένητον εἶναι λέγειν. εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων· ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσιν· ἀδύνατον γάρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθʼ ὅ ἠ διάστασις ἑκατέρου γίνεται. ὅπερ οὐ μέχρι τούτου ἵσταται καὶ μόνου, ἀλλὰ καὶ πλείστων ὅσων· ὅν γὰρ ἐπὶ τῶν δύο ἀγενήτων εἶπαμεν λόγον, τοῦτον ἐξ ἀνάγκης ὁμοίως προχωρεῖν, εἰ τὰ ἀγένητα δοθείη τρία. καὶ γὰρ περὶ τούτων ἐροίμην ἄν, εἰ κεχώρισται ἀπʼ ἀλλήλων, ἦ αὖ πάλιν ἕκαστον ἥνωται τῷ πλησίον. εἰ μὲν γὰρ ἡνῶσθαί τις εἰπεῖν ἐθέλοι, τὰν αὐτὸν ἀκούσει τῷ πρώτῳ λόγον· εἰ δʼ οὖ πάλιν κεχώρισθαι, οὐ φεύξεται τὴν ἐξ ἀνάγκης τοῦ χωρίζοντος ὑπόστασιν. ἄν δʼ ἄρα τις καὶ τρίτον εἶναι λέξῃ λόγον, ὡς ἁρμόζοντα περὶ τῶν ἀγενήτων λέγεσθαι, τουτέστι τό μήτε κεχωρίσθαι τὸν θεόν τῆς ὑλης μήτʼ αὗ πάλιν ὡς μέρη [*](1 δὲ Me De Di 3 αὐτὸν εἰπεῖν] εἰπεῖν αὐτὸν (αὐτὰ Mem) Me; αὐτῆ De; αὐτῶ Di x ἑκάτερον ABC Εu 5 om. ἀλλʼ ἐν ἐκ διαφόρων συνεστός ABC Εu x 6 οὐδὲ γὰρ τὸν ἄνθρωπον ἔχοντα] ὡς οὐδὲ ΑBC Εu * μέρη] μέλη Mem ets * κατακερματιζόμενα ABC Εu * 7 ἀλλʼ ΑC Me De x; ἀλλʼ Εu' 9 om. μὲν ABC Εu De * x 10 κεχώρισται A Me De Ph φησι A* Mem; φησὶν Μe (sed ν punctis notat.); ἦ φησι (0m. τις) De 16 ἄπομεν ΑBC Εu * x 17 περὶ] ἐπὶ ΑBC Εu * 18 om. ἀπʼ ABC Εu * x 19 εἰπεῖν θέλοι Me Dα; εἰπεῖν ἐθέλει Εu; εἴποι Εuο * x 22 om. ὡς Me Da x 23 μήτε] μὴ ABC Εu 24 τῆς θλης τὸν θεὸν ABC Εu μηδʼ ABC Da D Ph μέρη] μέρει B Εu1Mest; ἐν μέρει Εuo Ph; om. ὡς μέρη Di)
214
ἡνῶσθαι, εἶναι δὲ καθάπερ ἐν τόπῳ τῇ ὑλῃ τὸν θεόν ἢ καὶ [*](ABC Eu Me Da Di Ph) τὴν ὕλην ἐν τῷ θεῷ, τὸ συνέχον ἀκουέτω· ὅτι, ἐάν τόπον τοῦ θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτόν καὶ χωρητόν λέγειν δεῖ καὶ πρός τῆς ὑλης περιγραφόμενον. ἀλλὰ μήν καὶ ὁμοίως αὐτόν τῇ ὑλῃ ἀτάκτως φέρεσθαι δεῖ, μή ἵστασθαι δὲ μηδὲ μένειν αὐτόν ἐφʼ ἑαυτοῦ ἀνάγκη, τοῦ ἐν ῷ ἐστὶν ἄλλοτε ἄλλως φερομένου. πρός δὴ τούτοις καὶ ἐν χείροσι γεγονέναι τὸν θεὸν εἰπεῖν ἀνάγκη. εἰ γάρ ποτε ἄκοσμος ἦν ἠ ὑλη, ἐκόσμησε δὲ αὐτήν εἰς τὸ κρεῖττον τρέφοι προαιρούμενος· ἦν ποτὲ ὅτε ἐυ ἀκοσμήτοις ἢυ ὀ θεός. δικαίως δʼ ἄν καὶ τοῦτο ἐροίμην, πότερον ἐπλήρου τὴν ὑληυ ὁ θεός, ἤ ἐν μέρει τινὶ ὑπῆρχεν αὐτῆς. εἰ μὲν γάρ ἐν μέρει τινὶ τῆς ὕλης εἰπεῖν τις ἐθέλοι τὸν θεὸν, πλεῖστον ὅσον μικρότερον αὑτὸν τῆς ὑλης λέγει· εἴ γε δὴ μέρος αὐτῆς ὅλον ἐχώρησεν τὸν θεόν. εἰ δὲ ἐν πάσῃ εἶναι λέγοι καὶ δί ὅλης κςχωρηκέναι τῆς ὕλης, πῶς ταύτην ἐδημιούργησε φρασάτω· ἀνάγκη γάρ ἢ συστολήν τινα τοῦ θεοῦ λέγειν, ἡς γενομένης ἐδημιούργει ἐκεῖνο ἀφʼ οὗ ὑπεχάρησεν, καὶ ἑαυτόν τῇ ὑλῃ συνδημιουργεῖν, οὐκ ἔχοντα ὑποχωρήσεως τόπον. εἰ δὲ τήν ὕλην ἐν τῷ θεῷ εἶναί τις λέξει, ὁμοίως ἐξετάζειν δεῖ, πότερον ὡς διισταμένου αὐτοῦ ἀφʼ ἑαυτοῦ, καὶ ὥσπερ ἐν ἀέρι ζώων ὑπάρχει γένη, διαιρουμένου καὶ μεριζομένου αὐτοῦ εἰς ὑποδοχήν τῶν γινομένων ἐν αὐτῷ· ἢ ὁς ἐν τόπῳ, τουτέστιν ὥσπερ ἐν γῇ ὕδωρ. εἰ [*](1 om Me De Ph Di 3 λίγωμεν Me 5 om. δεῖ ABC Εu Χ δὲ] τε ABC Εu x μήτε ABC x δὴ] δὲ Εu Me De Di x 8 ἢν ποτὲ ἄκοσμος ΑBC Εu x 1 ὅτε] -καὶ ABC x 11 τοῦτο ἐρ.] τοῦτον ἐρ. τὸν λόγον ABC Εu x 12 ὑπῆρχεν αὐτῆς] ὑπῆρχεν Me Di; αὐτῆς ἐτύγχανεν Ph; τῆς ἵης ἢν ABC Εu 13 γαρ] οὔν Εu θέλοι Me x 14 om. αὐτὸν Α BC Εu x ε γε δὴ] εἰ γε ABC; εἰ δὲ (vel εἰ δὴ) Εu; ἄτε δὴ De Ph Div; τι δὲ (vel τί δὴ, vel ὅτι δὴ) D (si guidem Ruf) 15 τὸν θεόν] αὐτόν ABC Εu x 16 καὶ διʼ ὅλης κεχ. τῆς ὕλης] καὶ ὅλην κεχ. τῆ ολη Da; τῆ ολη ABC Εu x 17 ἐδημιούργει ABC Εu om. ἠ Μe De Di 18 γινομένης Μe 19 αὐτὸν Me (? non Me1) Ph 22 ζῶον Me (non Me); ζῶα Di ὑπάρχειν ABC Da Di Ph γένη] om. Di; εἰς γένη Μe (non Me5) 24 om. τουτέστιν ABC x)
215
[*](ABC Eu Μe Da Di Ph) μὲν γὰρ εἴποιμεν ὡς ἐν ἀέρι, μεριστὸν ἀνάγκη τὸν θεὸν εἰπεῖν· εἰ δʼ ὥσπερ ἐν γῇ ὕδωρ, ἦν δὲ ἄτακτος ἠ ὕλη καὶ ἀκόσμητος, πρὸς δή τούτοις ἔχουσα καὶ κακὰ, τὸν θεὸν λέγειν ἀνάγκη τόπον εἶναι τῶν ἀκοσμήτων καὶ τῶν κακῶν· ὅπερ οὐκ εὐφημον εἶναί μοι δοκεῖ, ἐπισφαλὲς δὲ μᾶλλον. ὕλην γὰρ εἶναι θέλεις, ἴνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν θεόν· καὶ τοῦτο φυγεῖν προαιρούμενος, δοχεῖον αὐτὸν τῶν κακῶν εἶναι λέγεις. εἰ μὲν οὖν τὴν ὕλην ἐκ τῶν ὑποστάντων γενητῶν ὑπονοεῖν ἀγένητον ὑπάρχειν ἔλεγες, πολὺν ἄν περὶ ταύτης ἐποιησάμην λόγον εἰς ἀπόδειξιν τοῦ ὅτι ἀδύνατον ὑπάρχειν αὐτήν ἀγένητον· ἐπεὶ δὲ τὴν τῶν κακῶν γένεσιν αἰτίαν ἔφησθα εἶναι τῆς τοιαύτης ὑπονοίας, διὰ τοῦτο ἐπὶ τὴν ἐξέτασιν τούτων ἔρχεσθαί μοι δοκῶ. φανεροῦ γὰρ γινομένου μοι τοῦ λόγου καθʼ ὅν τρόπον ἐστὶ τά κακά, καὶ ὅτι οὐχ οἶόν τέ ἐστιν ἀναίτιον τῶν κακῶν εἰπεῖν τὸν θεὸν ἐκ τοῦ ὕλην αὐτῷ ὑποτιθέναι, τὴν τοιαύτην ὑπόνοιαν ἀναιρεῖσθαί μοι δοκεῖ.

2. Φῇς τοίνυν ἄποιον ὕλην συνυπάρχειν τῷ θεῷ, ἐξ ἦς τὴν τοῦ κόσμου γένεσιν ἐδημιούργησεν;

Οὕτω μοι δοκεῖ.

Οὐκοῦν εἰ ἄποιος ἐτύγχανεν ἠ ὑλη, γέγονε δὲ κόσμος πρός τοῦ θεοῦ, ἐν δὲ τῷ κόσμῳ αἱ ποιότητες, τῶν ποιοτήτων γέγονεν ποιητής ὁ θεός;

Οὕτως ἔχει.

Ἐπεὶ δέ σου καὶ λέγοντος πρόσθεν ἤκουον ὡς ἀδύνατον [*](2 γῇ] + τὸ ABC Εu 3 δὴ] δὲ Me Da om. κακὰ Me m et Da 7 φεύγειν ABC Εu Di; φάσκειν Da x 9 ἀγέν. ὑπονοεῖν ΑBC; ὑπονοῶν ἀγέν. Me x 10 αὐτῆς ABC Εu * x 11 om. ἀγένητον ABC Εu De * x 12 ἕφησθα] φης θυ Da; φῆς θεοῦ Di; φῆς Mem; φ Me (even. cet.) x εἷναι post ὑπονοίας ABC x 13 τούτων] ταύτην ABC x μοι δοκῶ] δοκῶ D; μοι δοκεῖ Me; δοκεῖ Da x 16 γενομένου ABC Eu codd aliqq Di x 15 ἀναίτιον] αἴτιον Me De Di (sed causa non cssc Ruf) x 17 μοι δοκεῖ] νόει ABC x 19 τὴν] + τοῦδε ABC; τήνδε Εu' 23 γέγονεν ποιότης Μe Da; ποιητὴς (ποιότης Εuο) γέγονεν ΑBC Εu 25 ἐπειδὴ Da Di ἕμπροσθεν AB (om. C1 Εu x ἥκουσα ABC Χ)

216
ἐξ οὐκ ὄντων γίνεσθαί τι· πρὸς τὴν ἐρώτησιν ἀπόκριναι [*](ABC Eu (Me) Da Di Ph) τὴν ἐμήν· δοκεῖ σοι τὰς τοῦ κόσμου ποιότητας μὴ ἐξ ὑποκειμένων ποιοτήτων γεγονέναι;

Δοκεῖ.

Ἐτερον δέ τι παρὰ τὸς οὐσίας ὑπάρχειν αὐτάς;

Οὕτως ἔχει.

Oὐκοῦν εἰ μήτε ἐξ ὑποκειμένων ποιοτήτων τὰς ποιότητας ἐδημιούργησεν ὁ θεός, μήτε ἐκ τῶν οὐσιῶν ὑπάρχουσιν, τῷ μηδὲ οὐσίας αὐτάς εἶναι, ἐκ μὴ ὄντων αὐτός ὑπὸ τοῦ θεοῦ γεγονέναι ἀνάγκη εἰπεῖν· ὅθεν περιττῶς ἐδόκεις μοι λέγειν ἀδύνατον εἶναι δοξάζειν ἐξ οὐκ ὄντων γεγονέναι τι πρός τοῦ θεοῦ. ἀλλʼ ὀ μὲν περὶ τούτου λόγος ὥδε ἐχέτω· καὶ γάρ παρʼ ἡμῖν ὁρῶμεν ἀνθρόπους ἐξ οὐκ ὄντων ποιοντάς τινα· εἰ καὶ τὰ μάλιστα δοκοῦσιν οὗτοι ποιεῖν ἔν τινι· οἶον ἐπὶ τῶν ἀρχιτεκτόνων τὸ παράδειγμα λάβωμεν· καὶ γάρ οὗτοι ποιοῦσι πόλεις οὐκ ἐκ πόλεων, καὶ ναοὺς ὁμοίως οὐκ ἐκ ναῶν. εἰ δὲ, ὅτι τούτοις οὐσίαι ὑπόκεινται, οἴει ἐξ ὄντων αὐτοὺς ταῦτα ποιεῖν, σφάλλῃ τῷ λόγῳ· οὐδὲ γάρ ἠ οὐσία ἐστὶν ἠ ποιοῦσα τὴν πόλιν ἢ σὖ πάλιν τοὺς ναιὺς, ἀλλʼ ἠ περὶ τήν οὐσίαν τέχνη. ἠ δὲ τέχνη οὐκ ἐξ ὑποκειμένης τινὸς ἐν ταῖς οὐσίαις τέχνης γίνεται· ἀλλʼ ἐξ οὐκ οὗσης ἐν αὐταῖς γίνεται. ἀπαντήσειν δέ μοι δοκεῖς οὕτω τῷ λόγῳ, ὅτι ὁ τεχνίτης ἐξ ἧς ἔχει τένης τὴν ἐν τῇ οὐσίᾳ τέχνην ποιεῖ. πρὸς δὲ τοῦτο λέγεσθαι τοῦτʼ εὖ ἔχειν μοι δοκεῖ, ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ ἔκ τινος ποκειμένης τέχνης προσγίνεται. οὐδὲ γὰρ ἔνεστιν αὐτήν ἐφʼ αυτῆς οὗσαν δοῦναι τὴν τέχνην· τῶν γὰρ συμβεβηκότων ἐστὶ, καὶ τῶν τότε τὸ εἶναι λαμβανόντων, ὁπόταν ἐν οὐσίᾳ [*](1 om. τὴν Μe 7 οὐκοῦν εἰ μήτε] οὐκοῦν εἰ μὴ Da; εἰ οὖν μὴ ABC Εu; εἰ μὲν οὗν μὴ Εuo 8, 9 om. ὑπάρχουσιν A BC Εu 10 om. τοῦ Με Di Ph εἰπεῖν ἀναγκαῖον ABC Eu 13 ὁρῶ- μεν] θεωροῦμεν ABC Εu * 14 τὰ] ὅτι ABC Εu * x 17 ναῶν] hactenus fragm. graec. Method. 20 ναοὺς] νεως ABC Εu' w 23 om. ὁ Da Ph 24 om. εὖ ABC * x 26 προσγίνεται] γίνεται Α BC Εu * οὐδὲ] οὐ Εu 28 om. τὸ ΑBC Da * sed cf. infra p. 218, l. 11 λαγχανόντων Da; ἐχόντων Ph *)

217
[*](AB Eu (Da) Di Ph) γέηται. ὁ μὲν γὰρ ἄνθρωπος καὶ χωρὶς τῆς ἀρχιτεκτονικῆς ἔσται, ἠ δὲ οὐκ ἔσται, ἐάν μή πρότερον ἄνθρωπος ἦ· ὅθεν τὰς τέχνας ἐξ οὐκ ὄντων εἰς ἀνθρόπους πεφυκέναι γίνεσθαι λέγειν ἀναγκαῖον. εἰ τοίνυν τοῦτο οὗτως ἔχον ἐπʼ ἀνθρώπων ἐδείξαμεν, πῶς οὐχὶ προσῆκε τὸν θεόν μὴ μόνον ποιότητας ἐξ οὐκ ὄντων φάναι δύνασθαι ποιεῖν, ἀλλὰ καὶ οὐσίας; τῷ γὰρ δυνατὸν φανῆναι γίνεσθαί τι ἐξ οὐκ ὄντων, τό καὶ τὰς οὐσίας οὐτως ἔχειν δείκνυται.

3. πεῖ δὲ 4όθος ἔστι σοι περὶ τῆς τῶν κακῶν γενέσεως ζητεῖν, ἐπὶ τὸν τούτων ἐλεύσομαι λόγον· καί σου βραχέα πυθέσθαι βούλομαι· τὰ κακά πότερον οὐσίαι σοι δοκοῦσιν εἶναι ἢ ποιότητες οὐσιῶν;

Ποιότητας οὐσιῶν εὖ ἔχειν λέγειν μοι δοκεῖ.

Τ δὲ ὕλη ἄποιος ἠν καὶ ἀσχημάτιστος;

Οὕτω προλαβών ἐξεῖπον τῷ λόγῳ.

Οὐκοῦν εἰ τὰ κακὰ ποιότητες ὑπάρχουσιν οὐσιῶν, ἡ δὲ ὕλη ἄποιος ἦν, τῶν δὲ ποιοτήτων ποιητὴν εἶπας τὸν θεόν εἶναι, ἔσται καὶ τῶν κακῶν δημιουργός ὁ θεός. ὅτε τοίνυν οὐδʼ οὗτως ἀναίτιον τῶν κακῶν δυνατὸν εἰπεῖν τόν θεὸν, ὕλην αὐτῷ προσάπτειν περιττὸν εἶναί μοι δοκεῖ· εἰ δέ τι πρός ταῦτα εἰπεῖν ἔχεις, ἄρχου τοῦ λόγου. εἰ μὲν γάρ ἐκ φιλονεικίας ἡμῖν ἡ ζήτησις ἐγίνετο, οὐκ ἄν δεύτερον περὶ τῶν κακῶν τξίουν ὁρίζεσθαι· ἐπεὶ δὲ φιλίας ἕνεκα μᾶλλον καὶ τῆς πρός τὸν πλησίον ὡφελείας, τὴν ἐξέτασιν ποιούμεθα τῶν λόγων, ἄνωθεν περὶ τούτων ὁρίζεσθαι ἀξιῶ σχωρεῖν.

Γῆν μὲν προαίρεσιν τήν ἐμὴν ἐκ πολλοῦ σοι φανεράν εἶναι δοκῶ καὶ τήν ἐν τοῖς λόγοις σπουδήν, ὅτι οὐ πιθανῶς εἰπών φεῦδος νικήσαι θέλω, ἀλλά δειχθῆναι τὴν ἀλήθειαν μετὰ ἀκριβοῦς ἐξετάσεως· καὶ σὲ δὲ οὕτω διακεῖσθαι σαφῶς ἐπίσταμαι· ὅθεν οἶῳ τρόπῳ χρώμενος νομίζεις [*](8 δείκνυται] hactenus ha: sed v. infr. p. 219, l 1 21 εἰ- πεῖν] λέγειν Εu * x om. γὰρ Εu π x 26 om. συγχω- ρεῖν ABC; habet ante ἀξιῶ Εu * x)

218
δύνασθαι τὸ ἀληθὲς εὑρεῖν, τούτῳ χρῆσαι μηδὲν δυσωπούμενος· [*](ΑBC Εu Di Ph) οὐ γὰρ σεαυτὸν ὠφελήσεις μόνον χρησάμενος τῷ κρείττονι, ἀλλὰ πάντως κἀμὲ περὶ ὥν ἀγνοῶ. σαφῶς παραστῆναί μοι δοκεῖ καὶ τά κακὰ οὐσίας ὑπάρχειν τινάς· οὐδὲ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ ὄντα βλέπω.

4. Ἐπεὶ τοίνυν, ὤ οὗτος, καὶ τὰ κακὰ οὐσίας εἶναι λέγεις, ἀνάγκη τὸν τῆς οὐσίας ἐξετάζειν λόγον. δοκεῖ σοι τὴυ οὐσίαν σωματικήν τινα σύστασιν εἶναι;

Δοκεῖ.

Ἡ δὲ σωματική σύστασις αὐττ ἐφʼ ἑαυτῆς ὑπάρχει, οὐ δεομένη τινὸς, οὖ γενομένου τὸ εἶναι λήφεται;

Οὕτως ἔχει.

Δοκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος;

Οὕτω μοι φαίνεται.

Αἱ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνουσιν, ὁπότ’ ἄν ἐ ἐνεργῶν παρῇ;

Οὕτως ἔχει.

Οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐδʼ ὅπερ ἐνεργεῖ ἔσται ποτέ;

Οὐκ ἔσται.

Οὐκοῦν εἰ ἡ οὐσία σωματική τίς ἐστι σύστασις, δὲ σωματικτ σύστασις οὐ δεῖταί τινος, ἐν ᾦ γενομένη τὸ εἶναι λήφεται· τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, αἱ δὲ ἐνέργειαι δέουταί τινος, ἐν ῷ γενόμεναι τὸ εἶναι λαμβάνουσιν, οὐκ ἔσονται οὐσίαι τὰ κακά. εἰ δὲ οὐσίαι τὸ κακὸ, κακὸν δὲ ὁ φόνος, οὐσία ἔσται ὁ φόνος· ἀλλά μήν ὁ φόνος ἐνέργεια ὑπάρχει τινός· οὐκ ἔσται ἄρα οὐσία ὁ φόνος. εἰ δὲ τὰ ἐνεργοῦντα οὐσίας εἶναι θέλεις, σύμφημι κἀγώ· οἶον ἄυθρωπος ὁ φονεύς, καθʼ ὅν μὲν λόγον ἄνθρωπός ἐστιν, ὑπάρχει οὐσία· ὁ δὲ φόνος ὅν ποιεῖ οὐκ ἔστιν οὐσία, ἀλλʼ ἔργον τι τῆς οὐσίας. λέγομεν δὲ τὸν ἄνθρωπόν ποτε μὲν κακόν διά τὸ φονεύειν, ποτὲ δʼ σὖ πάλιν διὰ τὸ εὐεργετεῖν [*](7 ἀνάγκη] καὶ ABC * x 28 οὐσίας] οὐσίαν Εu * x 29 om. μὲν AB * x 31 om. τι Εu *)

219
[*](ΑΒ Εu Da Di Ph) ἀγαθόν· καὶ πέπλεκται ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἄτινα οὐκ ἔστιν αὐτή. οὔτε γὰρ φόνος ἐστὶν ἠ οὐσία, οὔτʼ αὗ πάλιν ή μοιχεία, οὔτε τι τῶν ὁμοίων κακῶν· ἀλλʼ ὥσπερ ἀπό τῆς γραμματικῆς ὁ γραμματικός λέγεται καὶ ἀπό τῆς ῥητορικῆς ὁ ῥήτωρ καὶ ἀπὸ τῆς ἰατρικῆς ὀ ἰατρός, τῆς οὐσίας οὔτε ἰατρικῆς οὔσης οὔτε μὴν ῥητορικῆς οὗτε γραμματικῆς, ἀλλʼ ἀπό τῶν συμβεβηκότων αὐτῇ τὴν προσηγορίαν λαμβανούσης, ἀφʼ ὧν οὕτως ὀνομάζεσθαι δοκεῖ, οὐδʼ ὄπότερον αὐτῶν οὖσα· ὁμοίως μοι φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσλαμβάνειν, οὐδʼ ὁπότερον οὗσαν αὐτῶν. καὶ ὁμοίως ἐπινόησον, εἶ τινα ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ τῶν κακῶν τοῖς ἀνθρώποις σἴτιον, ὡς κἀκεῖνος, καθὸ ἐν τούτοις ἐνεργεῖ καὶ ὑποβάλλει ποιεῖν τά κακά, ἐστὶ καὶ αὐτός κακός ἐξ ὧν ποιεῖ. διὰ τοῦτο γὰρ κἀκεῖνος κακὸς εἶναι λέγεται, ὅτι τῶν κακῶν ἐστὶ ποιητής· ἄ δέ τις ποιεῖ, οὐκ ἔστιν αὑτός, ἀλλʼ ἐνέργειαι αὐτοῦ, ἀφʼ ὧν τὴν προσηγορίαν τοῦ κακός λέγεσθαι λαμβάνει. εἰ γὰρ αὐτόν ὑπάρχειν εἶποιμεν ὅ ποιεῖ, ποιεῖ δὲ φόνους καὶ μοιχείας καὶ κλοπὰς καὶ ὅσα τούτοις ὅμοια, αὐτός ἔσται ταῦτα. εἰ δὲ ταῦτά ἐστιν αὐτός, ταῦτα δʼ ὅτε γίνεται τήν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων, ἔσονται τούτων οἱ ἄνθρωποι ποιηταὶ, καὶ τοῦ ἐἶναι καὶ τοῦ μηκέτʼ εἶναι αἴτιοι. εἰ δὲ ταῦτα αὐτοῦ ἐνεργείας φῇς, ἐξ ὥν ποιεῖ τὸ κακὸς εἶναι ἔχει, οὐκ ἐξ ὧν ἐστὶν οὐσία. κακόν δὲ εἴπομεν λέγεσθαι ἀπό τῶν συμβεβηκότων τῇ οὐσίᾳ, ἄτινα οὐκ ἔστιν ἠ οὐσία· ὡς ἀπό τῆς ἰτρικῆς ὁ ἰατρός. εἰ δὲ ἐξ ὥν ἐνεργεῖ ἕκαστος ὑπάρχει [*](1 πέπλεκται] rursus inc. De; ροσπλέκεται ΑBC Εu * 3 ὁ φόνος Ph om. ἡ Di ἡ (sec.)] ABC Εu ha Di : 7 om. μὴν ABC Di : 12 καὶ] .μοι Εu Me * 14, 15 om. καθὸ- κἀκεῖνος ΑBC 17 ἀλλʼ] + αἱ Eu ἐνέργεια Da Di Ph 18 κακῶς AB Da; κακοῦ 1h 23 τούτων] τούτου ABC Εu1; καὶ ἑαυτῶν Di; om. τούτων Phab 24, 25 ἐνεργείας αὐτοῦ ΑBC Εu x 28-1 (p. 220) om. ἔκαστος- ἐνεργεῖ ABC Εu; om. ἕκαστος ὑπάρχει Di; om. ἕκαστος Me Da)
220
κακὸς, ἄ δὲ ἐνεργεῖ ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἠρξατο [*](ΑBC Εu Da Di Ph) κἀκεῖνος εἶναι κακός, ἠρξατο δὲ καὶ ταῦτα εἶναι κακά. εἰ δὲ οὕτως ἔχει, οὑκ ἔστιν ἀνάρχως κακὸς, οὐδὲ ἀγένητα τὰ κακά, τῷ γενητὰ πρός αὐτοῦ εἶναι φάναι.