Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

12. Οὐκοὺν ἐγκαταλείπεται θείᾳ κρίσει ὁ ἐγκαταλειπόμινος, καὶ μακροθυμεῖ ἐπί τινας τῶν ἁμαρτανόντων ὁ θεὸς οὐκ ἀλόγως, ἀλλʼ ὡς αὐτοῖς συνοίσοντος ὡς πρός τὴν ἀθανασίαν τῆς ψυχῆς καὶ τὸν ἄπειρον αἰῶνα τοῦ μὴ ταχὺ συνεργηθῆναι εἰς σωτηρίαν, ἀλλά βράδιον ἐπὶ ταύτην ἀχθῆναι μετὰ τὸ πειραθῆναι πολλῶν κακῶν. ὥσπερ γάρ τινα καὶ ἰατροὶ δυνάμενοι τάχιον ἰσασθαι, ὅταν ἐγκεκρυμμένον ἰὸν ὑπονοῶσιν ὑπάρχειν περὶ τὰ σώματα, τὸ ἐναντίον τῷ ἰάσασθαι ἐργάζονται, διά τὸ ἰᾶθαι βούλεσθαι ἀσφαλέστερου τοῦτο ποιοῦντες· ἡγούμενοι κρεῖττον εἶναι πολλῷ χρόνῳ παρακατασχεῖν τινὰ ἐν τῷ φλεγμαίνειν καὶ κάμνειν ὑπὲρ τοῦ βεβαιότερον αὐτὸν τὴν ὑγείαν ἀπολαβεῖν, ἤπερ τάχιον μὲν ῥῶσαι δοκεῖν ὕστερον δὲ ἀναδῦναι καὶ πρόσκαιρον γενέσθαι τὴν ταχυτέραν ἵασιν· τὸν αὐτὸν τρόπον καὶ ὁ θεὸς, γινώσκων τὰ κρύφια τῆς καρδίας καὶ προγινώσκων τὰ [*]( συμβαίνει C. 24 καὶ] οἱ A)

164
μέλλοντα, διὰ τῆς μακροθυμίας ἐπιτρέπει τάχα καὶ διὰ τῶν [*](ABC) ἔξωθεν συμβαινόντων ἐφελκόμενος τὸ ἐν κρυπτῷ κακόν, ὑπὲρ τοῦ καθᾶραι τὸν διʼ ἀμέλειαν τὰ σπέρματα τῆς ἁμαρτίας κεχυρηκότα, ἵνα εἰς ἐπιπολὴν ἐλθόντα αὐτά τις ἐμέσας, [*](122) εἰ καὶ ἐπὶ πλεῖον ἐν κακοῖς γεγένηται, ὕστερον δυνηθῇ καθαρσίου τυχών τοὺ μετά τὴν κακίαν ἀναστοιχειωθῆναι. θεὸς γὰρ οἰκονομεῖ τὰς ψυχὰς οὐχ ὡς πρὸς τὴν φέρʼ εἰπεῖν πεντηκονταετίαν τῆς ἐνθάδε ζωῆς, ἀλλʼ ὡς πρὸς τόν ἀπέραντον αἰῶνα· ἄφθαρτον γὰρ φύσιν πεποίηκε τὴν νοερὰν καὶ αὐτῷ συγγενῆ, καὶ οὐκ ἀποκλείεται ὡσπερ ἐπὶ τῆς ἐνταῦθα ζωῆς ἡ λογικὴ ψυχὴ τῆς θεραπείας.

13. Φέρε δὲ καὶ τοιαύτῃ εἰκόνι ἀπὸ τοῦ εὐαγγελίου [*](Mt xiii 5 f.) χρησώμεθα. ἔστι τις πέτρα ὀλίγην ἔχουσα καὶ ἐπιπόλαιον γῆν, εἰς ἣν ἄν πέσῃ τὰ σπέρματα ταχὺ ἀνθεῖ, ἀλλʼ ἀνθήσαντα, ἐπεὶ ῥίζαν οὐκ ἔχει, ἡλίου ἀνατείλαντος καυματίζεται καὶ ξηραίνεται. καὶ αὔτή ἡ πέτρα ἀνθρωπίνη ἐστὶ ψυχὴ, διὰ τὴν ἀμέλειαν σκληρυνθεῖσα καὶ διὰ τὴν κακίαν ἀπολιθωθεῖσα· λιθίνη γὰρ οὐδενὶ ἔκτισται ὑπό θεοῦ καρδία, ἀλλʼ ἀπὸ τῆς πονηρίας τοιαύτη γίνεται. ὡσπερ οὖν, εἰ ἐγκαλοῖ τις τῷ γεωργῷ μὴ τάχιον τὰ σπέρματα ἐπὶ τὴν πετρώδη γῆν βαλόντι, ὁρῶν ἄλλην τινὰ πετρώδη γῆν λαβοῦσαν τὰ σπέρματα καὶ ἀνθοῦσαν, ἀποκρίναιτο ἄν ὁ γςωηργὸς ὅτι Βράδιον σπερῶ τὴν γῆν ταύτην ἐπιβαλών τὰ δυνάμενα παρακατασχεῖν τὰ σπαρησόμενα, κρείττονος ἐσομένου τῇδε τῇ γῇ τοῦ βραδυτέρου καὶ ἀσφαλεστέρου παρὰ τήν τάχιον εἰληφυῖαν καὶ ἐπιπολαιοτέρως· πεισθείημεν ἂν ὡς εὐλόγως λέγοντι τῷ γεωργῷ καὶ ὡς ἐπιστημόνως πεποιηκότι· οὕτῳ καὶ ὁ μέγας πάσης φύσεως γεωργὸς ὑπερτίθεται τὴν νομισθεῖσαν ἂν τάχιον εὐποιίαν, ἵνα [*](123) μὴ ἐπιπόλαιος γέηται. ἀλλʼ εἰκός τινα ἡμῖν πρὸς ταῦτα ἀνθυπενεγκεῖν· Διὰ τί δέ τι τῶν σπερμάτων πίπτει ἐπὶ τήν ἐξ ἐπιπολῆς ἔχουσαν τὴν γῆν οἱονεὶ πέτραν οὖσαν ψυχήν ; [*](13 καὶ ἐπιπόλεον ἔχουσα B 18 ὑπὸ] ἀπὸ A B 28 om. καὶ B)

165
[*](ABC) λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι βέλτιον τῇδέ τινι προπετέστερον βεβουλημένῃ τὰ κρείττονα, καὶ οὐχὶ ὀδῷ ἐπʼ αὐτὰ ὁδευσάσῃ, τυχεῖν οὗ βεβούληται· ἴνα ἑαυτῆς ἐπὶ τούτῳ καταγνοῦσα τὴν κατὰ φύσιν γεωργίαν μακροθυμήσῃ ὕστερον πολλῷ χρόνῳ λαβεῖν. ἄπειροι γὰρ ἡμῖν, ὡς ἄν εἴποι τις, αἱ ψυχαὶ καὶ ἄπειρα τὰ τούτων ἤθη καὶ πλεῖστα ὅσα τὰ κινήματα καὶ αἱ προθέσεις καὶ αἱ ἐπιβολαὶ καὶ αἱ ὁρμαί· ὧν εἶς μόνος οἰκονόμος ἄριστος καὶ τοὺς καιροὺς ἐπιστάμενος καὶ τὰ ἁρμόζοντα βοηθήματα καὶ τὰς ἀγωγάς καὶ τὰς ὁδοὺς, ὁ τῶν ὅλων θεὸς καὶ πατὴρ, ὁ εἰδώς πῶς καὶ τὸν Φαραὼ ἄγει διὰ τοσῶνδε καὶ καταποντισμοῦ, εἰς ὃν οὐ καταλήγει οἰκονομία τοῦ Φαραώ. οὐ γὰρ ἐπεὶ κατεποντώθη ἀνελύθη· Ἐυ γὰρ χειρὶ θεοῦ καὶ ἡμεῖς καὶ οἱ [*](Wisd vii 16) λόγοι μῶν, πᾶσά τε φρόνησις καὶ ἐργατιῶν ἐπιστήμη. καὶ ταῦτα μὲν μετρίως εἰς ἀπολογίαν περὶ τοῦ ἐσκληρύνθαι [*](cf. Ex vii 14) τὴν καρδίαν Φαραὼ, καὶ περὶ τοῦ· Ὃν θέλει ἐλεεῖ, ὃν δὲ [*](Ro ix 18) θέλει σκληρύνει.

14. Ἴδωμεν δὲ καὶ τὸ ἐκ τοῦ Ἰεζεκιὴλ λέγοντος· Ἐξελῶ τὰς λιθίνας καρδίας ἀπʼ αὐτῶν καὶ ἐμβαλῶ σαρκίνας, ὅπως ἐν τοῖς δικαιώμασί μου πορεύωνται καὶ τὰ προστάγματά μου φυλάσσωσιν. εἰ γὰρ ὅτε βούλεται ὁ θεὸς ἐξαίρει τάς λιθίνας καρδίας καὶ ἐντίθησι σαρκίνας, ὥστε τὰ προστάγματα αὐτοῦ φυλάττεσθαι καὶ τηρεῖσθαι [*](124) τὰς ἐντολὰς, οὐκ ἔστι τὴν κακίαν ἀποθέσθαι ἐφʼ ἡμῖν. τὸ γὰρ ἐξαιρεθῆναι τὰς λιθίνας καρδίας οὐδὲν ἄλλο ἐστὶν ἢ τὴν κακίαν, καθʼ ἣν σκληρύνεταί τις, περιαιρεθῆναι ἀφʼ οὗ ὁ θεὰς βούλεται· καὶ τὸ ἐγγενέσθαι καρδίαν σαρκίνην, ἵνα ἐν τοῖς προστάγμασί τις πορεύηται τοῦ θεοῦ καὶ φυλάσσῃ αὐτοῦ τὰς ἐντολάς, τί ἄλλο ἐστὶν ἣ εἰκτικὸν γενέσθαι καὶ μὴ ἀντίτυπον πρὸς τὴν ἀλήθειαν καὶ πρακτικὸν τῶν ἀρετῶν; εἰ δὲ ταῦτα ἐπαγγέλλεται ὀ θεός ποιεῖν, καὶ [*](1 τινι] τῆ γῆ C 11 τοσῶνδε] τούτων δὲ A; τόσων B 14 ἐργατειῶν C; ἐργασιῶν A 20 πορεύσωνται C)

166
πρὶν ἀφελεῖν αὐτὸν τὰς λιθίνας καρδίας οὐκ ἀποτιθέμεθα [*](ABC) αὐτὰς, δῆλον ὅτι οὐκ ἐφʼ ἡμῖν ἐστὶν ἀποθέσθαι τὴν κακίαν· καὶ εἰ οὐχ ἡμεῖς τι πράττομεν ἵνα ἐγγένηται ἡμῖν ἡ σαρκίνη καρδία, ἀλλά θεοῦ ἐστὶν ἔργον, οὐχ ἡέτερον ἔργον ἔσται τὸ κατʼ ἀρετὴν βιοῦν, ἀλλὰ πάντη θεία χάρις. ταῦτα μὲν ἐρεῖ ὁ ἀπὸ τῶν φιλῶν ῥητῶν τό ἐφʼ ἡμῖν ἀναιρῶν. ἡμεῖς δὲ ἀποκρινούμεθα τούτων οὓτως ἀκούειν δεῖν λέγοντες ὅτι, ὥσπερ ὁ ἐν ἀμαθία καὶ ἀπαιδευσίᾳ τυγχάνων, αἰσθανόμενος τῶν ἰδίων κακῶν ἤτοι ἐκ προτροπῆς τοῦ διδάσκοντος ἢ ἄλλως ἐξ ἑαυτοῦ, ἐπιδίδωσιν ἑαυτὸν ᾦ νομίζει δύνασθαι αὐτὸν χτιραγςγήσειν ἐπἱ παίδευσιν καὶ ἀρετήν, ἐπιδιδόντος δὲ τούτου ὁ παιδεύων ἐπαγγέλλεται ἐξελεῖν τὴν ἀπαιδευσίαν καὶ ἐνθήσειν παιδείαν, οὐχ ὡς οὐδενός ὄντος εἰς τὸ παιδευθῆναι καὶ φυγεῖν τὴν ἀπαιδευσίαν ἐπὶ τῷ ἑαυτὸν προσαγηοχότι θεραπευθησόμενον, ἀλλʼ ὡς ἐπαγγελλόμενος βελτιώσειν τὸν βουλόμενον· οὔτως ὁ θεῖος λόγος ἐπαγγέλλεται τῶν προσιόντων τὴν κακίαν ἐξαιρεῖν, ἣν ὠνόμασε λιθίνην καρδίαν, οὐχὶ ἐκείνων οὐ βουλομένων ἀλλʼ ἑαυτοὺς τῷ ἰατρῷ τῶν καμνόντων παρςσχηκότων· ὤσπερ ἐν τοῖς εὐαγγελίοις εὑρίσκονται οἱ κάμνοντες προσρχόμενοι [*](125) τῷ σωτῆρι καὶ ἀξιοῦντες ἰάσεως τυχεῖν καὶ θεραπευόμενοι. καὶ ἔστι φέρʼ εἰπεῖν τὸ τοὺς τυφλοὺς ἀναβλέφαι ἔργον, κατά μὲν τὸ ἠξιωκέναι πιστεύσαντας δύνασθαι θεραπεύεσθαι, τῶν πεπονθότων, κατὰ δὲ τὴν ἀποκατάστασιν τῆς ὁράσεως, τοῦ σωτῆρος ἡμῶν. οὓτως οὖν ἐπαγγέλλεται ὁ λόγος τοῦ θεοῦ ἐμποιήσειν ἐπιστήμην τοῖς προσιοῦσιν, ἐξελὼν τὴν λιθίνην καὶ σκληρὰν καρδίαν, ὅπερ ἐστὶ τὴν κακίαν, ὑπὲρ τοῦ τινα πορεύεσθαι ταῖς θείαις ἐντολαῖς καὶ φυλάσσειν τὰ θεῖα προστάγματα.

15. Ἠν μετὰ ταῦτα τὸ ἀπὸ τοῦ εὐαγγελίου, ὅτε ὁ [*](Mc iv 11 f.) σωτὴρ ἔφασκε διὰ τοῦτο τοῖς ἔξω ἐν παραβολαῖς λαλεῖν, Ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσι, [*](1 αὐτὸν] αὐτῶν Β 6 om.ὁ B 8 om. ὁ A 9 ἠ] καὶ A 14 φεύγειν AC 24 om. τῶν πεπονθότων AC)

167
[*](ABC) μήποτε ἐπιστρέφωσι καὶ ἀφεθῇ αὐτοῖς. καὶ ἐρεῖ ὁ ἐξ ἐναντίας· Εἰ πάντως τῶν σαφεστέρων ἀκούσαντες οἵδε τινὲς ἐπιστρέφουσιν, καὶ οὕτως ἐπιστρέφουσιν ὥστε ἀξίους αὐτούς γενέσθαι ἀφέσεως ἁμαρτημάτων, οὐκ ἔστι δὲ ἐπ’ αὐτοῖς τὸ ἀκοῦσαι τῶν σαφεστέρων λόγων ἀλλʼ ἐπὶ τῷ διδάσκοντι, καὶ διὰ τοῦτο οὐκ ἀπαγγέλλει αὐτοῖς σαφέστερον, μήποτε ἴδωσι καὶ συνιῶσιν· οὐκ ἔστιν ἐπʼ αὐτοῖς τὸ σωθῆναι· εἰ δὲ τοῦτο, οὐκ ἐσμὲν αὐτεξούσιοι περὶ σωτηρίας καὶ ἀπωλείας. πιθανή μὲν οὖν πρὸς ταῦτα ἀπολογία ἠν, εἰ μὴ προσέκειτο τό· Μήποτε ἐπιστρέφωσι καὶ ἀφεθῇ αὐτοῖς· τὸ ὅτι οὐκ ἐβούλετο τοὺς μὴ ἐσομένους καλούς καὶ ἀγαθοὺς συνιέναι τῶν μυστικωτέρων ὁ σωτὴρ, καὶ διὰ τοῦτο ἐλάλει αὐτοῖς ἐν παραβολαῖς· νῦν δὲ, κειμένου τοῦ· Μήποτε ἐπιστρέφωσι καὶ ἀφεθῇ αὐτοῖς· ἡ ἀπολογία ἐστὶ χαλεπωτέρα. πρῶτον τοίνυν σημειωτέον ἐστὶ τὸν τόπον πρὸς τοὺς ἑτεροδόξους, λεξιθηροῦντας μὲν τὰ ἀπὸ τῆς παλαιᾶς διαθήκης τοιαῦτα, ἔνθα ἐμφαίνεται, ὡς αὐτοὶ τολμῶντες λέγουσιν, ὠμότης τοῦ [*](126) δημιουργοῦ, ἡ ἀμυντικὴ καὶ ἀνταποδοτική τῶν χειρόνων προαίρεσις, ἢ ὅ τί ποτε θέλουσι τὸ τοιοῦτον ὀνομάζειν, μόνον ἵνα λέγωσιν οὐκ ἀγαθότητα εἶναι ἐν τῷ κτίσαντι· οὐχ ὁμοίως δὲ οὐδὲ εὐγνωμόνως ἐντυγχάνοντας τῇ καινῇ, ἀλλὰ παραπεμπομένους τὰ παραπλήσια οἶς νομίζουσιν εἶναι ἐπιλήπτοις ἀπὸ τῆς παλαιᾶς. φανερῶς γὰρ καὶ κατὰ τὸ εὐαγγέλιον ὀ σωτήρ δείκνυται, ὡς αὐτοὶ φάσκουσιν ἐπὶ τῶν προτέρων, διὼ τοῦτο σαφῶς μὴ φθεγγόμενος ἵνα μὴ ἐπιστρέψωσιν οἱ ἄνθρωποι καὶ ἐπιστρέφοντες ἀφέσεως ἁμαρτημάτων ἄξιοι γένωνται· ὅπερ καθʼ αὐτῶ οὐδενὸς ἔλαττόν ἐστι τῶν ἀπὸ τῆς παλαιᾶς κατηγορουμένων τοιούτων. ἐὰν δὲ περὶ τοῦ εὐαγγελίου ἀπολογίαν ζητῶσι, λεκτέον πρὸς αὐτούς· εἰ μὴ ἐπιλήπτως ποιῶσιν ἐπὶ τῶν ὁμοίων προβλημάτων ἀνομοίως ἱστάμενοι, καὶ κατὰ μὲν τὴν καιὴν οὐ προσκόπτοντες ἀλλʼ ἀπολογίαν ζητοὺντες, [*](2 πάντες B 3, 4 αὐτοὺς ἀξίους γεν. A; ἀξίους γεν.αὐτούς C 7 συνῶσιν ABC 16 om. τῆς B 32 προσσκώπτοντες A)
168
κατὰ δὲ τὴν παλαιάν περὶ τῶν παραπλησίων, δέον ἀπολογεῖσθαι [*](ABC) ὁμοίως τοῖς ἀπὸ τῆς καινῆς, κατηγοροῦντες· ἐξ ὧν συμβιβάσωμεν αὐτοὺς διὰ τὰς ὁμοιότητας ἐπὶ τὸ πάντα ἡγεῖσθαι ἑνὸς εἶναι γράμματα θεοῦ. φέρε δὴ καὶ πρὸ τό προκείμενον ἀπολογίαν κατὰ τό δυνατόν πορισώμεθα.

16. Ἐφάσκομεν καὶ περὶ τοῦ Φαραώ ἐξετάζοντες ὅτι ἐνίοτε τὸ τάχιον θεραπευθῆναι οὐ πρὸς καλοῦ γίνεται τοῖς θεραπευομένοις, εἰ παρʼ ἑαυτοὺς χαλεποῖς περιπεσόντες εὐχερῶς ἀπαλλαγεῖεν τούτων οἶς περιπεπτώκασι· καταφρονοῦντες γὰρ ὡς εὐιάτου τοῦ κακοῦ, δεύτερον οὐ φυλαττόμενοι τὸ περιπεσεῖν αὐτῷ ἐν αὑτῷ ἔσονται. διόπερ ἐπὶ τῶν τοιούτων ὁ θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, [*](Sus. 42) ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, κατά τὴν χρηστότητα [*](127) αὐτοῦ ὑπερτίθεται τὴν ταχυτέραν πρὸς αὐτοὺς βοήθειαν καὶ, ἵνʼ οὕτως εἴπω, βοηθῶν αὐτοῖς οὐ βοηθεῖ, τούτου αὐτοῖς [*](cf. Mc iv 11) λυσιτελοῦντος. εἰκὸς οὖν καὶ τοὺς ἔξω, περὶ ὧν ὁ λόγος, τῷ σωτῆρι κατὰ τὸ προκείμενον ἑωραμένους οὐ βεβαίους ἔσεσθαι ἐν τῇ ἐπιστροφῇ εἰ τρανότερον ἀκούσαιεν τῶν λεγομένων, ὑπὸ τοῦ κυρίου ᾠκονομήσθαι μὴ σαφέστερον ἀκοῦσαι τῶν βαθυτέρων· μήποτε τάχιον ἐπιστρέφοντες καὶ ἰαθέντες ἐν τῷ ἀφέσεως τυχεῖν, ὡς εὐχερῶν τῶν τῆς κακίας τραυμάτων καὶ εὐιάτων καταφρονήσαυτες, πάλιν καὶ τάχιον αὐτοῖς περιπέσωσι. τάχα δὲ καὶ τίνουτες δίκας τῶν προτέρων ἁμαρτημάτων, ὥν εἰς τὴν ἀρετήν ἐπλημμέλησαν καταλιπόντες αὐτὴυ, οὐδέπω τὸν πρέποντα χρόνον ἐκπεπληρώκεσαν· τῷ καταλειπομένους αὐτοὺς ἀπὸ τῆς θείας ἐπισκοπῆς, ἐπὶ πλεῖον ἐμφορηθέντας τῶν ἰδίων ἃ ἔσπειραν κακῶν, ὓστερον εἰς βεβαιοτέραν μετάνοιαν καλεῖσθαι, οὐ ταχέως περιπεσουμένους οἷς πρότερον περιπεπτώκεσαν τὸ ἀξίωμα ἐνυβρίσαντες τῶν καλῶν καὶ τοῖς χείροσιν ἑαυτοὺς ἐπιδεδωκότες. οἱ μὲν οὖν ἔξω λεγόμενοι, δηλονότι συγκρίσει τῶν ἔσω, οὐ πάντη πόρρω τῶν ἔσω [*](3 συμβιβάσομεν C 14 παχυτέραν B 15 τοῦτο B 13 ἑαυτοῖς AB 32 ἔσω] ἔξω BC)

169
[*](ABC) τυγχάνοντες τῶν ἔσω σαφῶς ἀκουόντων, ἀκούουσιν ἀσαφῶς διὰ τὸ ἐν παραβολαῖς αὐτοῖς λέγεσθαι· πλήν ἀκούουσιν. ἕτεροι δὲ τῶν ἔξω οἱ λεγόμενοι Τύριοι, καίτοιγε προεγνωσμένοι [*](cf. Mt xi 21) ὅτι πάλαι ἂυ ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν, ἐγγὺς γενομένου τοῦ σωτῆρος τῶν ὁρίων αὐτῶν, οὐδὲ τὰ τῶν ἔξω ἀκούουσιν· ὡς εἰκὸς μᾶλλον πόρρω ὄντες [*](128) τῆς ἀξίας τῶν ἔξω, ἴνʼ ἐν ἄλλῳ καιρῷ μετὰ τὸ ἀνεκτότερον αὐτοῖς γενέσθαι παρὰ τοὺς μὴ παραδεξαμένους τὸν λόγον, ἐφʼ ὧν ὲμνημόνευσε καὶ τῶν Τυρίων, εὐκαιρότερον ἀκούσαντες βεβαιότερον μετανοήσωσιν. ὅρα δὲ εἰ μὴ μᾶλλον ἡμεῖς πρὸς τῷ ἐξεταστιεῷ καὶ τὸ εὐσεβὲς πάντη ἀγωνιζόμεθ α τηρεῖν περὶ θεοῦ καὶ τοῦ χριστοῦ αὐτοῦ, ἐκ παντὸς ἀπολογεῖσθαι πειρώμενοι ὡς ἐν τηλικούτοις καὶ τοιούτοις περὶ τῆς ποικίλης προνοίας τοῦ θεοῦ ἀθανάτου ψυχῆς προνοουμένου. εἰ γοῦν τις περὶ τῶν ὀνειδιζομένων ζητοίη, ὅτι ὁρῶντες τεράστια καὶ ἀκούοντες θείων λόγων οὐκ ὠφελοὺνται, Τυρίων ἂν μετανοησάντων εἰ τοιαῦτα παρʼ αὐτοῖς ἐγεγόνει καὶ εἶρητο· ζητοίη δὲ φάσκων, τί δήποτε τοῖς τοιούτοις ἐκήρυξεν ὁ σωτὴρ ἐπὶ κακῷ αὐτῶν, ἵνα βαρύτερον αὐτοῖς τὸ ἁμάρτημα λογισθῇ· λεκτέον πρὸς αὐτὸν ὅτι ὁ πάντων τὰς διαθέσεις κατανοῶν τῶν αἰτιωμένων αὐτοῦ τὴν πρόνοιαν, ὡς παρʼ ἐκείνην οὐ πεπιστευκότων μὴ δωρησαμένην ἰδεῖν ἃ ἑτέροις θεάσασθαι ἐχαρίσατο, καὶ μὴ οἰκονομήσασαν ἀκοῦσαι τούτων ἃ ἂλλοι ἀκούσαντες ὠφέληνται, τὴν ἀπολογίαν οὐκ εὔλογον οὖσαν ἐλέγξαι βουλόμενος δίδωσι ταῦτα, ἃ οἱ μεμφόμενοι τὴν διοίκησιν αὐτοῦ ἤτησαν· ἵνα μετὰ τὸ λαβεῖν, οὐδὲν ἡττον ἐλεγχθέντες ὡς ἀσεβέστατοι τῷ μηδʼ οὕτως τῷ ὠφελεῖσθαι ἑαυτοὺς ἐπιδεδωκέναι, παύσωνται τοῦ τοιούτου θράσους, καὶ κατʼ αὐτὸ τοῦτο ἐλευθερωθέντες μάθωσιν ὅτι ποτὲ εὐεργετῶν τινὰς ὁ θεὸς μέλλει καὶ βραδύνει, μὴ χαριζόμενος ὁρᾷν καὶ ἀκούειν [*](129) τοιαῦτα, ἐφʼ οἱς ὀραθεῖσι καὶ ἀκουσθεῖσι βαρυτέρα καὶ [*](14 ἀθανάτου] ἀπὸ θανάτου B 24 om. ἄ B)
170
χαλεπωτέρα ἡ ἁμαρτία ἐλέγχεται τῶν μετὰ τηλικαῦτα καὶ [*](ABC (cat)) τοιαῦτα μὴ πεπιστευκότων.

[*](Ro ix 16)

17. Ἴδωμεν δὲ καὶ περὶ τοῦ· Ἄρʼ οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. οἱ γάρ ἐπιλαμβανόμενοί φασιν· Εἰ μὴ τοῦ θέλοντος μηδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ, οὐκ ἐκ τοῦ ἐφʼ ἡμῖν τὸ σώζεσθαι, ἀλλʼ ἐκ κατασκευῆς τῆς ἀπὸ τοῦ τοιούσδε κατασκευάσαντος γεγςνημένης ἢ ἐκ προαιρέσεως τοῦ ὅτε βούλεται ἐλεοῦντος. παρʼ ὧν τοῦτο πευστέον· Τὸ θέλειν τὰ καλὰ καλόν ἐστιν ἢ φαῦλον; καὶ τὸ τρέχειν βουλόμενον τυχεῖν τοῦ τέλους ἐν τῷ σπεύδειν ἐπὶ τὰ καλὰ ἐπαινετόν ἐστιν ἢ ψεκτόν; εἴτε γὰρ ἐροῦσι ψεκτὸν, παρὰ τὴν ἐνάργειαν ἀ ποκρινοῦνται, καὶ τῶν ἀγίων θελόντων και τρεχόντων, καὶ δηλονότι ἐν τούτῳ ψεκτὸν οὐ ποιούντων. εἶτε ἐροῦσιν ὅτι καλὸν τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλὰ, πευσόμεθα πῶς ἡ ἀπολλυμένη φύσις θέλει τὰ κρείττονα· οἱονεὶ γὰρ δένδρον πονηρὸν καρποὺς ἀγαθοὺς φέρει, εἴγε καλόν τὸ θέλειν τὰ κρείττονα. τρίτον δὲ ἐροῦσιν ὅτι τῶν μέσων ἐστὶ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλὰ, καὶ οὔτε ἀστεῖον οὔτε φαῦλον. λεκτέον δὲ πρὸς τοῦτο ὅτι, εἰ τὸ θέλειν τὰ καλὰ καὶ τὸ τρέχειν ἐπὶ τὰ καλὰ μέσον ἐστὶ, καὶ τὸ ἐναντίον αὐτῷ μέσον ἐστὶ, τουτέστι τὸ θέλειν τὰ κακὰ καὶ τρέχειν ἐπὶ τὰ κακά. οὐχὶ δέ γε μέσον ἐστὶ τὸ θέλειν τὰ κακὰ καὶ τρέχειν ἐπὶ τὰ κακά. οὐκ ἄρα μέσον τὸ θέλειν τὰ καλὰ καὶ τρέχειν ἐπὶ τὰ καλά.