Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

9. Τάχα δὲ καὶ οἱ οἱονεὶ πόλεμοι τῶν μελισσῶν διδασκαλία ἔγκειται πρὸς τὸ δικαίους καὶ τεταγμένους πολέ. μους, εἶ ποτε δέοι, γίγνεσθαι ἐν ἀνθρώποις. καὶ οὐ πόλεις μὲν καὶ προπόλεις ἐν μελίσσαις· ἀλλʼ οἱ σίμβλοι καὶ τὰ [*](1 λογικῆς] λογισμοῦ ABC 2 ἀπʼ ἀλόγου] ἀπολογου (sic) AB; ἀπὸ λόγου C 11 om. αἱ ABC 14 ἀρίστους ABC 23 γένων- ται U+05D0* 24 πείθονται U+05D0A ἡγεμόνι ABC 29 πόλις U+05D0 30 πρόπολις U+05D0)

133
[*](U+05D0ABC) ἑξάγωνα καὶ τὰ μελισσῶν ἔργα καὶ ἡ παρʼ ἐκείναις διαδοχή αὐτῶν, διὰ τοὺς ἀνθρώπους εἰς πολλὰ τοῦ μέλιτος χρήζοντος, θεραπείας τε σωμάτων πεπονθότων καὶ τροφήν καθαρτήριον. οὐ παραβλητέου δὲ τὰ κατὰ τῶν κηφήνων ὑπὸ τῶν μελισσῶν ἐπιτελούμενα, ταῖς κατὰ τῶν ἀργῶν ἐν ταῖς πόλεσι καὶ πονηρῶν δίκαις, καὶ ταῖς κατʼ αὐτῶν κολάσεσιν. ἀλλʼ, ὡς προεἴπον, τὴν μὲν φύσιν ἐν τούτοις θαυμαστέον· τὸν δʼ ἄνθρωπον, ἐπιλογίσασθαι τὰ περὶ πάντων δυνάμενον καὶ κοσμῆσαι τὰ πάντων, ἄτε συνεργοῦντα τῇ προνοίᾳ, ἀποδεκτέον· καὶ οὐ μόνης προνοίας θεοῦ ἔργα ἐπιτελοῦντα, ἀλλὰ καὶ τῆς ἑαυτοῦ.

10. Εἰπών δʼ ὁ Κέλσος περὶ τῶν μελισσῶν, ἵνα τὸ ὅσον ἐφʼ ἑαυτῷ ἐξευτελίσῃ ἡμῶν οὐ χριστιανῶν μόνον ἀλλὰ [*](565) καὶ πάντων ἀνθρώπων τὰς πόλεις καὶ τὰς πολιτείας καὶ τὰς ἀρχὰς καὶ τὰς ἡγεμονίας καὶ τοὺς ὑπὲρ τῶν πατρίδων πολέμους, ἔξῆς ἐπιφέρει διεξιὼν μυρμήκων ἐγκώμιον· ὅπως τῷ περὶ ἐκείνων ἐγκωμίῳ τὸ τῶν ἀνθρώπων περὶ τὴν τροφήν οἰκονομικὸν καταβάλῃ τῷ λόγῳ τῷ πρὸς τοὺς μύρμηκας, καὶ τὸ τῶν χειμαδίων προνοητικόν καταρρίψῃ, ὡς οὐδὲν πλέον ἔχον τῆς ἀλόγου τῶν μυρμήκων ἐν οἶς ἐκεῖνος νομίζει προνοίας. τίνα δʼ οὐκ ἂν τῶν ἁπλουστέρων ἀνθρώπων καὶ οὐκ ἐπισταμένων ἐνορᾷν τῇ φύσει πάντων πραγμάτων ἀποτρέψοι, τὸ ὅσον ἐφʼ ἑαυτῷ, ὁ Κέλσος ἀπὸ τοῦ τοῖς βαρουμένοις ὑπό φορτίων βοηθεῖν καὶ κοινωνεῖν ἐ. κείνοις τῶν καμάτων, λέγων περὶ μυρμήκων ὡς ‘ἂν ἀλλήλοις τῶν φορτίων, ἐπειδάν τινα κάμνοντα ἴδωσιν, ἐπιλαμβάνωνται; ἐρεῖ γὰρ ὁ δεόμενος τῆς διὰ λόγου παιδεύσεως καὶ μηδαμῶς ἐπαΐων αὐτῆς· Ἐπεὶ τοίνυν μηδὲν διαφέρομεν μυρμήκων καὶ ὅτε τοῖς κάμνουσι διὰ τό φέρειν βαρύτατα φορτία βοηθοῦμεν, τί μάτην τὸ τοιοῦτον ποιοῦμεν; καὶ οἱ [*](1 ἐξαγωγὰ U+05D0* καὶ τὰ] τῶν U+05D0 3 σωμάτων πεπονθότων] χάριν πεπονθ.σωμ. ABC καθαρτήριον] B; καθαξ (sic) C; καθά- ριον U+05D0A 5 om. κατὰ 8 τα π. πάντ.ἐπιλογ. ABC 17, 18 οἰκονομ. π. τὴν τροφήν 20 ἔχων U+05D0 22 οὐκ] μὴ ABC 24 om. τοῖς U+05D0 29, 30 om. διὰ τὸ φ. β. φορτία ABC)

134
μὲν μύρμηκες, ἄτε ἄλογα ζῶα τυγχάνοντες, οὐκ ἂν ἐπαρθεῖεν [*](U+05D0ABC) πρὸς τὸ μέγα φρονῆσαι διὰ τὸ παραβαλέσθαι ἀνθρώποις τὰ ἔργα αὐτῶν· οἱ δʼ ἄνθρωποι διὰ τὸν λόγον ἀκοῦσαι δυνηθέντες τίνα τρόπον εὐτελίζεται αὐτῶν τὸ κοινωνικόν, βλαβεῖεν ἄν τὸ ὅσον ἐπὶ τῷ Κέλσῳ καὶ τοῖς λόγοις αὐτοῦ, οὐκ ἰδόντι ὅτι χριστιανισμοῦ ἀποτρέψαι θέλων τοὺς ἐντυγχάνοντας αὑτοῦ τῇ γραφῇ ἀποτρέπει καὶ τῶν οὐ χριστιανῶν τὸ πρὸς τοὺς φέροντας τὰ βαρύτατα τῶν φορτίων συμπαθές. ἐχρῆν δʼ αὐτόν, εἶπερ ἦν καὶ φιλόσοφος αἰσθανόμενος τοῦ κοινωνικοῦ, πρός τῷ μὴ συναναιρεῖν τῷ χριστιανισμῷ τὰ ἀ χρήσιμα τῶν ἐν ἀνθρώποις, καὶ συνεργεῖν, εἰ οῖόυ τʼ ἦν, τοῖς κοινοῖς ἐν χριστιανισμῷ πρὸς τοὺς ἁλλους ἀνθρώπους καλοῖς. εἰ δὲ καὶ τῶν ἀποτιθεμένων καρπῶν τάς ἐκφύσεις ἀπεκτιθέασιν οἱ μύρμηκες, ἵνα μὴ σπαργῷεν μένοιεν δὲ δι᾿ ἔτους αὐτοῖς εἰς τροφήν· οὐ λογισμὸν εἶναι ἐν μύρμηξι τούτων σἴτιον ὑπονοητέον, ἀλλὰ τὴν παμμήτορα φύσιν καὶ τὰ ἄλογα κοσμήσασαν, ὡς μηδὲ τοὺλάχιστον καταλιπεῖν μηδαμῶς φέρον ἴχνος τοῦ ἀπὸ τῆς φύσεως λόγου. εἰ μὴ ἄρα διὰ τούτων λεληθότως βούλεται ὁ Κέλσος, καὶ γὰρ ἐν πολλοῖς Πλατωνίζειν θέλει, ὁμοειδῆ εἶναι πᾶσαν ψυχὴν, καὶ μηδὲν διαφέρειν τὴν τοῦ ἀνθρώπου τῆς τῶν μυρμήκων καὶ τῶν μελισσῶν· ὅπερ κατάγοντός ἐστι τὴν ψυχὴν ἀπό τῶν[*](566) ἀλλὰ καὶ ἐπὶ τὰ λοιπά. τούτοις δʼ οὐ πείσονται χριστιανοὶ, προκατειληφότες τὸ κατʼ εἰκόνα γεγονέναι θεοῦ τὴν ἀνθρωπίνην ψυχὴν, καὶ ὁρῶντες ὅτι ἀμήχανόν ἐστι τήν κατʼ εἰκόνα θεοῦ δεδημιουργημένην φύσιν πάντη ἀπαλεῖφαι τοὺς χαρακτῆρας αὐτῆς, καὶ ἁλλους ἀναλαβεῖν οὐκ οἶδα κατʼ εἰκόνας τίνων γεγενημένους ἐν τοῖς ἀλόγοις.

[*](2 διὰ τὸ παραβαλέσθαι] ἐπὰν παραβάλλωνται (-ονται A) ABC 6 ἰδόντι] εἰδότι ABC 9 καὶ] κἂν 10 om. μὴ U+05D0 τοῖς χριστιανισμοῦ 12 om. ἐν ABC 19 om. βούλεται ABC om. καὶ γὰρ ΑBC 20 θέλει] -καὶ βούλεται ΑBC 23 μόνον σῶμα ABC 25 θεοῦ γεγονέναι ABC 28 ἁλλους] ἀλόγους ABC)
135
[*](U+05D0ABC)

11. Ἐπεὶ δὲ καὶ ‘τοῖς ἀποθνήσκουσι μύρμηξί φησι τοὺς ζῶντας ἴδιόν τι ἀποκρίνειν χωρίον, κἀκεῖνο αὐτοῖς εἶναι πάτρια μνήματα· λεκτέον ὅτι, ὅσῳ πλείονα λέγει τῶν ἀλόγων ζώων ἐγκώμια, τοσούτῳ πλεῖον, κἂν μὴ θέλῃ, αὔξει τὸ τοῦ πάντα κοσμήσαντος λόγου ἔργον, καὶ δείκνυσι τὴν ἐν ἀνθρώποις ἐντρέχειαν δυναμένην κοσμεῖν τῷ λόγῳ καὶ τὰ πλεονεκτήματα τῆς φύσεως τῶν ἀλόγων. τί δὲ λέγω τῶν ἀλόγων, ἐπεὶ Κέλσῳ δοκεῖ μηδʼ ἄλογα εἶναι τὰ κατὰ τὰς κοινὰς πάντων ἐννοίας ἄλογα καλούμενα; οὐδὲ τοὺς μύρμηκας γοῦν οἴεται εἶναι ἀλόγους ὁ περὶ τῆς ὅλης φύσεως ἐπαγγειλάμενος λέγειν καὶ τὴν ἀλήθειαν ἐν τῇ ἐπιγραφῇ τοῦ βιβλίου αὐχήσας. φησὶ γὰρ περὶ τῶν μυρμήκων ὡς διαλεγομένων ἀλλήλοις τοιαῦτα· ‘Καὶ μὲν δὴ καὶ ἀπαντῶντες ἀλλήλοις διαλέγονται, ὅθεν οὐδὲ τῶν ὁδῶν ἁμαρτάνουσιν· οὐκοῦν καὶ λόγου συμπλήρωσίς ἐστι παρʼ αὐτοῖς καὶ κοιναὶ ἔννοιαι καθολικῶν τινῶν καὶ φωνὴ καὶ τυγχάνοντα καὶ σημαινόμενα.᾿ τὸ γὰρ διαλέγεσθαί τινα πρὸς ἕτερον ἐν φωνῇ γίνεται δηλούσῃ τι σημαινόμενον, πολλάκις δὲ καὶ περὶ τῶν καλουμένων τυγχανόντων ἀπαγγελλούσῃ· ἅπερ καὶ ἐν μύρμηξι λέγειν εἶναι, πῶς οὐ πάντων ἄν εἴη καταγελαστότατον;

12. Καὶ οὐκ αἰδεῖταί γε ἐπιφέρων τούτοις, ἵνα καὶ τοῖς μετʼ αὐτὸν ἐσομένοις ἐπιδεικνύηται τὴν τῶν δογμάτων ἑαυτοῦ ἀσχημοσύνην, λέγων· ‘Φέρʼ οὖν, εἴ τις ἀπʼ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπιβλέποι, τί ἄν δόξαι διαφέρειν τὰ ὑφʼ ἡμῶν ἤ τὰ ὑπὸ μυρμήκων καὶ μελισσῶν δρώμενα;ʼ ὀ ἀπʼ οὐρανοῦ δὴ ἐπὶ γῆν κατὰ τὴν ὑπόθεσιν αὑτοῦ βλέπων τὰ δρώμενα ὑπὸ τῶν ἀνθρώπων καὶ τὰ ὑπὸ τῶν μυρμήκων γινόμενα, πότερον ἑνορ μὲν ἀνθρώπων καὶ μυρμήκων σώμασιν, οὐ κατανοεῖ δὲ τὸ λογικὸν ἡγεμονικὸν καὶ [*](1 ἐπεὶ δὲ] ἐπειδὴ U+05D0 7, 8 om. τί δὲ λέγω τῶν ἀλόγων U+05D0C 19, 20 ἀπαγγέλλουσιν BC; ἀπαγγέλουσαν (sic) U+05D0 21 ἄν πάντων εἴη AB; ἄν εἴη πάντων C 24 ἀσχημοσύνη 25 ἐπὶ τὴν γῆν] τὰ ἐπὶ γῆς ΑBC 30 σώμασιν ante ἀνθρώπων ABC)

136
λογισμῷ κινούμενον, πάλιν τε σὖ τὸ ἄλογον ἡγεμονικὸν [*](U+05D0ABC) καὶ ὑπὸ ὁρμῆς καὶ φαντασίας ἀλόγως κινοτμενον μετά τινος φυσικῆς ὑποκατασκευτς; ἀλλʼ ἄτοπον τὸν ἀπʼ οὐρανοῦ βλέποντα τά ἐπὶ γῆς ἐνορᾷν μὲν θέλειν σώμασιν ἀνθρώπων καὶ μυρμήκων ἀπὸ τοσούτου διαστήματος, μή πολὺ δὲ μᾶλλον βλέπειν ἡγεμονικῶν φύσεις καὶ πηγὴν ὁρμῶν λογικὴν ἢ ἄλογον. εἰ δʼ ἅπαξ βλέπει τὴν πασῶν ὁρμῶν πηγήν, δηλονότι καὶ τὴν διαφορὰν ἴδοι ἄν καὶ τὴν ὑπεροχήν τοῦ ἀνθρώπου οὐ μόνον παρὰ τοὺς μύρμηκας [*](567) ἀλλὰ καὶ παρὰ τοὺς ἐλέφαντας. ὁ γὰρ βλέπων ἀπʼ οὐρανοῦ ἐν μὲν τοῖς ἀλόγοις, κἂν μεγάλα ἦ αὐτῶν τὰ σώματα, οὐκ ἄλλην ὅψεται ἀρχὴν ἢ τὴν, ἵνʼ οὕτως ὀνομάσω, ἀλογίαν ἐν δὲ τοῖς λογικοῖς, λόγον τὸν κοινὸν ἀνθρώπων πρὸς τὰ θεῖα καὶ ἐπουράνια τάχα δὲ καὶ αὐτὸν τὸν ἐπὶ [*](cf. Ge i 26) πᾶσι θεὸν, δι ὃν κατʼ εἰκόνα γεγονέναι ὠνόμασται τοῦ θεοῦ· εἰκών γὰρ τοῦ ἐπὶ πᾶσι θεοῦ ὁ λόγος ἐστὶν αὐτοῦ.

13. Ἐξῆς δὲ τούτοις, ὡσπερεὶ ἐπὶ πλειόνων καταβιβάσαι ἀγωνιζόμενος τό τῶν ἀνθρώπων γένος καὶ ἐξομοιῶσαι τοῖς ἀλόγοις, καὶ μηδὲν ὅ τι καταλιπεῖν θέλων τῶν ἐν τοῖς ἀλόγοις ἱστορουμένων ἐμφαινόντων τό μεῖζον, καὶ τὰ τῆς γοητείας φησὶν εἶναι καὶ ἔν τισι τῶν ἀλόγων· ὡς μηδʼ ἐπὶ τούτῳ τοὺς ἀνθρώπους ἐξαιρέτως σεμνύνεσθαι, μηδὲ θέλειν ἔχειν τὴν πρὸς τὰ ἄλογα ὑπεροχήν. καί φησι ταῦτα· Ἑἰ δέ τι καὶ ἐπὶ γοητείᾳ φρονοῦσιν ἄνθρωποι, ἤδη καὶ κατὰ τοῦτο σοφώτεροι ὄφεις καὶ ἀετοί· πολλὰ γοῦν ἴσασιν ἀλεξιφάρμακα καὶ ἀλεξίκακα, καὶ δὴ καὶ λίθων τινῶν δυνάμεις ἐπὶ σωτηρίᾳ τῶν νεοσσῶν· οἶς ἄν ἐπιτύχωσιν ἀνθρωποι, θαυμαστόν τι κτῆμα ἔχειν νομίζουσι.᾿ καὶ πρῶτόν γε οὐκ οἵδ᾿ ὅπως τὴν τῶν ζώων περὶ τὰ φυσικὰ ἀλεξιφάρμακα εἶτε ἐμπειρίαν εἶτε φυσικήν τινα κατάληψιν [*](4 om. τὰ 11 ἢ] ἧν 13 λογικοῖς] +ζώοις ABC λόγον τὸν] τὸ ABC 16 διʼ ὄν] διό καὶ ABC 17 πλεῖον ABC 19ἐθέλων ABC 24 om. ἐπὶ 27 ἐἀν AB 29 γε] μὲν)

137
[*](U+05D0ABC) γοητείαν ὠνόμασεν· ἐπʼ ἄλλου γὰρ τέτριπται τὸ τῆς γοητείας τάσσεσθαι ὄνομα· εἰ μὴ ἄρα λεληθότως διαβάλλειν βούλεται ώς Ἐπικούρειος πᾶσαν τὴν τῶν τοιούτων χρῆσιν, ὡς ἐν ἐπαγγελίᾳ γοήτων κειμένην. πλὴν ἀλλά δεδόσθω αὐτῷ τό τοὺς ἀνθρώπους φρονεῖν ἐπὶ τῇ τούτων γνώσει μέγα, εἶτε γόητας ὄντας εἶτε καὶ μή· πῶς ὅτι σοφώτεροι κατὰ τοῦτο ἀνθρώπων εἰσὶν ὄφεις τῷ μαράθῳ εἰς ὀξυωπίαν καὶ ταχύτητα κινήσεως χρώμνοι, μόνου τοῦτο φυσικὸν οὐκ ἐξ ἐπιλογισμοῦ καταλαμβάνοντες ἀλλʼ ἐκ κατασκευῆς; ἄνθρωποι δὲ οὐκ ἀπὸ ψιλῆς φύσεως ἐπὶ τὸ τοιοῦτον ὁμοίως ὀφεσιν ἔρχονται· ἀλλὰ πῆ μὲν ἐκ πείρας πῆ δὲ καὶ ἐκ λόγου, ἔσθʼ ὅτε δʼ ἐξ ἐπιλογισμοῦ καὶ κατ ἐπιστήμην. ὡς εἰ καὶ ἀετοὶ πρὸς σωτηρίαν τῶν ἐν τῇ καλιᾷ νεοσσῶν τὸν λεγόμενον ἀετίτην λίθον εὑρόντες φέρουσιν ἐπʼ αὐτὴν, πόθεν ὅτι σοφοὶ ἀετοὶ καὶ τῶν ἀνθρώπων σοφώτεροι, τῶν ἐκ πείρας τὸ τοῖς ἀετοῖς δοθὲν φυσικόν βοήθημα εὑρόντων διὰ τὸν λογισμὸν καὶ μετὰ νοῦ χρησαμένων; ἔστω δὲ καὶ ἄλλα ὑπό τῶν ζώων γιγνώσκεσθαι ἀλεξιφάρμακα, τί οὖν τοῦτο πρὸς τὸ μὴ φύσιν ἀλλά λόγον εἶναι τὸν εὑρίσκοντα ταῦτα ἐν τοῖς ζώοις; εἰ μὲν γὰρ λόγος ἦν ὀ εὑρίσκων, οὐκ ἄν ἀποτεταγμένως τόδε τι μόνον εὑρίσκετο ἐν ὄφεσιν, [*](568) ἔστω καὶ δεύτερον καὶ τρίτον, καὶ ἄλλο τι ἐν ἀετῷ καὶ οὐτως ἐν τοῖς λοιποῖς ζώοις· ἀλλὰ τοσαῦτα ἂν, ὅσα καὶ ἐν ἀνθρώποις. νυνὶ δὲ φανερόν ἐκ τοῦ ἀποτεταγμένως πρός τινα ἑκάστου φύσιν ζώου νενευκέναι βοηθήματα, ὅτι οὐ σοφία οὐδὲ λόγος ἔστιν ἐν αὐτοῖς, ἀλλά τις φυσικὴ πρὸς τὰ τοιάδε σωτηρίας ἕνεκεν τῶν ζώων κατασκευὴ, ὑπὸ τοῦ λόγου γεγενημένη.

14. Καί τοί γε εἰ ἐβουλόμην ὁμόσε χωρεῖν τῷ Κέλσῳ κατὰ ταῦτα, ἐχρησάμην ἄν Σολομῶντος λέξει ἀπὸ τῶν Παροιμιῶν οὕτως ἐχούσῃ· Τέσσαρα δʼ ἐστὶν ἐλάχιστα ἐπὶ [*](Prov xxx 24 ff.) τῆς γῆς, ταῦτα δέ ἐστι σοφώτερα τῶν σοφῶν· οἱ μύρμηκες [*]((xxiv 59 ff.)) [*](2 τάσσεσθαι] ἔσεσθαι 6 ὅτι] ἔτι 7 μαράθρῳ ABC 11 om. καὶ 21 om. μόνον ABC 25 ζώου φύσιν ABC)

138
οἶς μὴ ἔστιν ἰσχὺς, οἳ ἑτοιμάζονται ἐν θέρει τἢν τροφήν· [*](U+05D0ABC) καὶ οἱ χοιρογρύλιοι, ἔθυος οὐκ ἰσχυρόν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους· ἀβασίλευτός ἐστιν ἡ ἀκρὶς, καὶ στρατεύει ἀπὸ ἑνὸς κελεύσματος εὐτάκτως καὶ ἀσκαλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὢν, οἰκεῖ ἐν ὀχυρώμασι βασιλέως. ἀλλʼ οὐ συγχρῶμαι ὡς σαφέσι τοῖς ῥητοῖς, ἀκολούθως δὲ τῇ ἐπιγραφῇ (ἐπιγέγραπται γὰρ τὸ βιβλίον Παροιμίαι) ζητῶ ταῦτα, ὡς αἰνίγματα. ἔθος γὰρ τοῖς ἀνδράσι τούτοις τὰ ἕτερον μέν τι αὐτόθεν δηλοῦντα, ἕτερον δὲ ἐν ὑπονοίᾳ ἀπαγγέλλοντα, διαιρεῖν εἰς εἴδη πολλὰ. ὧν ἔν εἶναι τὰς παροιμίας. διὸ καὶ ἐν τοῖς εὐαγγελίοις [*](Jn xvi 25) ἡμῶν γέγραπται ὁ σωτὴρ ἡμῶν εἰρηκέναι· Ταῦτ’ ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὤρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω μῖν. οὐχ οἱ αἰσθητοὶ τοίνυν μύρμηκες σοφώτεροι καὶ τῶν σοφῶν εἰσὶν, ἀλλʼ οἱ δηλούμενοι ὡς ἐν εἴδει παροιμιῶν. οὔτω δὲ λεκτέον καὶ περὶ τῶν λοιπῶν ζώων· ἀλλὰ πάνυ ἁπλούστατα νομίζει εἶναι καὶ ἰδιωτικὰ ὁ Κέλσος τὰ Ἰουδαίων καὶ χριστιανῶν βιβλία, καὶ οἴεται τοὺς ἀλληγοροῦντας αὐτά βιαζομένους τὸ βούλημα τῶν γραψάντων τοῦτο ποιεῖν. ἐληλέγχθω οὖν καὶ διὰ τούτων ὁ Κέλσος μάτην ἡμᾶς διαβάλλων· ἐληλέγχθω δὲ αὐτοῦ καὶ ὁ περὶ ὄφεων καὶ ἀετῶν λόγος, ἀποφηνάμενος εἶναι τούτους ἀνθρώπων σοφωτέρους.