Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

6. Εἶτα λέγει πρὸς τὸ τῶν αἰσθανομένων τῆς ἑαυτῶν ὑπεροχῆς ἀνθρώπων γένος, ἣν ὑπερέχει τῶν ἀλόγων ζώων, ὅτι ‘Πρὸς ὃ ὑμεῖς φατὲ, ὡς ὁ θεός ἡμῖν δέδωκεν αἱρεῖν τὰ θηρία δύνασθαι καὶ καταχρήσασθαι, ἐροῦμεν ὅτι, ὡς εἰκὸς, πρὶν πόλεις εἶναι καὶ τέχνας καὶ τοιαύτας ἐπιμιξίας καὶ [*](1 om. τί δʼ U+05D0 7 δίδοται U+05D0 8 ζώων] θηρίων ABC 20 φυλακήν] + τῶν ΑBC 22 γεωργίας U+05D0 23 γυμνάσια U+05D0 24 λέγεται ἡμῖν ABC ὅρκων AB 25 om. τὸ ABC 28 ὑμῖν ABC 29 καταχρῆσθαι ABC)

130
ὅπλα καὶ δίκτυα, ἄνθρωποι μὲν ὑπὸ θηρίων ἡρπάζοντο [*](U+05D0ABC) καὶ ἠσθίοντο, θηρία δʼ ὑπ’ ἀνθρώπων ἤκιστα ἡλίσκετο.᾿ ὅρα δὲ πρός ταῦτα ὅτι εἰ καὶ αἱροῦσιν ἄνθρωποι θηρία καὶ θηρία ἀνθρώπους ἁρπάζει, πολλή ἐστι διαφορά τῶν συνέσει κρατούντων παρὰ τὰ ἀγριότητι καὶ ὠμότητι περιγινόμενα τῶν οὐ χρυμένων τῇ συνέσει πρὸς τὸ μηδὲν ὑπὸ θηρίων παθεῖν. τὸ δὲ· ‘πρὶν πόλεις εἶναι καὶ τέχνας καὶ τοιαύτας ἐπιμιξίας·᾿ ἐπιλελησμένου οἶμαι εἶναι ὧν ἀνωτέρω προέῖπεν, ὡς ‘ἀγενήτου ὄντος τοῦ κόσμου καὶ ἀφθάρτου, καὶ μόνων τῶν ἐπὶ γῆς κατακλυσμοὺς καὶ ἐκπυρώσεις πασχόντων, καὶ οὐ πάντων ἄμα τούτοις περιπιπτόντων. ὡς οὐκ ἔστιν οὖν τοῖς ἀγένητον ὑφισταμένοις τὸν κόσμον ἀρχὴν αὐτοῦ εἰπεῖν, οὕτως οὐδὲ χρόνον ὅτʼ οὐδαμῶς ἦσαν πόλεις οὐδὲ τέχναι πω εὕρηντο. ἀλλʼ ἔστω καὶ ταῦτα ἡμἲν μὲν συναδόντως αὐτῷ συγχωρεῖν, αὐτῷ δὲ καὶ τοῖς ἀνωτέρω ὑπʼ αὐτοῦ λελεγμένοι οὐκέτι· τί οὖν τοῦτο πρὸς τὸ πάντως κατʼ ἀρχὰς τοὺς μὲν ἀνθρώπους ὑπὸ θηρίων ἁρπάζεσθαι καὶ ἐσθίεσθαι, μηκέτι δὲ τὰ θηρία ὑπʼ ἀνθρὡπων ἁλίσκεσθαι; εἶπερ γὰρ κατὰ πρόνοιαν ὁ κόσμος γεγένηται, καὶ θεὸς ἐφέστηκε τοῖς ὅλοις· ἀναγκαῖον ἦν τὰ ζώπυρα τοῦ γένους τῶν ἀνθρώπων ἀρξάμενα ὑπό τινα [*](563) γεγονέναι φρουρὰν τὴν ἀπὸ κρειττόνων, ὥστε κατʼ ἀρχὰς ἐπιμιξίαν γεγονέναι τῆς θείας φύσεως πρὸς τοὺς ἀνθρώπους. ἄπερ καὶ ὁ Ἀσκραῖος ποιητὴς ἐννοῶν εἶπε·
  • Ξυναὶ γὰρ τότε δαῖτες ἔσαν, ξυνοὶ δὲ θόωκοι
  • Ἀθανάτοισι θεοῖσι καταθνητοῖς τʼ ἀνθρώποις.
  • 7. Καὶ ὁ θεῖος δὲ κατὰ Mωσέα λόγος εἰσήγαγε τοὺς πρώτους ἀκούοντας θειοτέρας φωνῆς καὶ χρησμῶν, καὶ ὁρῶντας ἔσθʼ ὅτε ἀγγέλων θεοῦ ἐπιδημίας γεγενημένας πρὸς αὐτούς. καὶ γὰρ εἰκὸς ἐν ἀρχῇ τοῦ κόσμου ἐπὶ πλεῖον [*](12 ὑφιστάνουσι ABC 16 om. ἀνωτέρω ABC 19 εἴπερ] εἰ ABC 24 ἐννοῶν ante ποιητὴς ABC 25 θῶκοι U+05D0C. 28 χρησμῶν καὶ] χρησμόσινα)

    131
    [*](U+05D0ΑBC) βεβοηθῆσθαι τὴν ἀνθρώπων φύσιν· ἕως, προκοπῆς γενομένης εἰς σύνεσιν καὶ τὰς λοιπὰς ἀρετὰς καὶ τὴν εὐρεσιν τῶν τεχνῶν, δυνηθῶσι καὶ καθʼ ἑαυτοὺς ζῆν, οὐ χρήζοντες ἀεὶ ἐπιτροπευόντων καὶ οἰκονομούντων αὐτὺς μετὰ παραδόξου ἐπιφανείας τῶν ὑπηρετουμένων τῷ τοῦ θεοῦ βουλήματι. ἀκόλουθον δὲ τούτοις τὸ ψεῦδος εἶναι ὅτι κατʼ ἀρχὰς ‘ἀνθρωποι μὲν ὑπὸ θηρίων ἡρπάζοντο καὶ ἠσθίοντο, θηρία δʼ ὑπʼ ἀνθρώπων ἥκιστα ἡλίσκετο.᾿ ἐκ δὴ τούτων φανερὸν ὅτι ψεῦδος καὶ τὸ ὑπὸ τοῦ Κέλσου οὔτως λεγόμενον· ‘Ὤστε ταύτῃ γε ὁ θεός τοὺς ἀνθρώπους μᾶλλον τοῖς θηρίοις ὑπέβαλεν.' οὐ γὰρ ὑπέβαλε τοὺς ἀνθρώπους τοῖς θηρίοις ὁ θεὸς, ἀλλὰ τῇ συνέσει τῶν ἀνθρώπων ἁλωτὰ δέδωκεν εἶναι τὰ θηρία, καὶ ταῖς ἀπὸ συνέσεως ὑφισταμέναις κατʼ ἐκείνων τέχναις. οὐ γὰρ ἀθεεὶ ἐμηχανήσαντο σφίσιν αὐτοῖς οἱ ἄνθρωποι σωτηρίαν ἀπὀ τῶν θηρίων καὶ τὴν κατʼ ἐκείνων ἐπικράτειαν.

    8. Οὐχ ὀρῶν δʼ ὁ γεννάδας, ὅσων φιλοσόφων τὴν πρόνοιαν εἰσαγόντων καὶ διά τὰ λογικὰ πάντα ποιεῖν αὐτὴν λεγόντων συναναιρεῖ, τὸ ὅσον ἐφʼ ἑαυτῷ, χρήσιμα δόγματα τῇ χριστιανῶν κατὰ ταῦτα πρὸς φιλοσοφίαν συμφωνίᾳ, οὐδʼ ὅση βλάβη κωλυτικὴ γίνεται εὐσεβείας ἐκ τοῦ παραδέξασθαι ὅτι οὐδὲν μυρμήκων ἢ μελισσῶν διαφέρει ὁ ἄνθρωπος παρὰ τῷ θεῷ, φησὶν ὅτι ‘Εἰ διὰ τοῦθʼ οἱ ἄνθρωποι διαφέρειν δοκοῦσι τῶν ἀλόγων, ἐπεὶ πόλεις ᾤκησαν καὶ χρῶνται πολιτείᾳ καὶ ἀρχαῖς καὶ ἡγεμονίαις· τοῦτʼ οὐδὲν πρὸς ἔπος ἐστί· καὶ γὰρ οἱ μύρμηκες καὶ αἱ μέλισσαι. μελίσσαις γοῦν ἔστιν ἡγεμὼν, ἔστι δʼ ἀκολουθία τε καὶ θεραπεία, καὶ πόλεμοι καὶ νῖκαι καὶ τῶν ἡττημένων αἱρέσεις, καὶ πόλεις καὶ προπόλεις γε, καὶ ἔργων διαδοχὴ, καὶ δίκαι κατὰ τῶν ἀργῶν τε καὶ πονηρῶν· τοὺς γοῦν κηφῆνας ἀπελαύνουσί τε καὶ κολάζουσιν.᾿ οὐδʼ ἐν τούτοις δὲ [*](11, 12 τοῖς θηρίοις τοὺς ἀνθρώπους ABC 19 ἐφʼ αὐτῶ U+05D0 20 om. τῆ ABC σύμφωνα ABC 28, 29 om. καὶ τῶν-προπόλεις γε C 28 ἡττωμένων αἱ AB 31 δὲ] τε ABC)

    132
    ἑώρακε τίνι διαφέρει τὰ ἀπὸ λόγου καὶ λογικῆς ἐπιτελούμενα [*](U+05D0ΑBC) τῶν ἀπʼ ἀλόγου φύσεως καὶ κατασκευῆς ψιλῆς [*](564) γινομένων· ὧν τὴν αἰτίαν οὐδεὶς μὲν ἐνυπάρχων τοῖς ποιοῦσι λόγος ἀναδέχεται· οὐδὲ γὰρ ἔχουσιν αὐτόν· ὁ πρεσβύτατος δὲ καὶ υἱὸς μὲν τοῦ θεοῦ πάντων δὲ τῶν ὑποκειμένων βασιλεὺς φύσιν ἄλογον πεποίηκε βοηθοῦσαν ὡς ἄλογον τοῖς οὐκ ἀξιωθεῖσι λόγου. πόλεις οὗν παρʼ ἀνθρώποις μετά πολλῶν ὑπέστησαν τεχνῶν καὶ διατάξεως νόμων· πολιτεῖαι δὲ καὶ ἀρχαὶ καὶ ἡγεμονίαι ἐν ἀνθρώποις, ἤτοι αἳ κυρίως εἰσὶν οὕτω καλούμεναι, σπουδαῖαί τινες ἔξεις καὶ ἐνέργειαι, ἢ καὶ αἱ καταχρηστικότερον οὔτως ὀνομαζόμεναι πρὸς τὴν κατὰ τὸ δυνατὸν ἐκείνων μίμησιν· ἐκείναις γὰρ ἐνορῶντες οἱ ἐπιτετευγμένως νομοθετήσαντες συνεστήσαντο τὰς ἀρίστας πολιτείας καὶ τὰς ἀρχὰς καὶ τὰς ἡγεμονίας. ὧν οὐδὲν ἐν τοῖς ἀλόγοις ἐστὶν εὑρεῖν· κἂν ὀ Κέλσος τὰ λογικὰ ὀνόματα καὶ ἐπὶ λογικῶν τεταγμένα, πόλιν καὶ πολιτείας καὶ ἀρχάς καὶ ἠγεμονίας, ἀναφέρῃ καὶ ἐπὶ μύρμηκας καὶ μελίσσας· ἐφʼ οἶς οὐδαμῶς μὲν τοὺς μύρμηκας ἢ τὰς μελίσσας ἀποδεκτέον· οὐ γὰρ σὺν λογισμῷ ποιοῦσι· τὴν θείαν δὲ φύσιν θαυμαστέον, μέχρι τῶν ἀλόγων ἐκτείνασαν τὸ οἱονεὶ πρὸς τὰ λογικὰ μίμημα· τάχα πρὸς δυσωπίαν τῶν λογικῶν· ἵνʼ ἐνορῶντες μύρμηζιν ἐργατικώτεροι γίνωνται καὶ ταμιευτικώτεροι τῶν ἑαυτοῖς χρησίμων, κατανοοῦντές τε μελίσσας πείθωνται μὲν ἡγεμονίαις διαιρῶνται δὲ τὰ χρήσιμα τῆς πολιτείας ἔργα πρὸς σωτηρίαν τῶν πόλεων.

    9. Τάχα δὲ καὶ οἱ οἱονεὶ πόλεμοι τῶν μελισσῶν διδασκαλία ἔγκειται πρὸς τὸ δικαίους καὶ τεταγμένους πολέ. μους, εἶ ποτε δέοι, γίγνεσθαι ἐν ἀνθρώποις. καὶ οὐ πόλεις μὲν καὶ προπόλεις ἐν μελίσσαις· ἀλλʼ οἱ σίμβλοι καὶ τὰ [*](1 λογικῆς] λογισμοῦ ABC 2 ἀπʼ ἀλόγου] ἀπολογου (sic) AB; ἀπὸ λόγου C 11 om. αἱ ABC 14 ἀρίστους ABC 23 γένων- ται U+05D0* 24 πείθονται U+05D0A ἡγεμόνι ABC 29 πόλις U+05D0 30 πρόπολις U+05D0)

    133
    [*](U+05D0ABC) ἑξάγωνα καὶ τὰ μελισσῶν ἔργα καὶ ἡ παρʼ ἐκείναις διαδοχή αὐτῶν, διὰ τοὺς ἀνθρώπους εἰς πολλὰ τοῦ μέλιτος χρήζοντος, θεραπείας τε σωμάτων πεπονθότων καὶ τροφήν καθαρτήριον. οὐ παραβλητέου δὲ τὰ κατὰ τῶν κηφήνων ὑπὸ τῶν μελισσῶν ἐπιτελούμενα, ταῖς κατὰ τῶν ἀργῶν ἐν ταῖς πόλεσι καὶ πονηρῶν δίκαις, καὶ ταῖς κατʼ αὐτῶν κολάσεσιν. ἀλλʼ, ὡς προεἴπον, τὴν μὲν φύσιν ἐν τούτοις θαυμαστέον· τὸν δʼ ἄνθρωπον, ἐπιλογίσασθαι τὰ περὶ πάντων δυνάμενον καὶ κοσμῆσαι τὰ πάντων, ἄτε συνεργοῦντα τῇ προνοίᾳ, ἀποδεκτέον· καὶ οὐ μόνης προνοίας θεοῦ ἔργα ἐπιτελοῦντα, ἀλλὰ καὶ τῆς ἑαυτοῦ.

    10. Εἰπών δʼ ὁ Κέλσος περὶ τῶν μελισσῶν, ἵνα τὸ ὅσον ἐφʼ ἑαυτῷ ἐξευτελίσῃ ἡμῶν οὐ χριστιανῶν μόνον ἀλλὰ [*](565) καὶ πάντων ἀνθρώπων τὰς πόλεις καὶ τὰς πολιτείας καὶ τὰς ἀρχὰς καὶ τὰς ἡγεμονίας καὶ τοὺς ὑπὲρ τῶν πατρίδων πολέμους, ἔξῆς ἐπιφέρει διεξιὼν μυρμήκων ἐγκώμιον· ὅπως τῷ περὶ ἐκείνων ἐγκωμίῳ τὸ τῶν ἀνθρώπων περὶ τὴν τροφήν οἰκονομικὸν καταβάλῃ τῷ λόγῳ τῷ πρὸς τοὺς μύρμηκας, καὶ τὸ τῶν χειμαδίων προνοητικόν καταρρίψῃ, ὡς οὐδὲν πλέον ἔχον τῆς ἀλόγου τῶν μυρμήκων ἐν οἶς ἐκεῖνος νομίζει προνοίας. τίνα δʼ οὐκ ἂν τῶν ἁπλουστέρων ἀνθρώπων καὶ οὐκ ἐπισταμένων ἐνορᾷν τῇ φύσει πάντων πραγμάτων ἀποτρέψοι, τὸ ὅσον ἐφʼ ἑαυτῷ, ὁ Κέλσος ἀπὸ τοῦ τοῖς βαρουμένοις ὑπό φορτίων βοηθεῖν καὶ κοινωνεῖν ἐ. κείνοις τῶν καμάτων, λέγων περὶ μυρμήκων ὡς ‘ἂν ἀλλήλοις τῶν φορτίων, ἐπειδάν τινα κάμνοντα ἴδωσιν, ἐπιλαμβάνωνται; ἐρεῖ γὰρ ὁ δεόμενος τῆς διὰ λόγου παιδεύσεως καὶ μηδαμῶς ἐπαΐων αὐτῆς· Ἐπεὶ τοίνυν μηδὲν διαφέρομεν μυρμήκων καὶ ὅτε τοῖς κάμνουσι διὰ τό φέρειν βαρύτατα φορτία βοηθοῦμεν, τί μάτην τὸ τοιοῦτον ποιοῦμεν; καὶ οἱ [*](1 ἐξαγωγὰ U+05D0* καὶ τὰ] τῶν U+05D0 3 σωμάτων πεπονθότων] χάριν πεπονθ.σωμ. ABC καθαρτήριον] B; καθαξ (sic) C; καθά- ριον U+05D0A 5 om. κατὰ 8 τα π. πάντ.ἐπιλογ. ABC 17, 18 οἰκονομ. π. τὴν τροφήν 20 ἔχων U+05D0 22 οὐκ] μὴ ABC 24 om. τοῖς U+05D0 29, 30 om. διὰ τὸ φ. β. φορτία ABC)

    134
    μὲν μύρμηκες, ἄτε ἄλογα ζῶα τυγχάνοντες, οὐκ ἂν ἐπαρθεῖεν [*](U+05D0ABC) πρὸς τὸ μέγα φρονῆσαι διὰ τὸ παραβαλέσθαι ἀνθρώποις τὰ ἔργα αὐτῶν· οἱ δʼ ἄνθρωποι διὰ τὸν λόγον ἀκοῦσαι δυνηθέντες τίνα τρόπον εὐτελίζεται αὐτῶν τὸ κοινωνικόν, βλαβεῖεν ἄν τὸ ὅσον ἐπὶ τῷ Κέλσῳ καὶ τοῖς λόγοις αὐτοῦ, οὐκ ἰδόντι ὅτι χριστιανισμοῦ ἀποτρέψαι θέλων τοὺς ἐντυγχάνοντας αὑτοῦ τῇ γραφῇ ἀποτρέπει καὶ τῶν οὐ χριστιανῶν τὸ πρὸς τοὺς φέροντας τὰ βαρύτατα τῶν φορτίων συμπαθές. ἐχρῆν δʼ αὐτόν, εἶπερ ἦν καὶ φιλόσοφος αἰσθανόμενος τοῦ κοινωνικοῦ, πρός τῷ μὴ συναναιρεῖν τῷ χριστιανισμῷ τὰ ἀ χρήσιμα τῶν ἐν ἀνθρώποις, καὶ συνεργεῖν, εἰ οῖόυ τʼ ἦν, τοῖς κοινοῖς ἐν χριστιανισμῷ πρὸς τοὺς ἁλλους ἀνθρώπους καλοῖς. εἰ δὲ καὶ τῶν ἀποτιθεμένων καρπῶν τάς ἐκφύσεις ἀπεκτιθέασιν οἱ μύρμηκες, ἵνα μὴ σπαργῷεν μένοιεν δὲ δι᾿ ἔτους αὐτοῖς εἰς τροφήν· οὐ λογισμὸν εἶναι ἐν μύρμηξι τούτων σἴτιον ὑπονοητέον, ἀλλὰ τὴν παμμήτορα φύσιν καὶ τὰ ἄλογα κοσμήσασαν, ὡς μηδὲ τοὺλάχιστον καταλιπεῖν μηδαμῶς φέρον ἴχνος τοῦ ἀπὸ τῆς φύσεως λόγου. εἰ μὴ ἄρα διὰ τούτων λεληθότως βούλεται ὁ Κέλσος, καὶ γὰρ ἐν πολλοῖς Πλατωνίζειν θέλει, ὁμοειδῆ εἶναι πᾶσαν ψυχὴν, καὶ μηδὲν διαφέρειν τὴν τοῦ ἀνθρώπου τῆς τῶν μυρμήκων καὶ τῶν μελισσῶν· ὅπερ κατάγοντός ἐστι τὴν ψυχὴν ἀπό τῶν[*](566) ἀλλὰ καὶ ἐπὶ τὰ λοιπά. τούτοις δʼ οὐ πείσονται χριστιανοὶ, προκατειληφότες τὸ κατʼ εἰκόνα γεγονέναι θεοῦ τὴν ἀνθρωπίνην ψυχὴν, καὶ ὁρῶντες ὅτι ἀμήχανόν ἐστι τήν κατʼ εἰκόνα θεοῦ δεδημιουργημένην φύσιν πάντη ἀπαλεῖφαι τοὺς χαρακτῆρας αὐτῆς, καὶ ἁλλους ἀναλαβεῖν οὐκ οἶδα κατʼ εἰκόνας τίνων γεγενημένους ἐν τοῖς ἀλόγοις.

    [*](2 διὰ τὸ παραβαλέσθαι] ἐπὰν παραβάλλωνται (-ονται A) ABC 6 ἰδόντι] εἰδότι ABC 9 καὶ] κἂν 10 om. μὴ U+05D0 τοῖς χριστιανισμοῦ 12 om. ἐν ABC 19 om. βούλεται ABC om. καὶ γὰρ ΑBC 20 θέλει] -καὶ βούλεται ΑBC 23 μόνον σῶμα ABC 25 θεοῦ γεγονέναι ABC 28 ἁλλους] ἀλόγους ABC)
    135
    [*](U+05D0ABC)

    11. Ἐπεὶ δὲ καὶ ‘τοῖς ἀποθνήσκουσι μύρμηξί φησι τοὺς ζῶντας ἴδιόν τι ἀποκρίνειν χωρίον, κἀκεῖνο αὐτοῖς εἶναι πάτρια μνήματα· λεκτέον ὅτι, ὅσῳ πλείονα λέγει τῶν ἀλόγων ζώων ἐγκώμια, τοσούτῳ πλεῖον, κἂν μὴ θέλῃ, αὔξει τὸ τοῦ πάντα κοσμήσαντος λόγου ἔργον, καὶ δείκνυσι τὴν ἐν ἀνθρώποις ἐντρέχειαν δυναμένην κοσμεῖν τῷ λόγῳ καὶ τὰ πλεονεκτήματα τῆς φύσεως τῶν ἀλόγων. τί δὲ λέγω τῶν ἀλόγων, ἐπεὶ Κέλσῳ δοκεῖ μηδʼ ἄλογα εἶναι τὰ κατὰ τὰς κοινὰς πάντων ἐννοίας ἄλογα καλούμενα; οὐδὲ τοὺς μύρμηκας γοῦν οἴεται εἶναι ἀλόγους ὁ περὶ τῆς ὅλης φύσεως ἐπαγγειλάμενος λέγειν καὶ τὴν ἀλήθειαν ἐν τῇ ἐπιγραφῇ τοῦ βιβλίου αὐχήσας. φησὶ γὰρ περὶ τῶν μυρμήκων ὡς διαλεγομένων ἀλλήλοις τοιαῦτα· ‘Καὶ μὲν δὴ καὶ ἀπαντῶντες ἀλλήλοις διαλέγονται, ὅθεν οὐδὲ τῶν ὁδῶν ἁμαρτάνουσιν· οὐκοῦν καὶ λόγου συμπλήρωσίς ἐστι παρʼ αὐτοῖς καὶ κοιναὶ ἔννοιαι καθολικῶν τινῶν καὶ φωνὴ καὶ τυγχάνοντα καὶ σημαινόμενα.᾿ τὸ γὰρ διαλέγεσθαί τινα πρὸς ἕτερον ἐν φωνῇ γίνεται δηλούσῃ τι σημαινόμενον, πολλάκις δὲ καὶ περὶ τῶν καλουμένων τυγχανόντων ἀπαγγελλούσῃ· ἅπερ καὶ ἐν μύρμηξι λέγειν εἶναι, πῶς οὐ πάντων ἄν εἴη καταγελαστότατον;

    12. Καὶ οὐκ αἰδεῖταί γε ἐπιφέρων τούτοις, ἵνα καὶ τοῖς μετʼ αὐτὸν ἐσομένοις ἐπιδεικνύηται τὴν τῶν δογμάτων ἑαυτοῦ ἀσχημοσύνην, λέγων· ‘Φέρʼ οὖν, εἴ τις ἀπʼ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπιβλέποι, τί ἄν δόξαι διαφέρειν τὰ ὑφʼ ἡμῶν ἤ τὰ ὑπὸ μυρμήκων καὶ μελισσῶν δρώμενα;ʼ ὀ ἀπʼ οὐρανοῦ δὴ ἐπὶ γῆν κατὰ τὴν ὑπόθεσιν αὑτοῦ βλέπων τὰ δρώμενα ὑπὸ τῶν ἀνθρώπων καὶ τὰ ὑπὸ τῶν μυρμήκων γινόμενα, πότερον ἑνορ μὲν ἀνθρώπων καὶ μυρμήκων σώμασιν, οὐ κατανοεῖ δὲ τὸ λογικὸν ἡγεμονικὸν καὶ [*](1 ἐπεὶ δὲ] ἐπειδὴ U+05D0 7, 8 om. τί δὲ λέγω τῶν ἀλόγων U+05D0C 19, 20 ἀπαγγέλλουσιν BC; ἀπαγγέλουσαν (sic) U+05D0 21 ἄν πάντων εἴη AB; ἄν εἴη πάντων C 24 ἀσχημοσύνη 25 ἐπὶ τὴν γῆν] τὰ ἐπὶ γῆς ΑBC 30 σώμασιν ante ἀνθρώπων ABC)

    136
    λογισμῷ κινούμενον, πάλιν τε σὖ τὸ ἄλογον ἡγεμονικὸν [*](U+05D0ABC) καὶ ὑπὸ ὁρμῆς καὶ φαντασίας ἀλόγως κινοτμενον μετά τινος φυσικῆς ὑποκατασκευτς; ἀλλʼ ἄτοπον τὸν ἀπʼ οὐρανοῦ βλέποντα τά ἐπὶ γῆς ἐνορᾷν μὲν θέλειν σώμασιν ἀνθρώπων καὶ μυρμήκων ἀπὸ τοσούτου διαστήματος, μή πολὺ δὲ μᾶλλον βλέπειν ἡγεμονικῶν φύσεις καὶ πηγὴν ὁρμῶν λογικὴν ἢ ἄλογον. εἰ δʼ ἅπαξ βλέπει τὴν πασῶν ὁρμῶν πηγήν, δηλονότι καὶ τὴν διαφορὰν ἴδοι ἄν καὶ τὴν ὑπεροχήν τοῦ ἀνθρώπου οὐ μόνον παρὰ τοὺς μύρμηκας [*](567) ἀλλὰ καὶ παρὰ τοὺς ἐλέφαντας. ὁ γὰρ βλέπων ἀπʼ οὐρανοῦ ἐν μὲν τοῖς ἀλόγοις, κἂν μεγάλα ἦ αὐτῶν τὰ σώματα, οὐκ ἄλλην ὅψεται ἀρχὴν ἢ τὴν, ἵνʼ οὕτως ὀνομάσω, ἀλογίαν ἐν δὲ τοῖς λογικοῖς, λόγον τὸν κοινὸν ἀνθρώπων πρὸς τὰ θεῖα καὶ ἐπουράνια τάχα δὲ καὶ αὐτὸν τὸν ἐπὶ [*](cf. Ge i 26) πᾶσι θεὸν, δι ὃν κατʼ εἰκόνα γεγονέναι ὠνόμασται τοῦ θεοῦ· εἰκών γὰρ τοῦ ἐπὶ πᾶσι θεοῦ ὁ λόγος ἐστὶν αὐτοῦ.

    13. Ἐξῆς δὲ τούτοις, ὡσπερεὶ ἐπὶ πλειόνων καταβιβάσαι ἀγωνιζόμενος τό τῶν ἀνθρώπων γένος καὶ ἐξομοιῶσαι τοῖς ἀλόγοις, καὶ μηδὲν ὅ τι καταλιπεῖν θέλων τῶν ἐν τοῖς ἀλόγοις ἱστορουμένων ἐμφαινόντων τό μεῖζον, καὶ τὰ τῆς γοητείας φησὶν εἶναι καὶ ἔν τισι τῶν ἀλόγων· ὡς μηδʼ ἐπὶ τούτῳ τοὺς ἀνθρώπους ἐξαιρέτως σεμνύνεσθαι, μηδὲ θέλειν ἔχειν τὴν πρὸς τὰ ἄλογα ὑπεροχήν. καί φησι ταῦτα· Ἑἰ δέ τι καὶ ἐπὶ γοητείᾳ φρονοῦσιν ἄνθρωποι, ἤδη καὶ κατὰ τοῦτο σοφώτεροι ὄφεις καὶ ἀετοί· πολλὰ γοῦν ἴσασιν ἀλεξιφάρμακα καὶ ἀλεξίκακα, καὶ δὴ καὶ λίθων τινῶν δυνάμεις ἐπὶ σωτηρίᾳ τῶν νεοσσῶν· οἶς ἄν ἐπιτύχωσιν ἀνθρωποι, θαυμαστόν τι κτῆμα ἔχειν νομίζουσι.᾿ καὶ πρῶτόν γε οὐκ οἵδ᾿ ὅπως τὴν τῶν ζώων περὶ τὰ φυσικὰ ἀλεξιφάρμακα εἶτε ἐμπειρίαν εἶτε φυσικήν τινα κατάληψιν [*](4 om. τὰ 11 ἢ] ἧν 13 λογικοῖς] +ζώοις ABC λόγον τὸν] τὸ ABC 16 διʼ ὄν] διό καὶ ABC 17 πλεῖον ABC 19ἐθέλων ABC 24 om. ἐπὶ 27 ἐἀν AB 29 γε] μὲν)

    137
    [*](U+05D0ABC) γοητείαν ὠνόμασεν· ἐπʼ ἄλλου γὰρ τέτριπται τὸ τῆς γοητείας τάσσεσθαι ὄνομα· εἰ μὴ ἄρα λεληθότως διαβάλλειν βούλεται ώς Ἐπικούρειος πᾶσαν τὴν τῶν τοιούτων χρῆσιν, ὡς ἐν ἐπαγγελίᾳ γοήτων κειμένην. πλὴν ἀλλά δεδόσθω αὐτῷ τό τοὺς ἀνθρώπους φρονεῖν ἐπὶ τῇ τούτων γνώσει μέγα, εἶτε γόητας ὄντας εἶτε καὶ μή· πῶς ὅτι σοφώτεροι κατὰ τοῦτο ἀνθρώπων εἰσὶν ὄφεις τῷ μαράθῳ εἰς ὀξυωπίαν καὶ ταχύτητα κινήσεως χρώμνοι, μόνου τοῦτο φυσικὸν οὐκ ἐξ ἐπιλογισμοῦ καταλαμβάνοντες ἀλλʼ ἐκ κατασκευῆς; ἄνθρωποι δὲ οὐκ ἀπὸ ψιλῆς φύσεως ἐπὶ τὸ τοιοῦτον ὁμοίως ὀφεσιν ἔρχονται· ἀλλὰ πῆ μὲν ἐκ πείρας πῆ δὲ καὶ ἐκ λόγου, ἔσθʼ ὅτε δʼ ἐξ ἐπιλογισμοῦ καὶ κατ ἐπιστήμην. ὡς εἰ καὶ ἀετοὶ πρὸς σωτηρίαν τῶν ἐν τῇ καλιᾷ νεοσσῶν τὸν λεγόμενον ἀετίτην λίθον εὑρόντες φέρουσιν ἐπʼ αὐτὴν, πόθεν ὅτι σοφοὶ ἀετοὶ καὶ τῶν ἀνθρώπων σοφώτεροι, τῶν ἐκ πείρας τὸ τοῖς ἀετοῖς δοθὲν φυσικόν βοήθημα εὑρόντων διὰ τὸν λογισμὸν καὶ μετὰ νοῦ χρησαμένων; ἔστω δὲ καὶ ἄλλα ὑπό τῶν ζώων γιγνώσκεσθαι ἀλεξιφάρμακα, τί οὖν τοῦτο πρὸς τὸ μὴ φύσιν ἀλλά λόγον εἶναι τὸν εὑρίσκοντα ταῦτα ἐν τοῖς ζώοις; εἰ μὲν γὰρ λόγος ἦν ὀ εὑρίσκων, οὐκ ἄν ἀποτεταγμένως τόδε τι μόνον εὑρίσκετο ἐν ὄφεσιν, [*](568) ἔστω καὶ δεύτερον καὶ τρίτον, καὶ ἄλλο τι ἐν ἀετῷ καὶ οὐτως ἐν τοῖς λοιποῖς ζώοις· ἀλλὰ τοσαῦτα ἂν, ὅσα καὶ ἐν ἀνθρώποις. νυνὶ δὲ φανερόν ἐκ τοῦ ἀποτεταγμένως πρός τινα ἑκάστου φύσιν ζώου νενευκέναι βοηθήματα, ὅτι οὐ σοφία οὐδὲ λόγος ἔστιν ἐν αὐτοῖς, ἀλλά τις φυσικὴ πρὸς τὰ τοιάδε σωτηρίας ἕνεκεν τῶν ζώων κατασκευὴ, ὑπὸ τοῦ λόγου γεγενημένη.

    14. Καί τοί γε εἰ ἐβουλόμην ὁμόσε χωρεῖν τῷ Κέλσῳ κατὰ ταῦτα, ἐχρησάμην ἄν Σολομῶντος λέξει ἀπὸ τῶν Παροιμιῶν οὕτως ἐχούσῃ· Τέσσαρα δʼ ἐστὶν ἐλάχιστα ἐπὶ [*](Prov xxx 24 ff.) τῆς γῆς, ταῦτα δέ ἐστι σοφώτερα τῶν σοφῶν· οἱ μύρμηκες [*]((xxiv 59 ff.)) [*](2 τάσσεσθαι] ἔσεσθαι 6 ὅτι] ἔτι 7 μαράθρῳ ABC 11 om. καὶ 21 om. μόνον ABC 25 ζώου φύσιν ABC)

    138
    οἶς μὴ ἔστιν ἰσχὺς, οἳ ἑτοιμάζονται ἐν θέρει τἢν τροφήν· [*](U+05D0ABC) καὶ οἱ χοιρογρύλιοι, ἔθυος οὐκ ἰσχυρόν, οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους· ἀβασίλευτός ἐστιν ἡ ἀκρὶς, καὶ στρατεύει ἀπὸ ἑνὸς κελεύσματος εὐτάκτως καὶ ἀσκαλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὢν, οἰκεῖ ἐν ὀχυρώμασι βασιλέως. ἀλλʼ οὐ συγχρῶμαι ὡς σαφέσι τοῖς ῥητοῖς, ἀκολούθως δὲ τῇ ἐπιγραφῇ (ἐπιγέγραπται γὰρ τὸ βιβλίον Παροιμίαι) ζητῶ ταῦτα, ὡς αἰνίγματα. ἔθος γὰρ τοῖς ἀνδράσι τούτοις τὰ ἕτερον μέν τι αὐτόθεν δηλοῦντα, ἕτερον δὲ ἐν ὑπονοίᾳ ἀπαγγέλλοντα, διαιρεῖν εἰς εἴδη πολλὰ. ὧν ἔν εἶναι τὰς παροιμίας. διὸ καὶ ἐν τοῖς εὐαγγελίοις [*](Jn xvi 25) ἡμῶν γέγραπται ὁ σωτὴρ ἡμῶν εἰρηκέναι· Ταῦτ’ ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὤρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω μῖν. οὐχ οἱ αἰσθητοὶ τοίνυν μύρμηκες σοφώτεροι καὶ τῶν σοφῶν εἰσὶν, ἀλλʼ οἱ δηλούμενοι ὡς ἐν εἴδει παροιμιῶν. οὔτω δὲ λεκτέον καὶ περὶ τῶν λοιπῶν ζώων· ἀλλὰ πάνυ ἁπλούστατα νομίζει εἶναι καὶ ἰδιωτικὰ ὁ Κέλσος τὰ Ἰουδαίων καὶ χριστιανῶν βιβλία, καὶ οἴεται τοὺς ἀλληγοροῦντας αὐτά βιαζομένους τὸ βούλημα τῶν γραψάντων τοῦτο ποιεῖν. ἐληλέγχθω οὖν καὶ διὰ τούτων ὁ Κέλσος μάτην ἡμᾶς διαβάλλων· ἐληλέγχθω δὲ αὐτοῦ καὶ ὁ περὶ ὄφεων καὶ ἀετῶν λόγος, ἀποφηνάμενος εἶναι τούτους ἀνθρώπων σοφωτέρους.

    15. Θέλων δʼ ἔτι διὰ πλειόνων μηδὲ τὰς περὶ τοῦ θείου ἐννοίας ἐξαιρέτους εἶναι παρὰ τὰ θυητὰ πάντα ἐν τῷ γένει τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῶν ἀλόγων ζώων τινὰ ἀποφῇναι ἐννοοῦντα περὶ τοῦ θεοῦ, περὶ οὗ τοιαῦται διαφωνίαι γεγόνασι καὶ τοῖς ὀξυτέροις τῶν πανταχοῦ ἀνθρώπων, Ἐλλήνων καὶ βαρβάρων, φησὶν ὅτι Ἑ δʼ, ὅτι θείας ἐννοίας ἄνθρωπος [*](1 om. οἴ ἐτοιμ....τροφήν ἑτοιμάζοντες B 2 ἐποιήσαντο] ἐτοιμάζονται U+05D0 3 ἀβασίλευτόν ABC 4 στρατοπεδεύει ΑBC 4, 5 καλαβώτης AB 15 om. καὶ ABC εἰσι τῶν σοφῶν AΒC 17 καὶ ἰδιωτικὰ ante νομίζει ABC 20, 21 ἐλελέγχθω (sic) U+05D0(bis) 24 δʼ ἔτι] δέ τι 26 ζώων post ἀποφῆναι ABC)

    139
    [*](U+05D0ΑBC) ἐπείληπται, νομίζεται ὑπερέχειν τῶν λοιπῶν ζώων· ἵστωσαν οἱ τοῦτο φάσκοντες ὅτι καὶ τούτου πολλὰ τῶν ἄλλων ζώων ἀντιποιηθήσεται· καὶ μάλα εἰκότως, τί γὰρ ἄν φαίη τις θειότερον τοῦ τὰ μέλλοντα προγιγνώσκειν τε καὶ προδηλοῦν; τοῦτο τοίνυν ἀνθρωποί παρά τῶν ἄλλων ζώων, καὶ μάλιστα [*](569) παρʼ ὀρνίθων, μανθάνουσι· καὶ ὅσοι τῆς ἐκείνων ἐνδείξεως ἐπαίουσιν, οὗτοι μαντικοί. εἰ δʼ ὄρνιθες ἄρα καὶ ὅσα ἄλλα ζῶα μαντικὰ ἐκ θεοῦ προγινώσκοντα διὰ συμβόλων ἡμᾶς διδάσκει, τοσοῦτον ἔοικεν ἐγγυτέρω τῆς θείας ὁμιλίας ἐκεῖνα πεφυκέναι, καὶ εἶναι σοφώτερα καὶ θεοφιλέστερα. φασὶ δὲ τῶν ἀνθρώπων οἱ συνετοὶ καὶ ὁμιλίας ἐκείνοις εἶναι, δηλονότι τῶν ἡμετέρων ἱερωτέρας· καὶ αὐτοί που γνωρίζειν τὰ λεγόμενα, καὶ ἔργῳ δεικνύειν ὅτι γνωρίζουσιν, ὅταν προειπόντες ὅτι ἔφασαν οἱ ὄρνιθες ὡς ἀπίασί ποι καὶ ποιήσουσι τόδε τόδε δεικνύωσιν ἀπελθόντας ἐκεῖ καὶ ποιοῦντας ἃ δῆ προεῖπον. ἐλεφάντων δὲ οὐδὲν εὐορκότερον οὐδὲ πρὀς τὰ θεῖα πιστότερον εἶναι δοκεῖ, πάντως δήπου διότι γνῶσιν αὑτοῦ ἔχουσιν.᾿ ὅρα δὲ ἐν τούτοις, ὅσα ζητούμενα παρὰ τοῖς φιλοσοφοῦσιν, οὐ μόνον Ἑλλήνων ἀλλὰ καὶ τῶν ἐν βαρβάροις εἴθʼ εὑρόντων εἴτε παρά τινων δαιμόνων μαθόντων τὰ περὶ οἰωνῶν καὶ τῶν ἄλλων ζώων, ἀφʼ ὅν μαντεῖαί τινες ἀνθρώποις γίνεσθαι λέγονται, συναρπάζει καὶ ὡς ὁμολογούμενα ἐκτίθεται. πρῶτον μὲν γὰρ ἐζήτηται πότερον ἔστι τις τέχνη οἰωνιστικὴ καὶ ἀπαξαπλῶς ἡ διὰ ζώων μαντικὴ, ἢ οὐκ ἔστι· δεύτερον δὲ παρὰ τοῖς παραδεξαμένοις εἶναι τὴν δι᾿ ὀρνίθων μαντικὴν οὐ συμπεφώνηται ἡ αἰτία τοῦ τρόπου τῆς μαντείας· ἐπειδήπερ οἱ μὲν ἀπό τινων δαιμόνων ἢ θεῶν μαντικῶν φασὶ γίνεσθαι τὰς κινήσεις τοῖς ζώοις, ὄρνισι μὲν εἰς διαφόρους πτήσεις καὶ εἰς διαφόρους φωνάς, τοῖς δὲ λοιποῖς εἰς τὰς τοιασδὶ [*](3 ἀντιποιήσεται BC 7 om. ἄλλα U+05D0 10 θεοφιλέστατα U+05D0 13 λεγόμενα] γινόμενα (sed λεγόμενα in marg.) 14 ὡς] ὅτι Α BC ποι] που ABC 15 ποιήσωσι U+05D0 ἀπελθόντας] ἀπιόντας BC; ἀπιόντες A 30 τοιάσδε U+05D0*)
    140
    κινήσεις ἢ τοιασδί· ἀλλοι δὲ θειοτέρας αὐτῶν καὶ πρός [*](U+05D0ABC) τοῦτʼ ἐπιτηδείους εἶναι τὰς ψυχάς· ὅπερ ἐστὶν ἀπιθανώτατον.

    16. Ἐχρῆν οὖν τὸν Κέλσον, διὰ τῶν προκειμένων βουλόμενον θειότερα καὶ σοφώτερα ἀποδεῖξαι τὰ ἄλογα ζῶα τῶν ἀνθρώπων, κατασκευάσαι διὰ πλειόνων ὡς ὑπάρχουσαν τὴν τοιονδὶ μαντικήν· καὶ τὴν ἀπολογίαν μετὰ τοῦτʼ ἐναργεστέρως ἀποδεῖξαι· καὶ ἀποδεικτικῶς ἀποδοκιμάσαι μὲν τοὺς λόγους τῶν ἀναιρούντων τὰς τοιασδὶ μαντείας· ἀποδεικτικῶς δʼ ἀνατρέψαι καὶ τοὺς λόγους τῶν εἰπόντων ἀπὸ δαιμόνων ἢ θεῶν γίνεσθαι τὰς κινήσεις τοῖς ζώοις πρὸς τὸ μαντεύσασθαι· καὶ μετά ταῦτα κατασκευάσαι περὶ τῆς τῶν ἀλόγων ζώων ψυχῆς ὡς θειοτέρας. οὕτω γὰρ ἄν πρὸς τὰ πιθανὰ αὐτοῦ ἐπιδειξαμένου φιλόσοφον περὶ τῶν τηλικούτων ἔξιν κατὰ τὸ δυνατὸν ἡμῖν ἐνέστημεν· ἀνατρέποντες μὲν τό ὅτι σοφώτερα τὰ ἄλογα ζῶα τῶν ἀνθρώπων· ψευδοποιοῦντες δὲ καὶ ὅτι ἐννοίας ἔχει τοῦ θείου ἱερωτέρας ἡμῶν, καὶ ὅτι ὁμιλίας ἔχει πρὸς ἄλληλα ἱεράς τινας. νυνὶ δʼ ὁ ἐγκαλῶν ἡμῖν, ὅτι πιστεύομεν τῷ ἐπὶ πᾶσι θεῷ, ἀξιοῖ ἡμᾶς πιστεύειν ὅτι αἱ ψυχαὶ τῶν ὀρνίθων θειοτέρας ἔχουσιν ἐννοίας καὶ τρανοτέρας ἀνθρώπων. ὅπερ εἰ ἀληθές ἐστιν, [*](570) ὀρνιθες μᾶλλον τρανοτέρας Κέλσου ἔχουσι περὶ θεοῦ ἐννοίας. καὶ οὐ θαυμαστόν εἰ Κέλσου, τοῦ ἐπὶ τοσοῦτον τὸν ἄνθρωπον ἐξευτελίζοντος. ἀλλὰ γὰρ ὅσον ἐπὶ Κέλσῳ οἱ ὄρνιθες μείζονας καὶ θειοτέρας ἔχουσιν ἐννοίας, οὐ λέγω ἡμῶν χριστιανῶν ἢ τῶν ταῖς αὐταῖς ἡμῖν γραφαῖς χρω μένων Ἰουδαίων, ἀλλὰ γὰρ καὶ τῶν παρʼἝλλησι θεολόγων· ἀνθρωποι γὰρ ἦσαν. μᾶλλον οὖυ κατὰ Κέλσον κατείληφε τὴν τοῦ θείου φύσιν τὸ τῶν δῆθεν μαντικῶν ὀρνίθων [*](2 ἐπιτηδείους] -αὐτῶν U+05D0C 6 τοιάνδε om. τὴν ἀπολο- γίαν ABC 7 ἐναργεστέρως] conj. Boherellua; ἐνεργ. U+05D0ABC om. ἀποδεῖξαι ABC 8 τοιασδὶ] τοιαύτας δεῖ 15 om. ζῶα ABC 17 ἡμῶν]-ἡ οὐδὲ ὅλως ἔχει AC 20 τρανῶτέρας U+05D0; τρανωτ. AB 21 τρανωτ. U+05D0; τρανωτ. A κέλσου ante τραν. ABC 25 γραφαῖς ἡμῖν ABC 27 οὗν] γὰρ A; δὲ BC)

    141
    [*](U+05D0ABC) γένος, ἢ Φερεκύδης καὶ Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων. καὶ ἐχρῆν γε ἡμᾶς πρὸς τοὺς ὄρνιθας φοιτᾶν διδασκάλους· ἵνʼ, ὥσπερ κατὰ τὴν Κέλσου ὑπόληψιν διδάσκουσιν ἡμᾶς μαντικῶς τὰ ἐσόμενα, οὕτω καὶ τοῦ ἀμφιβάλλειν περὶ τοῦ θείου ἀπαλλάξωσι τοὺς ἀνθρώπους, ἣν κατειλήφασι τρανὴν περὶ αὐτοῦ ἔννοιαν παραδιδόντες. Κέλσῳ μὲν οὖν ἀκολουθεῖ, τῷ διαφέρειν ἡγουμένῳ τῶν ἀνθρώπων τοὺς ὄρνιθας, διδασκάλοις αὐτὸν χρᾶσθαι ὄρνισι καὶ μηδενὶ οὕτως τῶν φιλοσοφησάντων παρʼ Ἕλλησιν.