Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

6. Εἶτα λέγει πρὸς τὸ τῶν αἰσθανομένων τῆς ἑαυτῶν ὑπεροχῆς ἀνθρώπων γένος, ἣν ὑπερέχει τῶν ἀλόγων ζώων, ὅτι ‘Πρὸς ὃ ὑμεῖς φατὲ, ὡς ὁ θεός ἡμῖν δέδωκεν αἱρεῖν τὰ θηρία δύνασθαι καὶ καταχρήσασθαι, ἐροῦμεν ὅτι, ὡς εἰκὸς, πρὶν πόλεις εἶναι καὶ τέχνας καὶ τοιαύτας ἐπιμιξίας καὶ [*](1 om. τί δʼ U+05D0 7 δίδοται U+05D0 8 ζώων] θηρίων ABC 20 φυλακήν] + τῶν ΑBC 22 γεωργίας U+05D0 23 γυμνάσια U+05D0 24 λέγεται ἡμῖν ABC ὅρκων AB 25 om. τὸ ABC 28 ὑμῖν ABC 29 καταχρῆσθαι ABC)

130
ὅπλα καὶ δίκτυα, ἄνθρωποι μὲν ὑπὸ θηρίων ἡρπάζοντο [*](U+05D0ABC) καὶ ἠσθίοντο, θηρία δʼ ὑπ’ ἀνθρώπων ἤκιστα ἡλίσκετο.᾿ ὅρα δὲ πρός ταῦτα ὅτι εἰ καὶ αἱροῦσιν ἄνθρωποι θηρία καὶ θηρία ἀνθρώπους ἁρπάζει, πολλή ἐστι διαφορά τῶν συνέσει κρατούντων παρὰ τὰ ἀγριότητι καὶ ὠμότητι περιγινόμενα τῶν οὐ χρυμένων τῇ συνέσει πρὸς τὸ μηδὲν ὑπὸ θηρίων παθεῖν. τὸ δὲ· ‘πρὶν πόλεις εἶναι καὶ τέχνας καὶ τοιαύτας ἐπιμιξίας·᾿ ἐπιλελησμένου οἶμαι εἶναι ὧν ἀνωτέρω προέῖπεν, ὡς ‘ἀγενήτου ὄντος τοῦ κόσμου καὶ ἀφθάρτου, καὶ μόνων τῶν ἐπὶ γῆς κατακλυσμοὺς καὶ ἐκπυρώσεις πασχόντων, καὶ οὐ πάντων ἄμα τούτοις περιπιπτόντων. ὡς οὐκ ἔστιν οὖν τοῖς ἀγένητον ὑφισταμένοις τὸν κόσμον ἀρχὴν αὐτοῦ εἰπεῖν, οὕτως οὐδὲ χρόνον ὅτʼ οὐδαμῶς ἦσαν πόλεις οὐδὲ τέχναι πω εὕρηντο. ἀλλʼ ἔστω καὶ ταῦτα ἡμἲν μὲν συναδόντως αὐτῷ συγχωρεῖν, αὐτῷ δὲ καὶ τοῖς ἀνωτέρω ὑπʼ αὐτοῦ λελεγμένοι οὐκέτι· τί οὖν τοῦτο πρὸς τὸ πάντως κατʼ ἀρχὰς τοὺς μὲν ἀνθρώπους ὑπὸ θηρίων ἁρπάζεσθαι καὶ ἐσθίεσθαι, μηκέτι δὲ τὰ θηρία ὑπʼ ἀνθρὡπων ἁλίσκεσθαι; εἶπερ γὰρ κατὰ πρόνοιαν ὁ κόσμος γεγένηται, καὶ θεὸς ἐφέστηκε τοῖς ὅλοις· ἀναγκαῖον ἦν τὰ ζώπυρα τοῦ γένους τῶν ἀνθρώπων ἀρξάμενα ὑπό τινα [*](563) γεγονέναι φρουρὰν τὴν ἀπὸ κρειττόνων, ὥστε κατʼ ἀρχὰς ἐπιμιξίαν γεγονέναι τῆς θείας φύσεως πρὸς τοὺς ἀνθρώπους. ἄπερ καὶ ὁ Ἀσκραῖος ποιητὴς ἐννοῶν εἶπε·
  • Ξυναὶ γὰρ τότε δαῖτες ἔσαν, ξυνοὶ δὲ θόωκοι
  • Ἀθανάτοισι θεοῖσι καταθνητοῖς τʼ ἀνθρώποις.
  • 7. Καὶ ὁ θεῖος δὲ κατὰ Mωσέα λόγος εἰσήγαγε τοὺς πρώτους ἀκούοντας θειοτέρας φωνῆς καὶ χρησμῶν, καὶ ὁρῶντας ἔσθʼ ὅτε ἀγγέλων θεοῦ ἐπιδημίας γεγενημένας πρὸς αὐτούς. καὶ γὰρ εἰκὸς ἐν ἀρχῇ τοῦ κόσμου ἐπὶ πλεῖον [*](12 ὑφιστάνουσι ABC 16 om. ἀνωτέρω ABC 19 εἴπερ] εἰ ABC 24 ἐννοῶν ante ποιητὴς ABC 25 θῶκοι U+05D0C. 28 χρησμῶν καὶ] χρησμόσινα)

    131
    [*](U+05D0ΑBC) βεβοηθῆσθαι τὴν ἀνθρώπων φύσιν· ἕως, προκοπῆς γενομένης εἰς σύνεσιν καὶ τὰς λοιπὰς ἀρετὰς καὶ τὴν εὐρεσιν τῶν τεχνῶν, δυνηθῶσι καὶ καθʼ ἑαυτοὺς ζῆν, οὐ χρήζοντες ἀεὶ ἐπιτροπευόντων καὶ οἰκονομούντων αὐτὺς μετὰ παραδόξου ἐπιφανείας τῶν ὑπηρετουμένων τῷ τοῦ θεοῦ βουλήματι. ἀκόλουθον δὲ τούτοις τὸ ψεῦδος εἶναι ὅτι κατʼ ἀρχὰς ‘ἀνθρωποι μὲν ὑπὸ θηρίων ἡρπάζοντο καὶ ἠσθίοντο, θηρία δʼ ὑπʼ ἀνθρώπων ἥκιστα ἡλίσκετο.᾿ ἐκ δὴ τούτων φανερὸν ὅτι ψεῦδος καὶ τὸ ὑπὸ τοῦ Κέλσου οὔτως λεγόμενον· ‘Ὤστε ταύτῃ γε ὁ θεός τοὺς ἀνθρώπους μᾶλλον τοῖς θηρίοις ὑπέβαλεν.' οὐ γὰρ ὑπέβαλε τοὺς ἀνθρώπους τοῖς θηρίοις ὁ θεὸς, ἀλλὰ τῇ συνέσει τῶν ἀνθρώπων ἁλωτὰ δέδωκεν εἶναι τὰ θηρία, καὶ ταῖς ἀπὸ συνέσεως ὑφισταμέναις κατʼ ἐκείνων τέχναις. οὐ γὰρ ἀθεεὶ ἐμηχανήσαντο σφίσιν αὐτοῖς οἱ ἄνθρωποι σωτηρίαν ἀπὀ τῶν θηρίων καὶ τὴν κατʼ ἐκείνων ἐπικράτειαν.

    8. Οὐχ ὀρῶν δʼ ὁ γεννάδας, ὅσων φιλοσόφων τὴν πρόνοιαν εἰσαγόντων καὶ διά τὰ λογικὰ πάντα ποιεῖν αὐτὴν λεγόντων συναναιρεῖ, τὸ ὅσον ἐφʼ ἑαυτῷ, χρήσιμα δόγματα τῇ χριστιανῶν κατὰ ταῦτα πρὸς φιλοσοφίαν συμφωνίᾳ, οὐδʼ ὅση βλάβη κωλυτικὴ γίνεται εὐσεβείας ἐκ τοῦ παραδέξασθαι ὅτι οὐδὲν μυρμήκων ἢ μελισσῶν διαφέρει ὁ ἄνθρωπος παρὰ τῷ θεῷ, φησὶν ὅτι ‘Εἰ διὰ τοῦθʼ οἱ ἄνθρωποι διαφέρειν δοκοῦσι τῶν ἀλόγων, ἐπεὶ πόλεις ᾤκησαν καὶ χρῶνται πολιτείᾳ καὶ ἀρχαῖς καὶ ἡγεμονίαις· τοῦτʼ οὐδὲν πρὸς ἔπος ἐστί· καὶ γὰρ οἱ μύρμηκες καὶ αἱ μέλισσαι. μελίσσαις γοῦν ἔστιν ἡγεμὼν, ἔστι δʼ ἀκολουθία τε καὶ θεραπεία, καὶ πόλεμοι καὶ νῖκαι καὶ τῶν ἡττημένων αἱρέσεις, καὶ πόλεις καὶ προπόλεις γε, καὶ ἔργων διαδοχὴ, καὶ δίκαι κατὰ τῶν ἀργῶν τε καὶ πονηρῶν· τοὺς γοῦν κηφῆνας ἀπελαύνουσί τε καὶ κολάζουσιν.᾿ οὐδʼ ἐν τούτοις δὲ [*](11, 12 τοῖς θηρίοις τοὺς ἀνθρώπους ABC 19 ἐφʼ αὐτῶ U+05D0 20 om. τῆ ABC σύμφωνα ABC 28, 29 om. καὶ τῶν-προπόλεις γε C 28 ἡττωμένων αἱ AB 31 δὲ] τε ABC)

    132
    ἑώρακε τίνι διαφέρει τὰ ἀπὸ λόγου καὶ λογικῆς ἐπιτελούμενα [*](U+05D0ΑBC) τῶν ἀπʼ ἀλόγου φύσεως καὶ κατασκευῆς ψιλῆς [*](564) γινομένων· ὧν τὴν αἰτίαν οὐδεὶς μὲν ἐνυπάρχων τοῖς ποιοῦσι λόγος ἀναδέχεται· οὐδὲ γὰρ ἔχουσιν αὐτόν· ὁ πρεσβύτατος δὲ καὶ υἱὸς μὲν τοῦ θεοῦ πάντων δὲ τῶν ὑποκειμένων βασιλεὺς φύσιν ἄλογον πεποίηκε βοηθοῦσαν ὡς ἄλογον τοῖς οὐκ ἀξιωθεῖσι λόγου. πόλεις οὗν παρʼ ἀνθρώποις μετά πολλῶν ὑπέστησαν τεχνῶν καὶ διατάξεως νόμων· πολιτεῖαι δὲ καὶ ἀρχαὶ καὶ ἡγεμονίαι ἐν ἀνθρώποις, ἤτοι αἳ κυρίως εἰσὶν οὕτω καλούμεναι, σπουδαῖαί τινες ἔξεις καὶ ἐνέργειαι, ἢ καὶ αἱ καταχρηστικότερον οὔτως ὀνομαζόμεναι πρὸς τὴν κατὰ τὸ δυνατὸν ἐκείνων μίμησιν· ἐκείναις γὰρ ἐνορῶντες οἱ ἐπιτετευγμένως νομοθετήσαντες συνεστήσαντο τὰς ἀρίστας πολιτείας καὶ τὰς ἀρχὰς καὶ τὰς ἡγεμονίας. ὧν οὐδὲν ἐν τοῖς ἀλόγοις ἐστὶν εὑρεῖν· κἂν ὀ Κέλσος τὰ λογικὰ ὀνόματα καὶ ἐπὶ λογικῶν τεταγμένα, πόλιν καὶ πολιτείας καὶ ἀρχάς καὶ ἠγεμονίας, ἀναφέρῃ καὶ ἐπὶ μύρμηκας καὶ μελίσσας· ἐφʼ οἶς οὐδαμῶς μὲν τοὺς μύρμηκας ἢ τὰς μελίσσας ἀποδεκτέον· οὐ γὰρ σὺν λογισμῷ ποιοῦσι· τὴν θείαν δὲ φύσιν θαυμαστέον, μέχρι τῶν ἀλόγων ἐκτείνασαν τὸ οἱονεὶ πρὸς τὰ λογικὰ μίμημα· τάχα πρὸς δυσωπίαν τῶν λογικῶν· ἵνʼ ἐνορῶντες μύρμηζιν ἐργατικώτεροι γίνωνται καὶ ταμιευτικώτεροι τῶν ἑαυτοῖς χρησίμων, κατανοοῦντές τε μελίσσας πείθωνται μὲν ἡγεμονίαις διαιρῶνται δὲ τὰ χρήσιμα τῆς πολιτείας ἔργα πρὸς σωτηρίαν τῶν πόλεων.

    9. Τάχα δὲ καὶ οἱ οἱονεὶ πόλεμοι τῶν μελισσῶν διδασκαλία ἔγκειται πρὸς τὸ δικαίους καὶ τεταγμένους πολέ. μους, εἶ ποτε δέοι, γίγνεσθαι ἐν ἀνθρώποις. καὶ οὐ πόλεις μὲν καὶ προπόλεις ἐν μελίσσαις· ἀλλʼ οἱ σίμβλοι καὶ τὰ [*](1 λογικῆς] λογισμοῦ ABC 2 ἀπʼ ἀλόγου] ἀπολογου (sic) AB; ἀπὸ λόγου C 11 om. αἱ ABC 14 ἀρίστους ABC 23 γένων- ται U+05D0* 24 πείθονται U+05D0A ἡγεμόνι ABC 29 πόλις U+05D0 30 πρόπολις U+05D0)

    133
    [*](U+05D0ABC) ἑξάγωνα καὶ τὰ μελισσῶν ἔργα καὶ ἡ παρʼ ἐκείναις διαδοχή αὐτῶν, διὰ τοὺς ἀνθρώπους εἰς πολλὰ τοῦ μέλιτος χρήζοντος, θεραπείας τε σωμάτων πεπονθότων καὶ τροφήν καθαρτήριον. οὐ παραβλητέου δὲ τὰ κατὰ τῶν κηφήνων ὑπὸ τῶν μελισσῶν ἐπιτελούμενα, ταῖς κατὰ τῶν ἀργῶν ἐν ταῖς πόλεσι καὶ πονηρῶν δίκαις, καὶ ταῖς κατʼ αὐτῶν κολάσεσιν. ἀλλʼ, ὡς προεἴπον, τὴν μὲν φύσιν ἐν τούτοις θαυμαστέον· τὸν δʼ ἄνθρωπον, ἐπιλογίσασθαι τὰ περὶ πάντων δυνάμενον καὶ κοσμῆσαι τὰ πάντων, ἄτε συνεργοῦντα τῇ προνοίᾳ, ἀποδεκτέον· καὶ οὐ μόνης προνοίας θεοῦ ἔργα ἐπιτελοῦντα, ἀλλὰ καὶ τῆς ἑαυτοῦ.

    10. Εἰπών δʼ ὁ Κέλσος περὶ τῶν μελισσῶν, ἵνα τὸ ὅσον ἐφʼ ἑαυτῷ ἐξευτελίσῃ ἡμῶν οὐ χριστιανῶν μόνον ἀλλὰ [*](565) καὶ πάντων ἀνθρώπων τὰς πόλεις καὶ τὰς πολιτείας καὶ τὰς ἀρχὰς καὶ τὰς ἡγεμονίας καὶ τοὺς ὑπὲρ τῶν πατρίδων πολέμους, ἔξῆς ἐπιφέρει διεξιὼν μυρμήκων ἐγκώμιον· ὅπως τῷ περὶ ἐκείνων ἐγκωμίῳ τὸ τῶν ἀνθρώπων περὶ τὴν τροφήν οἰκονομικὸν καταβάλῃ τῷ λόγῳ τῷ πρὸς τοὺς μύρμηκας, καὶ τὸ τῶν χειμαδίων προνοητικόν καταρρίψῃ, ὡς οὐδὲν πλέον ἔχον τῆς ἀλόγου τῶν μυρμήκων ἐν οἶς ἐκεῖνος νομίζει προνοίας. τίνα δʼ οὐκ ἂν τῶν ἁπλουστέρων ἀνθρώπων καὶ οὐκ ἐπισταμένων ἐνορᾷν τῇ φύσει πάντων πραγμάτων ἀποτρέψοι, τὸ ὅσον ἐφʼ ἑαυτῷ, ὁ Κέλσος ἀπὸ τοῦ τοῖς βαρουμένοις ὑπό φορτίων βοηθεῖν καὶ κοινωνεῖν ἐ. κείνοις τῶν καμάτων, λέγων περὶ μυρμήκων ὡς ‘ἂν ἀλλήλοις τῶν φορτίων, ἐπειδάν τινα κάμνοντα ἴδωσιν, ἐπιλαμβάνωνται; ἐρεῖ γὰρ ὁ δεόμενος τῆς διὰ λόγου παιδεύσεως καὶ μηδαμῶς ἐπαΐων αὐτῆς· Ἐπεὶ τοίνυν μηδὲν διαφέρομεν μυρμήκων καὶ ὅτε τοῖς κάμνουσι διὰ τό φέρειν βαρύτατα φορτία βοηθοῦμεν, τί μάτην τὸ τοιοῦτον ποιοῦμεν; καὶ οἱ [*](1 ἐξαγωγὰ U+05D0* καὶ τὰ] τῶν U+05D0 3 σωμάτων πεπονθότων] χάριν πεπονθ.σωμ. ABC καθαρτήριον] B; καθαξ (sic) C; καθά- ριον U+05D0A 5 om. κατὰ 8 τα π. πάντ.ἐπιλογ. ABC 17, 18 οἰκονομ. π. τὴν τροφήν 20 ἔχων U+05D0 22 οὐκ] μὴ ABC 24 om. τοῖς U+05D0 29, 30 om. διὰ τὸ φ. β. φορτία ABC)

    134
    μὲν μύρμηκες, ἄτε ἄλογα ζῶα τυγχάνοντες, οὐκ ἂν ἐπαρθεῖεν [*](U+05D0ABC) πρὸς τὸ μέγα φρονῆσαι διὰ τὸ παραβαλέσθαι ἀνθρώποις τὰ ἔργα αὐτῶν· οἱ δʼ ἄνθρωποι διὰ τὸν λόγον ἀκοῦσαι δυνηθέντες τίνα τρόπον εὐτελίζεται αὐτῶν τὸ κοινωνικόν, βλαβεῖεν ἄν τὸ ὅσον ἐπὶ τῷ Κέλσῳ καὶ τοῖς λόγοις αὐτοῦ, οὐκ ἰδόντι ὅτι χριστιανισμοῦ ἀποτρέψαι θέλων τοὺς ἐντυγχάνοντας αὑτοῦ τῇ γραφῇ ἀποτρέπει καὶ τῶν οὐ χριστιανῶν τὸ πρὸς τοὺς φέροντας τὰ βαρύτατα τῶν φορτίων συμπαθές. ἐχρῆν δʼ αὐτόν, εἶπερ ἦν καὶ φιλόσοφος αἰσθανόμενος τοῦ κοινωνικοῦ, πρός τῷ μὴ συναναιρεῖν τῷ χριστιανισμῷ τὰ ἀ χρήσιμα τῶν ἐν ἀνθρώποις, καὶ συνεργεῖν, εἰ οῖόυ τʼ ἦν, τοῖς κοινοῖς ἐν χριστιανισμῷ πρὸς τοὺς ἁλλους ἀνθρώπους καλοῖς. εἰ δὲ καὶ τῶν ἀποτιθεμένων καρπῶν τάς ἐκφύσεις ἀπεκτιθέασιν οἱ μύρμηκες, ἵνα μὴ σπαργῷεν μένοιεν δὲ δι᾿ ἔτους αὐτοῖς εἰς τροφήν· οὐ λογισμὸν εἶναι ἐν μύρμηξι τούτων σἴτιον ὑπονοητέον, ἀλλὰ τὴν παμμήτορα φύσιν καὶ τὰ ἄλογα κοσμήσασαν, ὡς μηδὲ τοὺλάχιστον καταλιπεῖν μηδαμῶς φέρον ἴχνος τοῦ ἀπὸ τῆς φύσεως λόγου. εἰ μὴ ἄρα διὰ τούτων λεληθότως βούλεται ὁ Κέλσος, καὶ γὰρ ἐν πολλοῖς Πλατωνίζειν θέλει, ὁμοειδῆ εἶναι πᾶσαν ψυχὴν, καὶ μηδὲν διαφέρειν τὴν τοῦ ἀνθρώπου τῆς τῶν μυρμήκων καὶ τῶν μελισσῶν· ὅπερ κατάγοντός ἐστι τὴν ψυχὴν ἀπό τῶν[*](566) ἀλλὰ καὶ ἐπὶ τὰ λοιπά. τούτοις δʼ οὐ πείσονται χριστιανοὶ, προκατειληφότες τὸ κατʼ εἰκόνα γεγονέναι θεοῦ τὴν ἀνθρωπίνην ψυχὴν, καὶ ὁρῶντες ὅτι ἀμήχανόν ἐστι τήν κατʼ εἰκόνα θεοῦ δεδημιουργημένην φύσιν πάντη ἀπαλεῖφαι τοὺς χαρακτῆρας αὐτῆς, καὶ ἁλλους ἀναλαβεῖν οὐκ οἶδα κατʼ εἰκόνας τίνων γεγενημένους ἐν τοῖς ἀλόγοις.

    [*](2 διὰ τὸ παραβαλέσθαι] ἐπὰν παραβάλλωνται (-ονται A) ABC 6 ἰδόντι] εἰδότι ABC 9 καὶ] κἂν 10 om. μὴ U+05D0 τοῖς χριστιανισμοῦ 12 om. ἐν ABC 19 om. βούλεται ABC om. καὶ γὰρ ΑBC 20 θέλει] -καὶ βούλεται ΑBC 23 μόνον σῶμα ABC 25 θεοῦ γεγονέναι ABC 28 ἁλλους] ἀλόγους ABC)