Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

18. Ἀλλὰ καὶ, εἶπερ οἰωνοὶ οἰωνοῖς μάχονται, U+003C εἰ U+003E ὥς φησιν ὁ Κέλσος, θείαν φύσιν ἔχοντες οἱ μαντικοὶ ὄρνεις καὶ τὰ ἄλλα ἄλογα ζῶα καὶ ἐννοίας τοῦ θείου καὶ πρόγνωσιν περὶ μελλόντων, τὰ τοιαῦτα ἑτέροις προεδήλουν· οὔτʼ ἄυ ἡ καθʼ Ὅμηρον στρουθὸς ἐνόσσευσεν ὅπου δράκων ἔμελλεν αὐτὴν καὶ τὰ τέκνα ἀφανίσειν· οὔτʼ ἄν ὁ κατὰ τὸν αὐτὸυ ποιητὴν δράκων οὐκ ἐφυλάξατο ὑπὸ τοῦ ἀετοῦ ληφθῆναι. φησὶ γὰρ ὁ ἐν ποιήσει θαυμαστὸς Ὅμηρος περὶ μὲν τοῦ προτέρου τοιαῦτα·

[*](Hom II ii 308 ff.)

Ἔνθ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς [*](3 παρʼ ἐκεῖνα 6 om. πολὺ ABC 7 om. γινώσκοντα δὲ U+05D0* 8 ἐφυλάξαντο AC om. ἄν U+05D0 10, 11 ἀπέλυον ἐπʼ αὐτά ABC 13 ὄφεων] σοφῶν U+05D0* 19 μάχονται] διαλέγονται conj. Boherellus εἰ] adddii ex conjecture 21 om. ἄλλα U+05D0C 22 περὶ] τὴν περὶ AB; περὶ τῶν C τὰ] καὶ AB 24 ἀφανί- ζειν ABC 25 ἐφυλάξατο] +τὸ ABC)

143
[*](U+05D0ABC) Σμερδαλέος, τὸν δʼ αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε, Βωμοῦ ὑπαίξας, πρός ῥα πλατάνιστον ὄρουσεν. Ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοὶ, νήπια τέκνα, Ὅζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες, Ὀκτώ· ἀτὰρ μήτηρ ἐνάτη ἦν, ἢ τέκε τέκνα. Ἔνθʼ ὅγε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας· Mήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα· Τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν. Αὐτὰρ ἐπεὶ κατὰ τέκνʼ ἔφαγε στρουθοῖο καὶ αὐτήν· Τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς, ὅσπερ ἔφηνεν· Λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω. Ὑμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη. Ὠς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας. περὶ δὲ τοῦ δευτέρου, ὅτι Ὄρνις γάρ σφιν ἐπῆλθε περησέμςναι μεμαῶσιν, [*](Hom II xii 200 ff.) Αὶετὸς ὑψιπέτης, ἐπʼ ἀριστερὰ λαὸν ἐέργων, Φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον, Ζωὸν, ἔτʼ ἀσπαίροντα· ὁ δʼ οὔπω λήθετο χάρμης. Κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν, Ἰδυωθεὶς ὀπίσω· ὁ δʼ ἀπὸ ἔθεν ἧκε χαμᾶζε, [*](572) Ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ· Αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. Τρῶες δʼ ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν Κείμενον ἐν μέσσοισι, Διὸς τέρας αἰγιόχοιο.

Ἀρʼ οὖν ὁ μὲν ἀετὸς ἦν μαντικός, ὁ δὲ δράκων, ἐπεὶ καὶ τούτι χρῶνται τῷ ζῴῳ οἱ οἰωνοσκόποι, οὐκ ἦν μαντικός; τί δὲ, ἐπεὶ τὸ ἀποκληρωτικὸν εὐέλεγκτόν ἐστιν, οὐχὶ καὶ τὸ ἀμφοτέρους εἶναι μαντικοὺς ἐλεγχθείη ἄν; οὐκ ἄν γὰρ ὁ δράκων ὢν μαντικὸς οὐκ ἐφυλάξατο τάδε τινὰ ἀπὸ τοῦ ἀετοῦ παθεῖν; καὶ ἄλλα δʼ ἄν μυρία τοιαῦτα εὔροι τις παραδείγματα, [*](1 τὸν δʼ] τὸν δὴ U+05D0; δν B; ὅ A; ὅν ῥ’ C φόοσδε ABC 10 ὥσπερ ΑC 11 θῆκε U+05D0 21 ἐγκάββαλ᾿ U+05D0 25 αἰετὸς U+05D0 30 αἰετοῦ U+05D0 εὕρῃ)

144
παριστάντα ὅτι οὐ τὰ ζῶα μέν ἐστιν ἐν ἑαυτοῖς [*](U+05D0ΑBC) ἔχοντα μαντικὴν ψυχήν· ἀλλὰ κατὰ μὲν τὸν ποιητὴν καὶ [*](Hom II ii 309) τοὺς πολλοὺς τῶν ἀνθρώπων, ‘αὑτὸς Ὀλύμπιος ἤκε φόωσδε·᾿ κατὰ δέ τι σημεῖον καὶ Ἀπόλλων ἀγγέλῳ χρῆται έρακι· [*](cf. Hom Od xv 526)κίρκος γὰρ Ἀπόλλωνος εἶναι λέγεται ταχὺς ἄγγελος.

19. Κατὰ δὲ ἡμᾶς δαίμονές τινες φαῦλοι καὶ (ἴνʼ οὕτως ὀνομάσω) τιτανικοὶ ἢ γιγάντιοι, ἀσεβεῖς πρὸς τὸ ἀληθῶς θεῖον καὶ τοὺς ἐν οὐρανῷ ἀγγέλους γεγινημένοι, καὶ πεσόντες ἐξ οὐρανοῦ καὶ περὶ τὰ παχύτερα τῶν σωμάτων καὶ ἀκάθαρτα ἐπὶ γῆς καλινδούμενοι· ἔχοντές τι περὶ τῶν μελλόντων διορατικὸν, ἄτε γυμνοὶ τῶν γηΐνων σωμάτων τυγχάνοντες, καὶ περὶ τὸ τοιοῦτον ἔργον καταγινόμενοι, βουλόμενοι ἀπάγειν τοῦ ἀληθινοῦ θεοῦ τὸ τῶν ἀνθρώπων γένος, ὑποδύονται τῶν ζώων τὰ ἁρπακτικώτερα καὶ ἀγριώτερα καὶ ἄλλα πανουργότερα, καὶ κινοῦσιν αὑτὰ πρὸς ὃ βούλονται, ὅτε βούλονται· ἢ τὰς φαντασίας τῶν τοιωνδὶ ζώων τρέπουσιν ἐπὶ πτήσεις καὶ κινήσεις τοιάσδε· ἵνʼ ἀνθρωποι, διὰ τῆς ἐν τοῖς ἀλόγοις ζώοις ἁλισκόμενοι μαντικῆς, θεὸν μὲν τὸν περιέχοντα τὰ ὅλα μὴ ζητῶσι μηδὲ τὴν καθαρὰν θεοσέβειαν ἐξετάζωσι, πέσωσι δὲ τῷ λογισμῷ ἐπὶ τὴν γῆν καὶ τοὺς ὄρνεις καὶ τοὺς δράκοντας, ἔτι δʼ ἀλώπεκας καὶ λύκους. καὶ γὰρ παρατετήρηται τοῖς περὶ ταῦτα δεινοῖς, ὅτι αἱ ἐναργέστεραι προγνώσεις διὰ τῶν τοιούτων ζώων γίγνονται· ἄτε μὴ δυναμένων τῶν δαιμόνων ἐν τοῖς ἡμερωτέροις τῶν ζώων τοσοῦτον, ὅσον δύνανται διὰ τὸ παραπλήσιον τῆς κακίας, καὶ οὐ κακίαν μὲν οἱονεὶ δὲ κακίαν οὖσαν ἐν τοῖς τοιοισδὶ τῶν ζώων, ἐνεργῆσαι τάδε τὰ ζῶα.

20. Ὄθεν εἴπερ ἄλλο τι Μωσέως τεθαύμακα, καὶ τὸ τοιοῦτον θαύματος εἶναι ἀποφανοῦμαι ἄξιον, ὅτι φύσεις [*](1 παριστάνοντα ABC om. μέν ABC 1, 2 ἔχοντα ἐν ἑαυ- τοῖς ABC 3 φόοσδε AC; φῶοσδε B 5 om. γὰρ U+05D0 12 om. τὸ 16 ὅτε βούλονται] U+05D0 (supr. lim.) B; ὅτε καὶ βούλονται AC 20 ἐξετάσωσι AB om. καὶ U+05D0 22, 23 ἐνερ- γέστεραι U+05D0A 26 om. μὲν ABC 29 εἷναι post ἄξιον U+05D0corr; om. U+05D0* ἀποφαινοῦμαι)

145
[*](U+05D0ABC) κατανοήσας ζώων διαφόρους, καὶ εἴτʼ ἀπὸ τοῦ θείου μαθὼν τὰ περὶ αὐτῶν καὶ τῶν ἑκάστῳ ζώῳ συγγενῶν δαιμόνων, εἴτε καὶ αὐτὸς ἀναβαίνων τῇ σοφίᾳ εὑρών, ἐν τῇ περὶ ζώων διατάξει πάντα μὲν ἀκάθαρτα ἔφησεν εἶναι τὰ νομιζόμενα παρʼ Αἰγυπτίοις καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων εἶναι μαντικὰ, ὡς ἐπίπαν δὲ εἶναι καθαρὰ τὰ μὴ τοιαῦτα. καὶ ἐν ἀκαθάρτοις παρὰ Μωσῇ ἐστὶ λύκος καὶ ἀλώπηξ καὶ [*](cf Lev) δράκων, ἀετός τε καὶ ἱέραξ, καὶ τὰ ὅμοια τούτοις. καὶ ὡς [*](573) ἐπίπαν οὐ μόνον ἐν τῷ νόμῳ ἀλλὰ καὶ ἐν τοῖς προφήταις εὕροις ἂν ταῦτα τὰ ξῶα εἰς παράδειγμα τῶν κακίστων παραλαμβανόμενα, οὐδέ ποτε δὲ εἰς χρηστὸν πρᾶγμα ὀνομαζόμενον λύκον ἢ ἀλώπεκα. ἔοικεν οὖν τις εἶναι ἑκάστῳ δαιμόνων εἴδει κοινωνία πρὸς ἕκαστον εἶδος ζώων. καὶ ὥσπερ ἐν ἀνθριποις ἄνθρωποι ἀνθρώπων ἰσχυρότεροί τινές εἰσιν, οὐ πάντως διὰ τὸ ἦθος· τὸν αὐτὸν τρόπον δαίμονες δαιμόνων εἶεν ἄν ἐν μέσοις δυνατώτεροι· καὶ οἵδε μὲν τοῖσδε τοῖς ζώοις χρώμενοι εἰς ἀπάτην τῶν ἀνθρώπων, κατὰ τὸ βούλημα τοῦ καλουμένου ἐν τοῖς λόγοις ἡμῶν ἄρχοντος τοῦ [*](cf. Jn xii 31; 2 Co iv 4) αἰῶνος τούτου, ἕτεροι δὲ δι᾿ ἄλλου εἴδους προδηλοῦντες. καὶ ὅρα ἐφʼ ὅσον εἰσὶν οἱ δαίμονες μιαροὶ, ὡς καὶ γαλᾶς ὑπό τινων παραλαμβάνεσθαι πρὸς τὸ δηλοῦν τὰ μέλλοντα. καὶ σὺ δὲ παρὰ σαυτῷ κρῖνον ὁπότερόν ἐστι βέλτιον παραδέξασθαι, ὅτι ὁ ἐπὶ πᾶσι θεὸς καὶ ὁ τούτου υἱὸς κινοῦσι τοὺς ὄρνιθας καὶ τὰ λοιπὰ ζῶα εἰς μαντικὴν, ἢ οἱ κινοῦντες τὰ τοιαδὶ τῶν ζώων, καὶ οὐκ ἀνθρώπους παρόντων ἀνθρώπων, δαίμονές εἰσι φαῦλοι καὶ, ὡς ὀνόμασε τὰ ἱερὰ τμῶν γράμτ ματα, ἀκάθαρτοι.

21. Εἴπερ δὲ θεία ἐστὶν ἡ τῶν ὀρνίθων ψυχὴ διὰ τὸ δι᾿ αὐτῶν προλέγεσθαι τὰ μέλλοντα· πῶς οὐχὶ μαλλον, ὅπου κληδόνες ὑπʼ ἀνθρώπων λαμβάνονται, θείαν εἶναι φήσομεν τὴν ψυχήν ἐκείνων, δι᾿ ὧν αἱ κληδόνες ἀκούονται; θεία οὖν [*](8 om. τε U+05D0 11 λαμβανόμενα ABC 14 ἀνθρώπων ἀνθρωποι U+05D0 17 ἀπαντην 23 ὁ post τούτου U+05D0 (supr. lin.) 30 ὑπʼ] ἀπὸ U+05D0 31 ἐκείνων] coni. Guietus; ἐκείνην U+05D0ABC)

146
τις ἦν κατὰ τοὺς τοιούσδε ἡ παρὰ τῷ Ὁμήρῳ ἀλετρὶς, περὶ U+05D0ABC τῶν μνηστήρων εἰποῦσα·

[*](cf. Hom Od iv 685; xx 116, 119)

Ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν. κἀκείνη μὲν θεία ἦν· ὁ δὲ τηλικοῦτος Ὀδυσσεὺς, ὁ τῆς Ὁμηρικῆς Ἀθηνᾶς φίλος, οὐκ ἦν θεῖος, ἀλλά συνεὶς τῶν ἀπὸ τῆς θείας ἀλετρίδος εἰρημένων κληδόνων ἔχαιρεν, ὡς ὁ [*](Hom Od xx 120) ποιητής φησι· Χαῖρε δὲ κληδόνι δῖοε Ὀδυσσεύς. ἤδη δὲ ὅρα, εἴπερ οἱ ὄρνιθες θείαν ἔχουσι ψυχὴν καὶ αἰσθάνονται τοῦ θεοῦ ἢ, ὡς ὁ Κέλσος ὀνομάζει, τῶν θεῶν· δηλονότι καὶ ἡμεῖς πταρνύμενοι οἱ ἄνθρωποι, ἀπό τινος ἐν ἠμῖν οὔσης θειότητος καὶ μαντικῆς περὶ τὴν ψυχὴν ἡμῶν πταρνύμεθα. καὶ γὰρ τοῦτο μαρτυρεῖται ὑπὸ πολλῶν· διὸ καὶ ὀ ποιητὴς c[*](cf. Hom Od xvii 541 ff.) λέγει τό· Ὁ δ᾿ ἐπέπταρεν εὐχομένοιο. διό καὶ ἡ Πηνελόπη φησίν·

Οὐχ ὁράᾳς, ὅ μοι υἷὸς ἐπέπταρε σοῖσιν ἔπεσσιν;

22. Τὸ δʼ ἀληθῶς θεῖον εἰς τὴν τῶν περὶ μελλόντων γνῶσιν οὔτε τοῖς ἀλόγοις χρῆται ζώοις, οὔτε τοῖς τυχοῦσι τῶν ἀνθρώπων· ἀλλὰ ψυχαῖς ἀνθρώπων ἱερωτάταις καὶ καθαρωτάταις, ἄστινας θεοφορεῖ καὶ προφήτας ποιεῖ. διόπερ εἴ τι ἄλλο θαυμασίως εἴρηται ἐν τῷ Μωσέως νόμῳ, [*](Lev xix 26) καὶ τὰ τοιαῦτα ἐν τούτοις κατατακτέου· Οὐκ οἰωνιεῖσθε [*](574) [*](Deut xviii 14; cf. 12) οὐδʼ ὀρνιθοσκοπήσετε. καὶ ἀλλαχοῦ· Τὰ γὰρ ἔθνη, οὓς κύριος ὁ θεός σου ἐξολοθρεύσει ἀπὸ προσώπου σου, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ οὐχ οὔτως [*](Deut xviii 15) ἔδωκε κύριος ὁ θεός σου. εἶθ᾿ ἔξῆς φησί· Προφήτην ἀναστήσει σοι κύριος ὁ θεός σου ἐκ τῶν ἀδελφῶν σου. βουληθεὶς δέ ποτε ὁ θεὸς δι᾿ οἰωνοσκόπου ἀποτρέψοι ἀπὸ τῆς οἰωνιστικῆς, πεποίηκε πνεῦμα ἐν τῷ οἰωνοσκόπῳ εἰπεῖν· [*](Num xxiii 23) Οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακὼβ, οὐδὲ μαντεία ἐν Ἱσραήλ· κατὰ καιρὸν ῥηθήσεται τῷ Ἰακώβ καὶ τῷ Ἰσραὴλ, τί ἐπιτελέσει [*](11 θειότητος] ποιότητος U+05D0 13 om. τό ABC 15 δρᾶς U+05D0AC σοῖς ἐπέσσι (sic) C; οἷσιν ἔπεσι U+05D0; πᾶσιν ἔπεσσιν Hon. 16 ἀληθὲς U+05D0 17 τυγχάνουσι U+05D0 21 ἐν τοῖς τοιούτοις 22 ὀρνι- θοσκοπῆσεσθε ABC 23 ἀπὸ] ἐκ ABC 28 οἰωνοσκοπικῆς)

147
[*](U+05D0ABC) ὁ θεός. ταῦτα δὴ γιγνώσκοντες ἡμεῖς καὶ τὰ τούτοις παραπλήσια, τηρεῖν βουλόμεθα μυστικῶς εἰρημένην ἐντολὴν τήν· Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἵνα μὴ [*](Prov iv 23) ἐπιβῇ τι τῶν δαιμονίων τῷ ἡγεμονικῷ τμῶν, ἢ πνεῦμά τι τῶν ἐναντίων πρὸς βούλεται τρέψῃ τὸ φανταστικὸν ἡμῶν. εὐχόμεθα δὲ λάμψαι ἐν ταῖς καρδίαις ἡμῶν τὸν [*](cf. 2 Co iv 6) φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ, ἐπιδημοῦντος ἡμῶν τῷ φανταστικῷ πνεύματος θεοῦ καὶ φαντάζοντος ἡμᾶς τὰ τοῦ θεοῦ· ἐπεὶ ὅσοι πνεύματι θεοῦ ἄγονται, οὗτοι cf Ro viii υἱοί εἰσι θεοῦ.

23. Χρὴ δʼ εἰδέναι ὅτι τὸ τὰ μέλλοντα προγιγνώσκειν οὐ πάντως θεῖόν ἐστι· καθʼ αὑτὸ γὰρ μέσον ἐστὶ, καὶ πίπτον εἰς φαύλους καὶ ἀστείους. καὶ ἰατροὶ γοῦν ἀπὸ ἰατρικῆς προγιγνώσκουσί τινα, κἂν φαῦλοι τὸ ἦθος τυγχάνωσιν· οὕτω δὲ καὶ κυβερνῆται, κἂν μοχθηραὶ τυγχάνωσιν ὄντες, προγιγνώσκουσιν ἐπισημασίας καὶ ἀνέμων σφοδρότητας καὶ τροπὰς περὶ τὸ περιέχον ἔκ τινος πείρας καὶ παρατηρήσεως· καὶ οὐ δή που παρὰ τοῦτο θείους τις αὐτοὺς εἶναι φήσει, ἐάν τύχωσι μοχθηροὶ εἶναι τὸ ἦθος. ψεῦδος οὖν τὸ παρὰ τῷ Κέλσῳ λεγόμενον, τό· ‘Τί ἂν φαίη τις θειότερον τοῦ τὰ μέλλοντα προγιγνώσκειν τε καὶ προδηλοῦν;᾿ ψεῦδος δὲ καὶ τὸ ‘πολλὰ τῶν ζώων ἀντιποιεῖσθαι θείας ἐννοίας·᾿ οὐδὲν γὰρ τῶν ἀλόγων ἔννοιαν ἔχει τοῦ θεοῦ. ψεῦδος δὲ καὶ τὸ ‘ἐγγυτέρω τῆς θείας ὁμιλίας εἶναι τὰ ἄλογα ζῶα·᾿ ὅπου γε καὶ τῶν ἀνθρώπων οἱ ἔτι φαῦλοι, κἂν ἐπʼ ἄκρον προκόπτωσι, πόρρω εἰσὶ τῆς θείας ὁμιλίας. μόνοι δὴ ἄρα οἱ κατὰ ἀλήθειαν σοφοὶ καὶ ἀψευδῶς εὐσεβεῖς ἐγγυτέρω τῆς θείας ὁμιλίας εἰσίν· ὁποῖοί εἰσιν οἱ καθʼ ἡμᾶς προφῆται καὶ Μωσῆς, ᾦ μεμαρτύρηκε διὰ τὴν πολλὴν καθαρότητα ὁ λόγος εἰπών· Ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν θεὸν, οἱ δὲ [*](Ex xxiv) λοιποὶ οὐκ ἐγγιοῦσι. πῶς δὲ ἀσεβῶς ὑπὸ τοῦ ἀσέβειαν [*](10 υἱοὶ θεοῦ εἰσίν AB; εἰσιν υἰοὶ θεοῦ C 11 προγινώσκειν τὰ μέλλοντα ABC 17 τηρήσεως U+05D0 18 φησι U+05D0 19 ἐαν] ἄν 26 δὴ] δεῖ AB; δὲ C 31 ἀσεβὲς U+05D0)

148
ἡμῖν ἐγκαλοῦντος εἴρηται τὸ ‘οὐ μόνον σοφώτερα εἶναι τὰ [*](U+05D0ABC) ἄλογα τῶν ζώων τῆς τῶν ἀνθρώπων φύσεως, ἀλλὰ καὶ θεοφιλέστεραʼ; καὶ τίς οὐκ ἂν ἀποτραπείη προσέχων ἀνθρώπῳ λέγοντι δράκοντα καὶ ἀλώπεκα καὶ λύκον καὶ ἀετὸν καὶ ἱέρακα τῆς τῶν ἀνθρώπων φύσεως εἶναι θεοφιλέστερα; [*](575) ἀκολουθεῖ δʼ αὐτῷ τὸ λέγειν ὅτι, εἴπερ θεοφιλέστερα τάδε τὰ ζῶα τῶν ἀνθρώπων, δῆλον ὅτι καὶ Σωκράτους καὶ Πλάτωνος καὶ Πυθαγόρου καὶ Φερεκύδου καὶ ὧν πρὸ βραχέος ὕμνησε θεολόγων θεοφιλέστερά ἐστι ταῦτα τὰ ζῶα. καὶ ἐπεύξαιτό γε ἄν τις αὐτῷ λέγων· Εἴπερ θεοφιλέστερά ἐστι τάδε τὰ ζῶα τῶν ἀνθρώπων, γένοιο μετʼ ἐκείνων θεοφιλὴς καὶ ἐξομοιωθείης τοῖς κατὰ σὲ ἀνθρώπων θεοφιλεστέροις. καὶ μὴ ὑπολαμβανέτω γε ἀρὰν εἶναι τὸ τοιοῦτον· τίς γὰρ οὐκ ἂν εὔξαιτο οἷς πείθεται εἶναι θεοφιλεστέροις γενέσθαι πάντη παραπλήσιος, ἵνα καὶ αὑτὸς ὡς ἐκεῖνοι γένηται θεοφιλής;