Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

[*](1 παρὰ τοῖς κάν] παρὰ τοῖς καὶ D; παρὰ τοῖς A; καὶ παρὰ τοῖς Εpiph. 2 πεπληρωμένης] πεπληρωμένοις Epiph. 9 plura habet Epiph. l.c. 25 θείους] τοιούτους B)
39
[*](ΑBD)

4. Εἰ δὲ Γὰ λόγια κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, [*](Ps xii (xi) 7) δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως· καὶ μετὰ πάσης ἀκριβείας ἐξητασμένως τὸ ἄγιον πνεῦμα ὑποβέβληκεν αὐτὰ διὰ τῶν ὑπηρετῶν τοῦ λόγου, μήποτε [*](cf. Lc i 2) καὶ ἡμᾶς διαφεύγῃ ἀναλογία, καθʼ ἣν ἐπὶ πᾶσαν ἔφθασε γραφὴν θεόπνευστον ἡ σοφία τοῦ θεοῦ μέχρι τοῦ τυχόντος γράμματος· καὶ τάχα καὶ διὰ τοῦτο ὁ σωτήρ φησι· Ἰῶτα [*](Mt v 18) ἓν ἥ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἄν πάντα γένηται. ὅν τρόπον γὰρ ἐπὶ τῆς κοσμοποιίας ἡ θεία τέχνη οὐ μόνον ἐν οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις φαίνεται διʼ ὅλων τῶν σωμάτων ἐκείνων πεφοιτηκυῖα, ἀλλὰ καὶ ἐπὶ γῆς ἐν ὕλῃ εὐτελεστέρα τὸ αὐτὸ πεποίηκεν, ὡς μὴ ὑπερηφανεῖσθαι ἀπὸ τοῦ τεχνίτου μήτε τὰ σώματα τῶν ἐλαχίστων ζώων, πολλῷ δὲ πλέον καὶ τὰς ἐνυπαρχούσας ψυχὰς ἐν αὐτοῖς, ἑκάστης ἰδίωμά τι λαβούσης ἐν αὐτῇ, ὡς ἐν ἀλόγῳ σωτήριον· μήτε τὰ τῆς γῆς βλαστήματα, ἑκάστῳ ἐνυπάρχοντος τοῦ τεχνικοῦ περὶ τὰς ῥίζας καὶ τὰ φύλλα καὶ τοὺς ἐνδεχομένους καρποὺς καὶ τὰς διαφορὰς τῶν ποιοτήτων· οὕτως ἡμεῖς ὑπολαμβάνομεν περὶ πάντων τῶν ἐξ ἐπιπνοίας τοῦ ἁγίου πνεύματος ἀναγςγραμμένων, ὡς τῆς ἐπιδιδούσης τὴν ὑπεράνθρωπον σοφίαν ἱερᾶς προνοίας διο τῶν γραμμάτων τῷ γένει τῶν ἀνθρώπων, λόγια σωτήρια ἐνεσπαρκυίας, ὡς ἔστιν εἰπεῖν, ἑκάστω γράμματι κατὰ τὸ ἐνδεχόμενον ἵχνη τῆς σοφίας.