Philocalia
Origen
Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.
4. Λεγέτω δὴ ἡμῖν ὁ τῇ πίστει χριστιανῶν ἐγκαλῶν, ποίοις ἀποδεικτικοῖς λόγοις ἠναγκάσθη παραδέξασθαι πολλὰς γεγονέναι ἐκπυρώσεις καὶ πολλοὺς κατακλυσμούς· πάντων δὲ νεώτερον εἶναι κατακλυσμὸν μὲν τόν ἐπὶ Δευκαλίωνος, ἐκπύρωσιν δὲ τὴν ἐπὶ Φαέθοντος. ἀλλʼ ἐὰν προβάλληται τοὺς Πλάτωνος περὶ τούτων διαλόγους, φήσομεν αὐτῷ καὶ ἡμῖν ἐξεῖναι πιστεύειν ἐν καθαρᾷ καὶ [*](7 τοῦ] + τὰ ABC 8 τοῦ] + τὰ ins. supra lin. U+05D0 13 οὐ] οὐχὶ ABC 22 om. πάντων ABC 25 C. Cels. i. 19 δὴ] δʼ ABC)
5. Ἔστωσαν δὲ τῷ Κέλσῳ τοῦ περὶ τῶν ἐκπυρώσεων καὶ ἐξυδατώσεων μύθου διδάσκαλοι οἱ κατʼ αὐτὸν σοφώτατοι Αἰγύπτιοι, ὧν τῆς σοφίας ἴχνη ἄλογα ζῶα προσκυνούμενα καὶ λόγοι παριστάντες εὔλογον εἶναι καὶ ἀνακεχωρηκυῖάν τινα καὶ μυστικὴν τὴν τοιαύτην τοῦ θείου θεραπείαν. κἂν μὲν Αἰγύπτιοι περὶ τῶν ζώων σεμνύνοντες ἑαυτῶν τὸν λόγον θεολογίας φέρωσι, σοφοί εἰσιν· ἐὰν δὲ ὁ τῷ Ἰουδαίων συγκαταθέμενος νόμῳ καὶ νομοθέτῃ πάντα ἀναφέρῃ ἐπὶ τὸν τῶν ὅλων δημιουργὸν μόνον θεὸν, ἥττων εἶναι παρὰ Κέλσῳ καὶ τοῖς ὁμοίοις αὐτῷ λογίζεται τοῦ μὴ εἰς λογικὰ μόνον καὶ θνητὰ ζῶα, ἀλλὰ καὶ εἰς ἄλογα κατάγοντος τὴν θεότητα, ὑπὲρ τὴν μυθικὴν μετενσωμάτωσιν, τὴν περὶ τῆς πιπτούσης ἀπὸ τῶν ἀφίδων τοῦ οὐρανοῦ φυχῆς καὶ ἕως τῶν ἀλόγων ζώων, οὐ μόνον ἡμέρων ἀλλὰ καὶ ἀγριωτάτων, καταβαινούσης. καὶ ἐὰν μὲν Αἱγύπτιοι μυθολογῶσι, πιστεύονται πεφιλοσοφηκέναι δι᾿ αἰνιγμῶν καὶ ἀπορρήτων· ἐὰν δὲ Μωσῆς ὅλῳ ἔθνει συγγράφων ἱστορίας καὶ νόμους αὐτοῖς καταλίπῃ, μῦθοι κενοὶ νομίζονται μηδʼ ἀλληγορίαν ἐπιδεχόμενοι οἱ λόγοι αὐτοῦ. τοῦτο γὰρ Κέλσῳ καὶ τοῖς Ἐπικουρείοις δοκεῖ.
6. Εἶτ ἐπεί φησιν ὁ Κέλσος αὐταῖς λέξεσιν· ‘Εἰ μὲν [*](330) δὴ θελήσουσιν ἀποκρίνεσθαί μοι, ὡς οὐ διαπειρωμένῳ, πάντα γὰρ οἶδα,’ καὶ τὰ ἑξῆς· λεκτέον δὲ πρὸς τό ‘πάντα [*](4 om. παρὰ ΑBC τὰ τοῦ] τὰ U+05D0; τοῦ (?) corr 7 κατα- σκευάζομεν 13 θείου] θεοῦ U+05D0 16 ὁ τῶ] τις τῶ τῶν C; τις τῶν ΑB* 20 ὑπὲρ] ἐπὶ U+05D0 24 αἰνιγμάτων ABC 29 C. Cels. i. 12 30 δὴ] οὗν ABC ἀποκρίνασθαί ABC)
7. Ἐπεὶ δʼ ὁ Κέλσος ἔθηκεν ὡς λεγόμενον ὑπὸ [*](331 U+05D0A) πολλῶν χριστιανῶν· ‘Κακὸν μέν γε ἡ ἐν τῷ βίῳ σοφία, ἀγαθὸν δʼ ἡ μωρία·᾿ λεκτέον ὅτι συκοφαντεῖ τὸν λόγον, μὴ ἐκθέμενος αὑτὴν τὴν παρὰ τῷ Παύλῳ κειμένην λέξιν οὔτως [*](1 Co iii 18 f.) ἔχουσαν· Εἴ τις δοκεῖ σοφός εἶναι ἐν ὑμῖν, ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω, ἵνα γένηται σοφός· ἡ γάρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ θεῷ ἐστίν. οὐκοῦν ὁ μὲν ἀπόστολός φησιν οὐχ ἀπλῶς Ἡ σοφία μωρία παρὰ θεῷ ἐστίν· ἀλλʼ Ἡ σοφία τοῦ κόσμου τούτου. καὶ πάλιν, οὐκ Εἴ τις δοκεῖ σοφός εἶναι ἐν ὑμῖν, ἁπαξαπλῶς μωρός γενέσθω· ἀλλʼ Ἐν τῷ αἰῶνι τούτῳ μωρός γενέσθω, ἵνα γένηται σοφός. σοφίαν οὖν τούτου τοῦ αἰῶνος λέγομεν τὴν κατὰ τὰς γραφάς καταργουμένην πᾶσαν ψευδοδοξοῦσαν φιλοσοφίαν· καὶ μωρίαν λέγομεν ἀγαθὸν, οὐκ ἀπολελυμένως, ἀλλʼ ὅτε τις τῷ αἰῶνι τούτῳ γίνεται μωρός· ὡς εἰ λέγοιμεν καὶ τὸν Πλατωνικὸν, πιστεύοντα τῇ ἀθανασίᾳ τῆς ψυχῆς καὶ τοῖς περὶ αὐτῆς λεγομένοις περὶ μετενσωματώσεως, μυρίαν ἀνειληφέναι, ὡς πρὸς τοὺς Στωῖκοὺς διασύροντας τὴν τούτων συγκατάθεσιν· καὶ ὡς πρός Περιπατητικοὺς θρυλοῦντας τὰ Πλάτωνος τερετίσματα· καὶ ὡς πρὸς Ἐπικουρείους δεισιδαιμονίαν ἐγκαλοῦντας τοῖς εἰσάγουσι πρόνοιαν καὶ θεὸν ἐφιστᾶσι τοῖς ὅλοις. ἔτι δὲ ὅτι καὶ κατὰ τό τῷ λόγῳ ἀρέσκον πολλῷ διαφέρει μετὰ λόγου καὶ σοφίας συγκατατίθεσθαι τοῖς δόγμασιν ἠπερ μετὰ φιλῆς τῆς πίστεως· καὶ ὅτι κατὰ περίστασιν καὶ τοῦτʼ ἐβουλήθη ὁ λόγος, ἱνα μὴ πάντη ἀνωφελεῖς ἐάσῃ τοὺς ἀνθρώπους· δηλοῖ ὁ τοῦ Ἰησοῦ γνήσιος μαθητὴς Παῦλος, [*](1 Co i 21) εἰπών· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὀ κόσμος διὰ τῆς σοφίας τόν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. σαφῶς οὖν διὰ τούτων δηλοῦται ὅτι ἐν τῇ σοφίᾳ τοῦ θεοῦ ἐχρῆν [*](2 κακὸν μέν γε] ὅτι κακὸν ABC 7 παρὰ]+ τῶ ABC 8 παρὰ] + τῶ ABC 12 τοῦ αἰῶνος τούτου A BC 14 ἀγαθὴν ἀπολελυμένον ABC)
8. Ὅτι τοῖς δυναμένοις φρονίμως καὶ εὐγνωμόνως ἐξετάζειν τὰ περὶ τοὺς ἀποστόλους τοῦ Ἰησοῦ φαίνεται, ὅτι δυνάμει θεία ἐδίδασκον οὗτοι τὸν χριστιανισμὸν καὶ ἐπετύγχανον ὑπάγοντες ἀνθρώπους τῷ λόγῳ τοῦ θεοῦ. οὐ γὰρ ἡ εἰς τὸ λέγειν δύναμις καὶ τάξις ἐπαγγελίας, κατὰ τὰς Ἐλλήνων διαλεκτικὰς ῥητορικάς τέχνας, ἦν ἐν αὐτοῖς [*](377) ὑπαγομένη τοὺς ἀκούοντας. δοκεῖ δέ μοι, ὅτι σοφοὺς μέν τινας ὡς πρὸς τὴν τῶν πολλῶν ὑπόληψιν καὶ ἱκανοὺς πρὸς τὸ νοεῖν ἀρεσκόντως πλήθεσι καὶ λέγειν ἐπιλεξάμενος, καὶ χρησάμενος αὐτοῖς διακόνοις τῆς διδασκαλίας, ὁ Ἰησοῦς εὐλογώτατʼ ἄν ὑπενοήθη ὁμοίᾳ φιλοσόφοις κεκηρύχθαι ἀγωγῇ αἱρέσεώ τινος προϊσταμένοις· καὶ οὐκέτι ἂν ἡ περὶ τοῦ θεῖον εἶναι τὸν λόγον ἐπαγγελία ἀνεφαίνετο· ἅτε τοῦ λόγου ὄντος καὶ τοῦ κηρύγματος ἐν πειθοῖς τῆς ἐν φράσει [*](cf 1 Co ii 4 f.) καὶ συνθέσει τῶν λέξεων σοφίας· καὶ ἦν ἂν ἡ πίστις, ὁμοίως τῇ τῶν τοῦ κόσμου φιλοσόφων περὶ τῶν δογμάτων [*](8 ἔθνεσι] ἐλλησι BC 13 C. Cels. i. 62 17 ἀπαγ- γελίας B; ἀπαγγελείας A 19 ὅτι] ]+ εἰ U+05D0 (sed punctis notatur) 21 καὶ λέγειν post νοεῖν ABC 23 κεκηρύχθαι] κεχρῆσθαι ΑBC 25 ἀπαγγελεία A 26 πειθοῖς] cf. p. 41 l 14. p. 71 l 30)
9. Ἐπεὶ δὲ καὶ ἐπιρρήτους εἶπεν ἀνθρόπους, τελώνας καὶ ναύτας πονηροτάτους λέγων ὁ Κέλσος τοὺς ἀποστόλους Ἰησοῦ· καὶ περὶ τούτου φήσομεν ὅτι ἔοικεν, ἵνα μὲν ἐγκαλέσῃ τῷ λόγῳ, πιστεύειν ὅπου θέλει τοῖς γιγραμμένοις· ἵνα δὲ τὴν ἐμφαινομένην θειότητα ἐν τοῖς αὐτοῖς βιβλίοις ἀπαγγελλομένην μή παραδέξηται, ἀπιστεῖν τοῖς εὐαγγελίοις· δέου τὸ φιλάληθες ἰδόντα τῶν γραψάντων ἐκ τῆς περὶ τῶν χειρόνων ἀναγραφῆς πιστεῦσαι καὶ περὶ τῶν θειοτέρων. γέγραπται δὴ ἐν τῇ Βαρνάβα καθολικῇ ἐπιστολῇ, ὅθεν ὁ Κέλσος λαβὼν τάχα εἶπεν εἶναι ἐπιρρήτους καὶ πονηροτάτους τοὺς ἀποστόλους, ὅτι Ἐξελέξατο τοὺς [*](Εp Barn v 9) ἰδίους ἀποστόλους Ἰησοῦς, ὄντας ὑπὲρ πᾶσαν ἀνομίαν ἀνομωτέρους. καὶ ἐν τῷ εὐαγγελίῳ δὲ τῷ κατὰ Λουκᾶν φησὶ πρός τὸν Ἰησοῦν ὁ Πέτρος· Ἔξελθε ἀπʼ ἐμοῦ, ὅτι ἀνὴρ [*](Lc v 8) ἁμαρτωλός εἰμι, κύριε. ἀλλά καὶ ὁ Παῦλος ἐν τῇ πρός Τιμόθεόν φησι, καὶ αὐτός ὕστερον ἀπόστολος Ἰησοῦ γενόμενος, ὅτι Πιστὸς ὁ λόγος, ὅτι Ἰησοῦς Χριστὸς ἦλθεν εἰς [*](1 Tim i 15) τόν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγὡ. τί οὖν ἄτοπον, βουλόμενον παραστῆσαι τῷ γένει τῶν ἀνθρώπων τὸν Ἲησοῦν ὁπηλίκην ἔχει ψυχῶν ἰατρικήν, τοὺς ἐπιρρήτους καὶ πονηροτάτους ἐπιλέξασθαι, καὶ τούτους προαγαγεῖν ἐπὶ τοσοῦτον, ὥστʼ αὐτοὺς παράδειγμα εἶναι ἤθους καθαρωτάτου τοῖς δι᾿ αὐτῶν προσαγομένοις τῷ Χριστοῦ εὐαγγελίῳ;
[*](10 ἔοικεν κ.τ.λ.] cf. supra c. xv. p. 83 l. 4 20 ἐν τῶ κατὰ λουκᾶν δὲ (om. δὲ C) εὐαγγελίῳ ABC 23 γενόμενος ἰησοῦ ABC 30 αὐτῶν] αὐτὸν U+05D0*)10. Εἰ δʼ ἐπὶ τῷ προτέρῳ βίῳ ὀνειδίζειν μέλλοιμεν [*](U+05D0ABC) τοῖς μεταβαλοῦσιν, ὥρα καὶ Φαίδωνος ἡμᾶς κατηγορεῖν καὶ φιλοσοφήσαντος, ἐπεὶ, ὡς ἡ ἱστορία φησὶν, ἀπὸ οἰκήματος [*](379) στέγους αὐτὸν μετήγαγεν εἰς φιλόσοφον διατριβήν ὁ Σωκράτης. ἀλλὰ καὶ τὴν Πολέμωνος ἀσωτίαν, τοῦ διαδεξαμένου Ξενοκράτην, ὀυειδίσομεν φιλοσοφίᾳ· δέον κἀκεῖ τοῦτʼ αὐτῆς ἀποδέξασθαι, ὅτι δεδύνηται ὁ ἐν τοῖς πείσασι λόγος ἀπὸ τηλικούτων μεταστῆσαι κακῶν τοὺς προκατειλημμένους ἐν αὐτοῖς. καὶ παρὰ μὲν τοῖς Ἔλλησιν εἶς τις Φαίδων, καὶ οὐκ οἶδα εἰ δεύτερος, καὶ εἶς Πολέμων, μεταβαλόντες ἀπὸ ἀσώτου καὶ μοχθηροτάτου βίου ἐφιλοσόφησαν· παρὰ δὲ τῷ Ἰησοῦ οὐ μόνοι τότε οἱ δώδεκα, ἀλλʼ ἀεὶ καὶ πολλαπλασίους, οἵτινες γενόμενοι [*](Tit iii 3 ff.) σωφρόνων χορός λέγουσι περὶ τῶν προτέρων· Ἠμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους. ὅτε δʼ ἡ χρηστότης καὶ ἠ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, διἀ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος, [*](Ps cvii (cvi) 20) οὖ ἐξέχεεν ἐφʼ ἡμᾶς, τοιοίδε γεγόναμεν. Ἐξαπέστειλε γάρ ὁ θεός τὸυ λόγον αὐτοῦ, καὶ ἰάσατο αὑτοὺς, καὶ ἐρρύσατο αὑτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν· ὡς ὁ ἐν ψαλμοῖς προφητεύσας ἐδίδαξε. καὶ ταῦτα δʼ ἂυ προσθείην τοῖς λεγομένοις, ὅτι Χρύσιππος, ἐν τῷ περὶ παθῶν θεραπευτικῷ, πειρᾶται ὑπὲρ τοῦ καταστεῖλαι τὰ ἐν ἀνθρώποις πάθη τῶν ψυχῶν, μὴ προσποιησάμενος ποῖόν τι τῆς ἀληθείας ἐστὶ δόγμα, θεραπεύειν κατὰ τὰς διαφόρους αἱρέσεις τοὺς ἐν τοῖς πάθεσι προκατειλημμένους, καί φησιν ὅτι, κἂν ἡδονὴ [*](4 στέγους αὐτὸν] τέγους αὐτὸν AC; ἐτείου σἁυτὸν U+05D0 (sic) εἰς] ἐπὶ τὴν ABC 6 φιλοσοφία] καὶ μετὰ φιλοσοφίαν ABC 8 λόγος] λόγοις (?) U+05D0* 12 μόνοι] μόνον ΑB*C 13 ἀλλʼ ἀε]i ἀλλὰ AB*C 19 ἀνακαινώσεως] τοῦ U+05D0 (supsa lin.) 20 οὔ] supra lim n U+05D0 ; δ B ἡμᾶς] + πλουσίως U+05D0 (supra lin.) 23 λελεγ- μένοις ABC 26 ποῖόν τι] ποῖον τὸ Α BC 27 ἐν] καὶ U+05D0 (sed puncti notatur))
11. Ἐπεὶ δὲ μὴ προπετεῖς διδάσκων τοὺς μαθητὰς ὀ Ἰησοῦς ἔλεγεν αὐτοῖς τό· Ἐὰν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει [*](Mt x 23) ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν· κἂν ἐν τῇ ἑτέρᾳ διώκωσι, πάλιν φεύγετε εἰς τὴν ἄλλην· καὶ διδάσκων παράδειγμα αὐτοῖς ἐγίνετο εὐσταθοῦς βίου, οἰκονομοῦντος μὴ εἰκῆ μηδὲ ἀκαίρως καὶ ἀλόγως ὁμόσε χωρεῖν τοῖς κινδύνοις· τοῦτο πάλιν κακουργῶν ὁ Κέλσος διαβάλλει, καί φησι πρός τὸν Ἰησοῦν ὁ παρʼ αὐτῷ Ἰουδαῖος ὅτι ‘Μετὰ τῶν μαθητῶν τῇδε κἀκεῖσε ἀποδιδράσκεις.
12. ‘Tί δὲ καί σε νήπιον ἔτι ἐχρῆν εἰς Αἴγυπτον ἐκκομίζεσθαι, μή ἀποσφαγῇς; θεὸν γὰρ οὐκ εἰκός ἦν περὶ θανάτου δεδιέναι,’ καὶ τὰ ἐξῆς. ἡμεῖς δ᾿ αὐτῷ πιστεύοντες [*](381) Ἰησοῦ περὶ μὲν τῆς ἐν αὐτῷ θειότητος λέγοντι· Ἐγώ εἰμι [*](Jn xiv 6) ἠ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· καὶ εἴ τι τούτοις παραπλήσιον· περὶ δὲ τοῦ, ὅτι ἐν ἀνθρωπίνῳ σώματι ἦν, ταῦτα φάσκοντι· Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς [*](Jn viii 40) τὴν ἀλήθειαν ὑμῖν λελάληκα· σύνθετόν τι χρῆμά φαμεν αὐτὸν γεγονέναι. καὶ ἐχρῆν τόν προνοούμενον τῆς ὡς ἀνθρώπου ἑαυτοῦ εἰς τὸν βίον ἐπιδημίας μή ἀκαίρως ὁμόσε χωρεῖν τῷ ἕως θανάτου κινδύνῳ. οὕτως δὲ ἔδει αὐτὸν καὶ [*](1 τὰ πάθη θεραπευτέον ABC 4 om. τοῦ ΑBC 6, 7 αὐ- τοὺς ἐντυγχάνοντας τῶ κοινωνικῷ B; αὐχοῦντας αὐτοὺς τὸ κοινωνικὸν 13, 14 φεύγετε- ἄλλην] U+05D0corr AB; om. U+05D0*C 20 C. Cels. i. 66 καί σε] σε καὶ Α BC 21 μὴ] ἵνα μὴ BC 26 om. δὲ AC ὁς] ὅστις U+05D0 (sed τις supra lin.)
13. Τί οὖν ἄτοπον τὸν ἅπαξ ἐνανθρωπήσαντα καὶ κατʼ ἀνθρωπίνην ἀγωγὴν οἰκονομεῖσθαι πρός τὸ ἐκκλίνειν κινδύνους, οὐ τῷ ἄλλως ἀδύνατον εἶναι τοιοῦτον γενέσθαι, ἀλλὰ τῷ δεῖν τὸ ἐγχωροῦν ὀδῷ καὶ τάξει περὶ τῆς σωτηρίας τοῦ Ἰησοῦ ὡκονομῆσθαι; καὶ βέλτιόν γε ἦν ὑπεκστῆναι τὸ παιδίον Ἰησοῦν τῆς Ἡρώδου ἐπιβουλῆς, καὶ ἀποδημῆσαι μετὰ τῶν τρεφόντων αὐτὸ εἰς Αἴγυπτον ἕως τῆς τελευτῆς τοῦ ἐπιβουλεύοντος· ἢ τὴν περὶ τοῦ Ἰησοῦ πρόνοιαν κωλύειν τὸ ἐφʼ ἡμῖν Ἡρώδου ἀναιρεῖν τὸ παιδίον θέλοντος, ἢ τὴν λεγομένην παρὰ τοῖς ποιηταῖς Ἅιδος κυνέην ἤ τι παραπλήσιον ποιεῖν εἶναι περὶ τὸν Ἰησοῦν, ἢ [*](cf Ge xix 11) πατάξαι ὁμοίως τοῖς ἐν Σοδόμοις τοὺς ἥκοντας ἐπὶ τὴν ἀναίρεσιν αὐτοῦ. τὸ γὰρ πάνυ παράδοξον τῆς ἐπʼ αὐτὸν βοηθείας, καὶ ἐπὶ πλέον ἐμφανὲς, οὐκ ἦν χρήσιμον τῷ βούλεσθαι αὐτὸν διδάξαι ὡς ἄνθρωπον μαρτυρούμενον ὑπὸ τοῦ θεοῦ ἔχειν τι θειότερον ἐν τῷ βλεπομένῳ ἀνθρώπῳ· [*](1 Co i 24) ὅπερ ἦν ὁ κυρίως υἱὸς θεοῦ, θεός λόγος, θεοῦ δύναμις καὶ θεοῦ σοφία, ὁ καλούμενος Χριστός. οὐ καιρὸς δὲ νῦν τὰ περὶ τοῦ συυθέτου, καὶ ἐξ ὧν συνέκειτο ἐνανθρωπήσας Ἰησοῦς, διηγήσασθαι· οὔσης τινὸς καὶ, ἴνʼ οὕτως ὀνομάσω, οἰκείας ζητήσεως τοῖς πιστεύουσιν εἰς τὸν τόπον.
14. Ὅμοιον δὲ πεποίηται κατὰ Ἰησοῦ καὶ τῶν μαθητῶν [*](380) διαβολῇ φήσομεν εἶναι καὶ τό περὶ Ἀριστοτέλους ἱστορούμενον· οὗτος γὰρ ἰδὼν συγκροτεῖσθαι μέλλον κατʼ αὐτοῦ δικαστήριον ὡς κατὰ ἀσεβοῦς, διά τινα δόγματα τῆς φιλοσοφίας αὐτοῦ ἂ ἐνόμισαν εἶναι ἀσεβῆ Ἀθηναῖοι, ἀναχωρήσας ἀπὸ τῶν Ἀθηνῶν ἐν Χαλκίδι τὰς διατριβὰς [*](3 ἄτοπον] + ἦν ABC 5 οὐ τῶ] οῦτως U+05D0* ἀδύνατον] δυ- νατὸν ΑB*C εἷναι] +τὸ ABC 7 οἰκονομεῖσθαι ΑBC 8 τὴν ἡρ. ἐπιβουλὴν U+05D0corr ABC 16 πλεῖον ABC 19 θεοῦ λόγος U+05D0* θεοῦ δύναμις] καὶ δύναμις 20 om. ὁ ABC 21 συνέ- κειτο] + ὁ ABC 24 C. Cels. i. 65 κατὰ]+ τοῦ ABC)