Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

9. Εἰ δὲ χρή καὶ τήν τῶν δογμάτων ταυτότητα, κἂν παράδοξος ὁ λόγος εἶναι δοκῇ, δεῖξαι βέλτιον εἰρημένην παρὰ τοῖς Ἰουδαίων προφήταις ἢ τοῖς λογίοις χριστιανῶν· οὗτω τὸν λόγον κατασκευαστέον, ἀπό τινος τοῦ περὶ τὰς τροφάς καὶ τὴν σκευασίαν αὐτῶν παραδείγματος. ἔστω τι ὑγιεινὸν βρῶμα καὶ ἰσχύος τοῖς ἐσθίουσιν ἐμποιητικὸν, τοῦτο δὲ οὕτω μὲν σκευασθὲν καὶ τοιοῖσδε ἡδύσμασιν ἀρτυθὲν λαμβανέτωσαν οὐχ οἱ μὴ μαθόντες ἄγροικοι καὶ ἐν ἐπαύλεσιν ἀνατεθραμμένοι καὶ πένητες τὰ τοιάδε ἐσθίειν, ἀλλʼ οἱ πλούσιοι καὶ ἁβροδίαιτοι μόνοι· οὐκ ἐκείνως δὲ καὶ ὡς δοκεῖ τοῖς νομιζομένοις καθαριωτέροις σκευασθὲν, ἀλλʼ ὡς μεμαθήκασιν ἐσθίειν οἱ πένητες καὶ οἱ ἀγροικότεροι καὶ οἱ πολλοὶ τῶν ἀνθρώπων, ἐσθιέτωσαν μυριάδες ὅλαι. εἰ οὖν καὶ διδοῖτο ἀπὸ μὲν τῆς τοιᾶσδε σκευασίας τοὺς νομιζομένους καθαριωτέρους μόνους ὑγιάζεσθαι, οὐδενὸς τῶν πολλῶν προσβάλλοντος τοῖς τοιοῖσδε βρώμασιν, ἀπὸ δὲ τῆς τοιᾶδε τὰ πλήθη τῶν ἀνθρώπων ὑγιεινότερον διάγειν· τίνας μᾶλλον τοῦ κοινωνικοῦ ἕνεκεν ἀποδεξόμεθα τῶν ὑγιεινῶν βρωμάτων χάριν; ἆρά γε τοὺς τοῖς λογίοις χρησίμως αὐτὰ σκευάζοντας, ἢ τοὺς τοῖς πλήθεσι; τῆς ἴσης (δεδόσθω γὰρ) ὑγιείας καὶ εὐεξίας ἐγγινομένης ἀπὸ τῶν οὑτωσὶ σκευασθέντων ἢ οὑτωσὶ, ἀλλὰ φανερὸν ὅτι αὐτὸ [*](737) τὸ φιλάνθρωπον καὶ τὸ κοινωνικὸν ὑποβάλλει, κοινωφελέστερον εἶναι ἰτρὸν τὸν τῆς τῶν πολλῶν ὑγιείας προνοησάμενον, ἤπερ τὸν τῆς τῶν ὀλίγων μόνον.

10. Εἷ νενόηται δὴ τὸ παράδειγμα, μεταβιβαστέον αὐτὸ ἐπὶ τὴν ποιότητα τῆς τῶν λογικῶν ζώων λογικῆς τροφῆς. [*](7 λογίοις] λόγοις U+05D0 10 ὑγιαῖνον U+05D0 12 μανθάνοντες U+05D0 18 διδοῖτο] cοniecit Boherellus; διδῶτο U+05D0; διδότω Α BC om. τοὺς U+05D0 25 δεδόσθω γὰρ] γὰρ δεδόσθω ABC 29 om. τιῶν)

78
καὶ ὅρα εἰ μὴ Πλάτων μὲν καὶ οἱ ληνῶν σοφοὶ, [*](U+05D0ABC) ἐν οἶς λέγουσι καλῶς, παραπλήσιοί εἰσι τοῖς προνοησαμένοις ἰατροῖς τῶν καθαριωτέρων εἶναι νομιζομένων μόνων, τοῦ πλήθους δὲ τῶν ἀνθρώπων καταφρονησάντων οἱ δὲ ἐν Ἰουδαίοις προφῆται καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ, οἱ μακρὰν χαίρειν εἰπόντες τῇ ποικίλῃ τῶν λέξεων συνθέσει καὶ τῇ, [*](1 Co ii 5; cf. i 26; 2) ὡς ὠνόμασεν ἡ γραφὴ, σοφίᾳ ἀνθρώπων καὶ σοφίᾳ κατὰ [*](Co i 12) σάρκα, τὴν γλῶσσαν αἰνισσομένη, ὁμοιωθεῖεν ἂν τοῖς τὴν αὐτήν τῶν βρωμάτων ποιότητα ὑγιεινοτάτην προνοησαμένοις συνθέσει λέξεων σκευάσαι καὶ εὐτρεπίσαι φθανούσῃ ἐπὶ τὰ πλήθη τῶν ἀνθρώπων καὶ μὴ ξενιζούσῃ τὴν διάλεκτον αὐτῶν, μηδὲ διὰ τοῦ ξενισμοῦ ἀποστρεφούσῃ ἀκούειν ὡς ἀσυνήθων τῶν τοιῶνδε διαλέξεων. καὶ γὰρ εἴπερ πρόκειται τῷ, ἴνʼ οὕτως ὀνομάσω, λογικῷ βρώματι ἀνεξίκακον καὶ πρᾶον ποιῆσαι τὸν ἐμφαγόντα· πῶς οὐ βέλτιον συνεσκευασμένος εἶη ἂν λόγος ὁ πλήθη ἀνεξικάκων καὶ πράων κατασκευάζων ἢ προκοπτόντων γε ἐπὶ ταύτας τὰς ἀρετὰς, παρὰ τὸν πάνυ ὀλίγους καὶ εὐαριθμήτους, ἵνα καὶ τοῦτο δοθῇ, ἀνεξικάκους καὶ πράους ποιοῦντα; ὥσπερ δὲ εἰ ὀ Πλάτων τοὺς αἰγυπτιάζοντας ἢ τοὺς συριάζοντας ὠφελεῖν ὑγιέσι δόγμασιν ἐβούλετο Ἕλλην τυγχάνων·, προενοήσατο ἂν μαθεῖν τὰς τῶν ἀκουσομένων διαλέκτους καὶ, ἐς Ἕλληνες ὀνομάζουσι, βαρβαρίζειν μᾶλλον ὑπὲρ τῆς Αἰγυπτίων καὶ Σύρων βελτιώσεως Ἕλλην μένων μηδὲν δύνασθαι χρήσιμον λέγειν Αἰγυπτίοις καὶ Σύροις· οὕτως ἡ προνοουμένη θεία φύσις οὐ τῶν πεπαιδεῦσθαι νομιζομένων μόνον τὰ Ἑλλήνων, ἀλλὰ καὶ τῶν λοιπῶν Ἑλλήνων, συγκατέβη τῇ ἰδιωτείᾳ τοῦ πλήθους τῶν ἀκροωμένων, ἴνα ταῖς συνήθεσιν αὐτοῖς χρησαμένη λέξεσι προκα- [*](3 μόνον A B 4 om. δὲ (pr.) U+05D0 καταφρονήσασιν C 5 μα- κρὰ ABC 8 αἰνισσομένη] Ba Ε; αἰνισσόμενοι U+05D0 ΑΒ* C ὁμοι- ωθεῖεν ἄν] ὁμοιωθεῖσαν U+05D0 13 τοιῶνδε] τοιούτων Α BC 16 συ- σκευασάμενος U+05D0 18, 19 om. καὶ τοῦτο U+05D0 20 πλατων] supplevi e conjecture 21 ἐβούλετο] βουλόμενος C 24 μένων] μὲν ὡς 25 χρήσιμον δύνασθαι A BC 26 προνοησαμένη ABC 27, 28 om. ἀλλὰ καὶ τῶν λοιπῶν ἐλλήνων A BCs)
79
[*](U+05D0ABC) λέσηται ἐπὶ ἀκρόασιν τὸ τῶν ἰδιωτῶν πλῆθος, δυνάμενον ἐξ εὐχεροῦς μετὰ τήν ἅπαξ γενομένην εἰσαγωγήν φιλοτιμήσασθαι πρὸς τὸ καὶ βαθύτερα τῶν κεκρυμμένων νοημάτων ἐν ταῖς γραφαῖς καταλαβεῖν. καὶ τῷ τυχόντι γὰρ δῆλον ταύτας ἀναγινώσκοντι, ὅτι πολλὰ βαθύτερον τοῦ αὐτόθεν ἐμφαινομένου ἔχειν δύναται νοῦν, τοῖς ἀνατιθεῖσιν ἑαυτοὺς τῇ ἐξετάσει τοῦ λόγου φανερούμενον, καὶ φανερούμενον [*](738) κατὰ τὴν ἀναλογίαν τῆς εἰς τὸν λόγον σχολῆς καὶ εἰς τὴν ἄσκησιν αὐτοῦ προθυμίας.

11. Οὐκοῦν κατεσκεύασται ὅτι, ὥς φησι Κέλσος, ἀγροικότερον εἰπὼν ὁ Ἰησοῦς· Τῷ τύπτοντί σε εἰς τὴν [*](Lc vi 29) σιαγόνα πάρεχε καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι [*](Mt v 40) καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες καὶ τὸ ἱμάτιον· βιωφελέστερον κεκίνηκε τὸν λόγον καὶ παρέστησεν οὕτως εἰπών, ἢ ὡς ἐν τῷ Κρίτωνι Πλάτων, οὖ μηδʼ ἀκούειν ἰδιῶται δύνανται, ἀλλὰ μόγις οἱ τὰ ἐγκύκλια πρὸ τῆς σεμνῆς Ἑλλήνων φιλοσοφίας μεμαθηκότες. κατανοητέον δὲ καὶ ὅτι οὐ παραφθείρεται ὁ περὶ ἀνεξικακίας νοῦς ὑπὸ τῆς τῶν λέξεων εὐτελείας, ἀλλὰ καὶ ἐν τούτῳ συκοφαντεῖ τὸν λόγον λέγων ὁ Κέλσος· ‘ Ἀλλὰ τῶνδε μὲν πέρι καὶ ἄλλων, ὅσα παραφθείρουσιν, ἀρκείτω τὰ εἰρημένα.'

[*](688)

12. Ἐξῆς δὲ τούτοις λέγει, ὁ Κέλσος δηλονότι· ‘ Ἐπειδὴ θεῖον πνεῦμα ἦν ἐν σώματι, πάντως τι παραλλάττειν αὐτὸ τῶν λοιπῶν ἐχρῆν, ἢ κατὰ μέγεθος ἢ κάλλος ἢ [*](689)ἀλκὴν ἢ φωνὴν ἢ κατάπληξιν ἢ πειθώ. ἀμήχανον γὰρ ὅτῳ [*](5, 6 πολὺν τοῦ αὐτόθεν ἐμφ.βαθύτερον 6 ἑαυτοὺς] αὐτοὺς U+05D0 7 φανερούμενον καὶ] BC: καὶ A; om. 8 ἀναλογίαν] ἀνάλογον U+05D0 10 ὥς φησι κέλσος] ὥς φησιν ὁ κέλσος AC; ὁ ὥς φησιν ὁ κέλσος B 11 om. ὁ ἰησοῦς ABC 20 ὁ κέλσος λέγων Α ΑΒC 24 C. Cels. vi. 75 om. δὲ U+05D0 ὁ κέλσος δηλονότι] ὅτι U+05D0 26 αὐτὸ] αὐτὸν om. ἦ ante κατὰ 27 ὅτῳ] ὦ τὸ ABC)

80
θεῖόν τι πλέον τῶν ἄλλων προσῆν μηδὲν ἄλλου διαφέρειν· [*](U+05D0ABC) τοῦτο δὲ οὐδὲν ἄλλου διέφερεν, ἀλλʼ, ὥς φασι, μικρὸν καὶ δυσειδὲς καὶ ἀγεννὲς ἦν.᾿ φαίνεται δὴ καὶ ἐν τούτοις ὅτι, ἐὰν μὲν κατηγορεῖν θέλῃ τοῦ Ἰησοῦ, ὡς πιστεύων ταῖς παρέχειν δοκούσαις αὐτῷ γραφαῖς ἀφορμὰς κατηγορίας λέγει τὰ ἀπʼ αὐτῶν · ὅπου δὲ κατὰ τὰς αὐτὰς γραφὰς δόξαι ἄν τις τὰ ἐναντία λέγεσθαι τοῖς εἰς κατηγορίαν παραλαμβανομένοις, ταῦτα οὐδὲ προσποιεῖται εἰδέναι. ὁμολογουμένως τοίνυν γέγραπται τὰ περὶ τοῦ δυσειδὲς γεγονέναι τὸ τοῦ Ἰησοῦ σῶμα· οὐ μὴν ὡς ἐκτέθειται καὶ ἀγεννές· οὐδὲ σαφῶς δηλοῦται ὅτι μικρὸν ἦν. ἔχει δὲ ἡ λέξις οὕτω παρὰ τῷ Ἠσαΐᾳ ἀναγεγραμμένη, προφητεύοντι αὐτὸν ἐπιδημήσοντα τοῖς πολλοῖς οὐκ ἐν ὡαίῳ εἴδει οὐδέ τινι ὑπερέχοντι κάλλει· [*](Ιs liii I ff.) Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ, ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ. οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἄρʼ οὖν τούτων μὲν Κέλσος ἤκουεν, ἐπεὶ ὤετο αὐτῷ χρήσιμα εἶναι εἰς τὸ κατηγορεῖσθαι τὸν Ἰησοῦν· οὐκέτι δὲ προσέσχε τοῖς λεγομένοις ἐν τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ, τῷ ὑπὲρ τοῦ ἀγαπητοῦ, τίνα τρόπον [*](Ρs xlv (xliv) 4 f.) λέγεται· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον [*](690) καὶ κατευοδοῦ καὶ βασίλευε.

13. Ἔστω δὲ μὴ ἀνεγνωκέναι αὐτὸν τὴν προφητείαν, ἢ ἀνεγνωκότα περιεσπᾶσθαι ὑπὸ τῶν παρερμηνευόντων αὐτὴν, ὡς οὐ περὶ Ἰησοῦ Χριστοῦ προφητευομένην· τί [*](cf. Mt xvii 1 f.)φήσει καὶ περὶ τοῦ εὐαγγελίου, ἐν ᾦ ἀναβὰς εἰς τὸ ὑφηλὸν ὄρος μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν καὶ [*](2 τοῦτο δὲ] τὸ δέ γε ΑBC 5 δοκούσαις αὐτῶ] αὐτὸ δοκούσαις Α; αὐτῶ δοκούσαις BC 6 om. τις ABC 11 om. τῶ ABC 16 πεδίον U+05D0 17 οὐδέ δόξα- εἴχεν εἴδος] om. U+05D0ABC ; sed cl. infra p.81 l. 3 18 ἄτιμον] +καὶ ABC 19 ἤκουσεν ABC 22 om. τῶ ὑπὲρ τοῦ ἀγαπητοῦ U+05D0 24 ἔντειναι U+05D0 29 om. τὸ)

81
[*](U+05D0ABC) ὥφθη ἐν δόξῃ· ὅτε καὶ Μωσῆς καὶ Ἡλίας ὀφθέντες ἐν δόξῃ [*](Lc ix 30 f.) ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἰερουσαλήμ; ἢ ἐὰν μὲν προφήτης λέγῃ· Εἴδομεν αὐτὸν, καὶ οὐκ [*](Ιs liii 2) εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ τὸ ἔξῆς· καὶ ὁ Κέλσος παραδέχεται τὴν προφητείαν ταύτην ἐπὶ τὸν Ἰησοῦν ἀναφέρεσθαι, τυφλώττων περὶ τὴν παραδοχὴν τοῦ λεγομένου, καὶ οὐχ ὁρῶν ὅτι μεγάλη κατασκευή ἐστι τοῦ τὸν ἄμορφον εἶναι δοκοῦντα Ἰησοῦν υἱὸν εἶναι θεοῦ, τὸ πρὸ πολλῶν ἐτῶν τῆς γενέσεως αὐτοῦ πεπροφητεῦσθαι καὶ περὶ τοῦ εἶδους αὐτοῦ· ἐὰν δὲ ἄλλος προφήτης ὡραιότητα καὶ κάλλος εἶναι λέγῃ περὶ αὐτόν, οὐκέτι βούλεται τὴν προφητείαν εἰς Ἰησοῦν Χριστὸν ἀναφέρεσθαι; καὶ εἰ μὲν σαφῶς ἢν ἀπὸ τῶν εὐαγγελίων λαβεῖν, ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἦν, ἐκλεῖπον παρὰ τοὺς υἴοὺς τῶν ἀνθρώπων· εἴποι ἄν τις οὐ κατὰ τὸ προφητικόν εἰρηκέναι ταῦτα τὸν Κέλσον, ἀλλὰ κατὰ τὸ εὐαγγελικόν. νυνὶ δὲ οὔτε τῶν εὐαγγελίων, ἀλλʼ οὐδὲ τῶν ἀποστόλων ἐμφαινόντων ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· σαφὲς ὅτι τὸ ἀπὸ τῆς προφητείας ἀναγκάζεται παραδέχεσθαι ὡς ἀληθευόμενον περὶ Χριστοῦ· ὅπερ οὐκέτι ἐπιτρέπει τὰς περὶ Ἰησοῦ κατηγορίας προβαίνειν.