Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

4. Ἔτι δὲ καὶ τοῦτό φησιν ὁ θεῖος λόγος· οὐκ οὔ. [*](630) ταρκες ἐἶναι τὸ λεγόμενον, κἂν καθʼ αὑτὸ ἀληθὲς καὶ πιστικώτατον ἦ, πρὸς τὸ καθικέσθαι ἀνθρωπίνης ψυχῆς, ἐὰν μή καὶ δύναμίς τις θεόθεν δοθῇ τῷ λέγοντι καὶ χάρις ἐπανθήσῃ τοῖς λεγομένοις, καὶ αὕτη οὐκ ἀθεεὶ ἐγγινομένη τοῖς ἀνυσίμως λέγουσι. φησὶ γοῦν ὁ προφήτης ἐν ἐξηκόστῷ [*](Ps lxviii (lxvii)12) καὶ ἑβδόμῳ φαλμῷ, ὅτι Κύριος δόσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ἵνʼ οὖν ἐπί τινων δοθῇ τὰ αὐτὰ δόγματα εἶναι Ἕλλησι καὶ τοῖς ἀπὸ τοῦ λόγου ἡμῶν, ἀλλʼ οὔτι γε καὶ τὰ αὐτά δύναται πρὸς τό ὑπαγαγέσθαι καὶ διαθεῖναι ψυχὰς κατὰ ταῦτα. διόπερ οἱ ἰδιῶται, ὡς πρὸς φιλοσοφίαν Ἑλληνικὴν, μαθηταὶ τοῦ Ἰησοῦ ἐκπεριῆλθον πολλὰ ἔθνη τῆς οἰκουμένης, διατιθέντες ὡς ὁ λόγος ἐβούλετο κατʼ ἀξίαν ἕκαστον τῶν ἀκουόντων ιἳ καὶ ἀνάλογον τῇ ῥοπῇ τοῦ αὐτεξουσίου αὐτῶν πρὸς ἀποδοχήν τοῦ καλοῦ πολλῷ βελτίους ἐγένοντο.

5. Παλαιοὶ τοίνυν ἄνδρες καὶ σοφοὶ δηλούσθωσαν τοῖς ἐπίστασθαι δυναμένοις. καὶ δή καὶ Πλάτων ὁ τοῦ Ἀρίστωνος τὰ περὶ τοῦ πρώτου ἀγαθοῦ διασημαινέτω ἔν τινι τῶν ἐπιστολῶν, καὶ φασκέτω μηδαμῶς εἶναι ῥητόν τὰ [*](631) πρῶτον ἀγαθοῦ, ἀλλʼ ἐκ πολλῆς συνουσίας ἐγγιγνόμενον, [*](1 C. Cels. i. 2 (Ru. 1. 320] ἔστι γὰρ] λεκτέον δʼ ἔτι πρὸς τοῦτο, ὅτι ἐστί 2 ἦν] ταύτην δὲ τὴν θειοτέραν U+05D0 7 ἐκ τοῦ ἴχνη δὲ] U+05D0α; ἐκ τοῦ δὲ ἴχνη U+05D0*; ἐκ τοῦδε· ἴχνη AC; ἐκ τοῦ ἴνη BE 9 C. Cels. vi. 2 (Rn. 1. 630) ἔτι δὲ καὶ τοῦτό φησιν] φησὶ δʼ U+05D0 14 om. προφήτης ABC* 22 om. οἴ ABC 25 δηλούτωσαν ABC)

73
[*](U+05D0ABC) καὶ ἐξαίφνης οἶον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν [*](Plat Ep vii 341 C, D) [*](727) τῇ φυχῇ. ὦν καὶ ἡμεῖς ἀκούσαντες (οἱ μελετήσαντες μηδενὶ ἀπεχθάνεσθαι τῶν καλῶς λεγομένων, κἂν οἱ ἔξω τῆς πίστεως λέγωσι καλῶς, μὴ προσφιλονεικεῖν αὐτοῖς, [*](631) μηδὲ ζητεῖν ἀνατρέπειν τὰ ὑγιῶς ἔχοντα) συγκατατιθέμεθα ὡς καλῶς λεγομένοις· ὁ θεὸς γὰρ αὐτοῖς ταῦτα, καὶ ὅσα [*](cf. Ro i 19) καλῶς λέλεκται, ἐφανέρωσε. διὰ τοῦτο δὲ καὶ τοὺς τὰ ἀληθῆ περὶ θεοῦ ὑπολαβόντας, καὶ μὴ τὴν ἀξίαν τῆς περὶ αὐτοῦ ἀληθείας θεοσέβειαν ἀσκήσαντας, φαμὲν ὑποκεῖσθαι ταῖς τῶν ἁμαρτανόντων κολάσεσιν. αὐταῖς γὰρ λέξεσί φησι περὶ τῶν τοιούτων ὁ Παῦλος, ὅτι Ἀποκαλύπτεται [*](Rο i 18 ff.) ὀργὴ θεοῦ ἀπʼ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, ὁ θεός γὰρ αὐτοῖς ἐφανέρωσε· τὰ γάρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἢ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸυ θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ηὺχαρίστησαν, ἀλλʼ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. καὶ ἀλήθειαν γοῦν κατέχουσιν, ὡς καὶ ὁ ἤμέτερος μαρτυρεῖ λόγος, οἱ φρονοῦντες ὅτι Ῥητὸν οὐδαμῶς ἐστὶ τό πρῶτον ἀγαθὸν, [*](Plat Ep ibid) καὶ λέγοντες ὡς Ἐκ πολλῆς συνουσίας γινομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν, ἐξαίφνης οἶον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ φυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.

6. Ἀλλʼ οἱ τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ γράφοντες καταβαίνουσιν εἰς Πειραιέα, προσευξόμενοι ὡς θεῷ τῇ cf. Plat Rep [*](1 om. καὶ BC 2-5 οἱ μελετήσαντες- ἔχοντα] om U+05D0; sed habet C. Cels. vii. 46 (Ru. 1. 727) 23, 24 καὶ ἀλήθειαν γοῦν] ἀλή- θειαν οὗν ABC 27 τοῦ συζῆν] Plat.; τὸ συξῆν U+05D0ΑΒC)

74
Ἀρτέμιδι, καὶ ὀψόμενοι τὴν ὑπὸ ἰδιωτῶν ἐπιτελουμένην [*](U+05D0ΑΒC) πανήγυριν· καὶ τηλικαῦτά γε φιλοσοφήσαντες περὶ τῆς ψυχῆς καὶ τὴν διαγωγὴν τῆς καλῶς βεβιωκυίας διεξελθόντες, καταλιπόντες τὸ μέγεθος ὧν αὐτοῖς ὁ θεός ἐφανέρωσεν [*](cf plat Phaedo 118A) εὐτελῆ φρονοῦσι καὶ μικρὰ, ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ [*](632) ἀποδιδόντες· καὶ τὰ ἀόρατα τοῦ θεοῦ καὶ τάς ἰδέας φαντασθέντες ἀπὸ τῆς κτίσεως τοῦ κόσμου καὶ τῶν αἰσθητῶν. ἀφʼ ὦν ἀναβαίνουσιν ἐπὶ τὰ νοούμενα, τήν τε ἀΐδιον αὐτοὶ δύναμιν καὶ θειότητα οὐκ ἀγεννῶς ἰδόντες, οὐδὲν ἢττον ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ὡς ἀσύνετος αὐτῶν ἡ καρδία ἐν σκότῳ καὶ ἀγνοίᾳ καλινδεῖται τῇ περὶ τοῦ θεραπεύειν τὸ θεῖον. καὶ ἔστιν ἰδεῖν τοὺς ἐπὶ σοφίᾳ μέγα φρονοῦντας καὶ θεολογίᾳ, ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου προσκυνοῦντας εἰς τιμήν φησιν ἐκείνου· ἔσθʼ ὅτε δὲ καὶ καταβαίνοντας μετʼ Αἰγυπτίων ἐπὶ τὰ πετεινὰ ἢ τετράποδα ἢ ἑρπετά. ἴνα δὲ καὶ δοκῶσί τινες ταῦτα [*](Ro i 25) ὑπεραναβεβηκέναι, ἀλλʼ εὑρεθήσονται ἀλλάξαντες τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ φεύδει, καὶ σέβοντες καὶ λατρεύοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα. διόπερ τῶν ἐν Ἕλλησι σοφῶν καὶ πολυμαθῶν τοῖς ἔργοις περὶ τὸ θεῖον πλανωμένων, [*](1 Co i 27 ff.) ἐξελέξατο ὁ θεὸς τὰ μωρὰ τοῦ κόσμου, ἵνα καταισχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀγενῆ καὶ τά ἀσθενῆ καὶ τὰ ἐξουθενημένα καὶ τὰ μὴ ὄντα, ἴνα τὰ ὄντα καταργήσῃ· καὶ ἀληθῶς ἴνα μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. πρῶτον δὲ ἡμῶν σοφοὶ, Μωσῆς ὁ ἀρχαιότατος καὶ οἱ ἐξῆς αὐτῷ προφήται, οὐδαμῶς ῥητὸν ἐπιστάμενοι τὸ πρῶτον ἀγαθὸν, ἔγραψαν μὲν, ὡς θεοῦ ἔαυτὸν ἐμφανίζοντος τοῖς ἀξίοις καὶ ἐπιτηδείοις, ὅτι ὥφθη ὁ θεὸς φέρʼ εἰπεῖν τῷ Ἀβραὰμ, τῷ Ἰσαὰκ, ἢ τῷ ακώβ. τίς δὲ ὢν ὠφθη καὶ ποταπός καὶ τίνα τρόπον καὶ τίνι τῶν ἐν ἡμῖν, καταλελοίπασιν ἐξετάζειν τοῖς δυναμένοις ἑαυτοὺς ἐμπαρέχειν παραπλησίους [*](1 ἰδιωτῶν] ἰουδαίων 11 om. ἡ U+05D0 20 πολυμαθῶν] φιλο μαθών ABC 25 πρῶτον δὲ] πρῶτοι δὲ οἱ AB; πρῶτοι δὲ C 27 om. ἑαυτὸν 28 om. φεῤ εἰπεῖν U+05D0 31 παραπλησίως U+05D0)
75
[*](U+05D0ΑBC) ἐκείνοις οἶς ὥφθη ὁ θεὸς, ὀφθεὶς αὐτῶν οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἀλλὰ τῇ καθαρῷ καρδίᾳ. καὶ γὰρ κατά τὸν Ἀησοῦν ἡμῶν· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, [*](Μt v 8) ὅτι αὐτοὶ τὸν θεὸν ὅφονται.