Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

4. Ἔτι δὲ καὶ τοῦτό φησιν ὁ θεῖος λόγος· οὐκ οὔ. [*](630) ταρκες ἐἶναι τὸ λεγόμενον, κἂν καθʼ αὑτὸ ἀληθὲς καὶ πιστικώτατον ἦ, πρὸς τὸ καθικέσθαι ἀνθρωπίνης ψυχῆς, ἐὰν μή καὶ δύναμίς τις θεόθεν δοθῇ τῷ λέγοντι καὶ χάρις ἐπανθήσῃ τοῖς λεγομένοις, καὶ αὕτη οὐκ ἀθεεὶ ἐγγινομένη τοῖς ἀνυσίμως λέγουσι. φησὶ γοῦν ὁ προφήτης ἐν ἐξηκόστῷ [*](Ps lxviii (lxvii)12) καὶ ἑβδόμῳ φαλμῷ, ὅτι Κύριος δόσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ἵνʼ οὖν ἐπί τινων δοθῇ τὰ αὐτὰ δόγματα εἶναι Ἕλλησι καὶ τοῖς ἀπὸ τοῦ λόγου ἡμῶν, ἀλλʼ οὔτι γε καὶ τὰ αὐτά δύναται πρὸς τό ὑπαγαγέσθαι καὶ διαθεῖναι ψυχὰς κατὰ ταῦτα. διόπερ οἱ ἰδιῶται, ὡς πρὸς φιλοσοφίαν Ἑλληνικὴν, μαθηταὶ τοῦ Ἰησοῦ ἐκπεριῆλθον πολλὰ ἔθνη τῆς οἰκουμένης, διατιθέντες ὡς ὁ λόγος ἐβούλετο κατʼ ἀξίαν ἕκαστον τῶν ἀκουόντων ιἳ καὶ ἀνάλογον τῇ ῥοπῇ τοῦ αὐτεξουσίου αὐτῶν πρὸς ἀποδοχήν τοῦ καλοῦ πολλῷ βελτίους ἐγένοντο.

5. Παλαιοὶ τοίνυν ἄνδρες καὶ σοφοὶ δηλούσθωσαν τοῖς ἐπίστασθαι δυναμένοις. καὶ δή καὶ Πλάτων ὁ τοῦ Ἀρίστωνος τὰ περὶ τοῦ πρώτου ἀγαθοῦ διασημαινέτω ἔν τινι τῶν ἐπιστολῶν, καὶ φασκέτω μηδαμῶς εἶναι ῥητόν τὰ [*](631) πρῶτον ἀγαθοῦ, ἀλλʼ ἐκ πολλῆς συνουσίας ἐγγιγνόμενον, [*](1 C. Cels. i. 2 (Ru. 1. 320] ἔστι γὰρ] λεκτέον δʼ ἔτι πρὸς τοῦτο, ὅτι ἐστί 2 ἦν] ταύτην δὲ τὴν θειοτέραν U+05D0 7 ἐκ τοῦ ἴχνη δὲ] U+05D0α; ἐκ τοῦ δὲ ἴχνη U+05D0*; ἐκ τοῦδε· ἴχνη AC; ἐκ τοῦ ἴνη BE 9 C. Cels. vi. 2 (Rn. 1. 630) ἔτι δὲ καὶ τοῦτό φησιν] φησὶ δʼ U+05D0 14 om. προφήτης ABC* 22 om. οἴ ABC 25 δηλούτωσαν ABC)

73
[*](U+05D0ABC) καὶ ἐξαίφνης οἶον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν [*](Plat Ep vii 341 C, D) [*](727) τῇ φυχῇ. ὦν καὶ ἡμεῖς ἀκούσαντες (οἱ μελετήσαντες μηδενὶ ἀπεχθάνεσθαι τῶν καλῶς λεγομένων, κἂν οἱ ἔξω τῆς πίστεως λέγωσι καλῶς, μὴ προσφιλονεικεῖν αὐτοῖς, [*](631) μηδὲ ζητεῖν ἀνατρέπειν τὰ ὑγιῶς ἔχοντα) συγκατατιθέμεθα ὡς καλῶς λεγομένοις· ὁ θεὸς γὰρ αὐτοῖς ταῦτα, καὶ ὅσα [*](cf. Ro i 19) καλῶς λέλεκται, ἐφανέρωσε. διὰ τοῦτο δὲ καὶ τοὺς τὰ ἀληθῆ περὶ θεοῦ ὑπολαβόντας, καὶ μὴ τὴν ἀξίαν τῆς περὶ αὐτοῦ ἀληθείας θεοσέβειαν ἀσκήσαντας, φαμὲν ὑποκεῖσθαι ταῖς τῶν ἁμαρτανόντων κολάσεσιν. αὐταῖς γὰρ λέξεσί φησι περὶ τῶν τοιούτων ὁ Παῦλος, ὅτι Ἀποκαλύπτεται [*](Rο i 18 ff.) ὀργὴ θεοῦ ἀπʼ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, ὁ θεός γὰρ αὐτοῖς ἐφανέρωσε· τὰ γάρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἢ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸυ θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ηὺχαρίστησαν, ἀλλʼ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. καὶ ἀλήθειαν γοῦν κατέχουσιν, ὡς καὶ ὁ ἤμέτερος μαρτυρεῖ λόγος, οἱ φρονοῦντες ὅτι Ῥητὸν οὐδαμῶς ἐστὶ τό πρῶτον ἀγαθὸν, [*](Plat Ep ibid) καὶ λέγοντες ὡς Ἐκ πολλῆς συνουσίας γινομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν, ἐξαίφνης οἶον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ φυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.

6. Ἀλλʼ οἱ τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ γράφοντες καταβαίνουσιν εἰς Πειραιέα, προσευξόμενοι ὡς θεῷ τῇ cf. Plat Rep [*](1 om. καὶ BC 2-5 οἱ μελετήσαντες- ἔχοντα] om U+05D0; sed habet C. Cels. vii. 46 (Ru. 1. 727) 23, 24 καὶ ἀλήθειαν γοῦν] ἀλή- θειαν οὗν ABC 27 τοῦ συζῆν] Plat.; τὸ συξῆν U+05D0ΑΒC)

74
Ἀρτέμιδι, καὶ ὀψόμενοι τὴν ὑπὸ ἰδιωτῶν ἐπιτελουμένην [*](U+05D0ΑΒC) πανήγυριν· καὶ τηλικαῦτά γε φιλοσοφήσαντες περὶ τῆς ψυχῆς καὶ τὴν διαγωγὴν τῆς καλῶς βεβιωκυίας διεξελθόντες, καταλιπόντες τὸ μέγεθος ὧν αὐτοῖς ὁ θεός ἐφανέρωσεν [*](cf plat Phaedo 118A) εὐτελῆ φρονοῦσι καὶ μικρὰ, ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ [*](632) ἀποδιδόντες· καὶ τὰ ἀόρατα τοῦ θεοῦ καὶ τάς ἰδέας φαντασθέντες ἀπὸ τῆς κτίσεως τοῦ κόσμου καὶ τῶν αἰσθητῶν. ἀφʼ ὦν ἀναβαίνουσιν ἐπὶ τὰ νοούμενα, τήν τε ἀΐδιον αὐτοὶ δύναμιν καὶ θειότητα οὐκ ἀγεννῶς ἰδόντες, οὐδὲν ἢττον ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ὡς ἀσύνετος αὐτῶν ἡ καρδία ἐν σκότῳ καὶ ἀγνοίᾳ καλινδεῖται τῇ περὶ τοῦ θεραπεύειν τὸ θεῖον. καὶ ἔστιν ἰδεῖν τοὺς ἐπὶ σοφίᾳ μέγα φρονοῦντας καὶ θεολογίᾳ, ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου προσκυνοῦντας εἰς τιμήν φησιν ἐκείνου· ἔσθʼ ὅτε δὲ καὶ καταβαίνοντας μετʼ Αἰγυπτίων ἐπὶ τὰ πετεινὰ ἢ τετράποδα ἢ ἑρπετά. ἴνα δὲ καὶ δοκῶσί τινες ταῦτα [*](Ro i 25) ὑπεραναβεβηκέναι, ἀλλʼ εὑρεθήσονται ἀλλάξαντες τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ φεύδει, καὶ σέβοντες καὶ λατρεύοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα. διόπερ τῶν ἐν Ἕλλησι σοφῶν καὶ πολυμαθῶν τοῖς ἔργοις περὶ τὸ θεῖον πλανωμένων, [*](1 Co i 27 ff.) ἐξελέξατο ὁ θεὸς τὰ μωρὰ τοῦ κόσμου, ἵνα καταισχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀγενῆ καὶ τά ἀσθενῆ καὶ τὰ ἐξουθενημένα καὶ τὰ μὴ ὄντα, ἴνα τὰ ὄντα καταργήσῃ· καὶ ἀληθῶς ἴνα μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. πρῶτον δὲ ἡμῶν σοφοὶ, Μωσῆς ὁ ἀρχαιότατος καὶ οἱ ἐξῆς αὐτῷ προφήται, οὐδαμῶς ῥητὸν ἐπιστάμενοι τὸ πρῶτον ἀγαθὸν, ἔγραψαν μὲν, ὡς θεοῦ ἔαυτὸν ἐμφανίζοντος τοῖς ἀξίοις καὶ ἐπιτηδείοις, ὅτι ὥφθη ὁ θεὸς φέρʼ εἰπεῖν τῷ Ἀβραὰμ, τῷ Ἰσαὰκ, ἢ τῷ ακώβ. τίς δὲ ὢν ὠφθη καὶ ποταπός καὶ τίνα τρόπον καὶ τίνι τῶν ἐν ἡμῖν, καταλελοίπασιν ἐξετάζειν τοῖς δυναμένοις ἑαυτοὺς ἐμπαρέχειν παραπλησίους [*](1 ἰδιωτῶν] ἰουδαίων 11 om. ἡ U+05D0 20 πολυμαθῶν] φιλο μαθών ABC 25 πρῶτον δὲ] πρῶτοι δὲ οἱ AB; πρῶτοι δὲ C 27 om. ἑαυτὸν 28 om. φεῤ εἰπεῖν U+05D0 31 παραπλησίως U+05D0)
75
[*](U+05D0ΑBC) ἐκείνοις οἶς ὥφθη ὁ θεὸς, ὀφθεὶς αὐτῶν οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἀλλὰ τῇ καθαρῷ καρδίᾳ. καὶ γὰρ κατά τὸν Ἀησοῦν ἡμῶν· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, [*](Μt v 8) ὅτι αὐτοὶ τὸν θεὸν ὅφονται.

7. Τὸ δʼ ἐξαίφνης οἶον ἀπὸ πυρὸς πηδήσαντος ἐξάπτεσθαι [*](cf. Plat Ep vii 341 C, D) φῶς ἐν τῇ ψυχῇ, πρότερος οἶδεν ὀ λόγος, εἰπὼν ἐν τῷ προφήτῃ· Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως. καὶ Ἰωάννης [*](Hos x 12) δὲ ὕστερον ἐκείνου γενόμενος λέγει ὅτι Ὃ γέγονεν ἐν τῷ [*](Jn i 4) λόγῳ ξωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρόπων· ὅπερ φῶς ἀληθινὸν φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν ἀληθινὸν καὶ νοητὸν κόσμον, καὶ ποιεῖ αὐτὸν φῶς τοῦ cf. Mt v 8 κόσμου. ἔλαμψε γὰρ τοῦτο τὸ φῶς ἐν ταῖς καρδίαις ἡμῶν, 2 Co iv πρὸς φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ θεοῦ ἐν [*](633) προσώπῳ Χριστοῦ. διό φησιν ἀρχαιότατος προφήτης πρὸ πολλῶν γενεῶν τῆς Κύρου βασιλείας προφητεύσας, ὑπὲρ τὰς τεσσαρεσκαίδεκα γὰρ γενεὰς πρεσβύτερος αὐτοῦ ἦν, τό· Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαιν [*](Ps xxv (xxvi) f) καί· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς [*](Ps cxix (cxviii) 105) τρίβοις μου. καί Ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ [*](Ps iv 7) προσώπου σου, κύριε· καί· Ἐν τῷ φωτί σου ὄψόμεθα [*](P xxxvi (xxxv) 10) φῶς. καὶ ἐπὶ τὸ φῶς τοῦτο προτρέπων ἡμᾶς ὁ ἐν τῷ Ἠσαΐᾳ λόγος φησί· Φωτίζου, φωτίζου, Ἰερουσαλήμ· ἤκει [*](Isa Ix 1) γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνέτειλεν. ὁ δʼ αὐτὸς οὗτος προφητεύων περὶ τῆς τοῦ Ἰησοῦ ἐπιδημίας, ἀφίσταντος τῆς ἀπὸ τῶν εἰδώλων καὶ ἀγαλμάτων καὶ δαιμόνων θεραπείας, φησὶν ὅτι Καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ [*](Μt iv 16 cf. Isa ix 2) θανάτου φῶς ἀνέτειλεν αὐτοῖς· καὶ πάλιν· Λαός ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα. ὅρα οὖν τὴν διαφορὰν τοῦ καλῶς λελεγμένου ὑπὸ τοῦ Πλάτωνος περὶ τοῦ πρώτου ἀγαθοῦ, καὶ τῶν εἰρημένων ἐν τοῖς προφήταις περὶ τοῦ φωτὸς τῶν μακαρίων· καὶ ὅρα ὅτι ἡ μὲν ἐν Πλάτωνι περὶ [*](7 ἑαυτοῖς] ἑαυτοὺς U+05D0 14 προσώπω] -τοῦ AB 18 νόμος] λόγος AB 23 ἀνατέταλκεν ΒC; ἀνέταλκεν A 28 ἐν σκότει] ἐν σκοτία AC; om. B 29 λεγομένους A ABC)

76
τούτου ἀλήθεια οὐδὲν ὡς πρὸς εἰλικρινῆ εὐσέβειαν ὥνησε [*](U+05D0ΑΒC) τοὺς ἐντυγχάνοντας, ἀλλʼ οὐδʼ αὐτὸν τὸν τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ φιλοσοφήσαντα· ἡ δὲ τῶν θείων γραμμάτων εὐτελὴς λέξις ἐνθουσιζν πεποίηκε τοὺς γνησίως ἐντυγχάνοντας αὐτῇ· παρʼ οἶς τρέφεται τοῦτο τὸ φῶς τῷ [*](cf Mt xxv 4) ἔν τινι παραβολῇ εἰρημένῳ ἐλαίῳ, τηροῦντι τῶν δάδων τὸ φῶς ἐν ταῖς φρονίμοις πέντε παρθένοις.

8. Μετὰ ταῦτα ἴδωμεν καὶ τὴν ἔξῆς αὐτοῦ λέξιν, τοῦ [*](735) Κέλσου δηλονότι, οὗτως ἔχουσαν. ‘ Ἔστιν αὐτοῖς καὶ τοιόνδε παράγγελμα, τὸν ὑβρίζοντα μὴ ἀμύνεσθαι· κἂν τύπτῃ, φησὶ, τὴν ἑτέραν γνάθον, σὺ δὲ καὶ τήν ἄλλην πάρεχε. ἀρχαῖον καὶ τοῦτο εὖ μάλα πρόσθεν εἰρημένον, ἀγροικότερονδʼ αὐτὸ ἀπεμνημόνευσαν. ἐπεὶ καὶ Πλάτωνι πεποίηται [*](Plat Cri 49 B) Σωκράτης Κρίτωνι διαλεγόμενος τάδε. Οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν. Οὐ δῆτα. Οὐδ᾿ ἀδικούμενον ἄρα ἀνταδικεῖν, ὡς οἱ πολλοὶ οἴονται· ἐπειδή γε οὐδαμῶς δεῖ ἀδικεῖν. Οὐ φαίνεται.᾿ καὶ τὰ ἐξῆς. πρός τοῦτο δὴ, καὶ πρὸς πάντα [*](736) ὅσα ἐκοινοποίησεν ὁ Κέλσος, μὴ δυνηθεὶς αὐτῶν ἀντιβλέφαι τῇ ἀληθότητι, φάσκων αὐτὰ καὶ παρʼ Ἕλλησιν εἰρῆσθαι, τοιαῦτα λεκτέον· Εἱ ὠφέλιμόν ἐστι τὸ δόγμα καὶ τὸ βούλημα αὐτοῦ ὑγιὲς, εἴρηται δὲ Ἕλλησι μὲν παρὰ Πλάτωνι ἤ τινι τῶν ἑλληνικῶν σοφῶν, Ἰουδαίοις δὲ παρὰ Μωσῇ ἠ τινι τῶν προφητῶν, χριστιανοῖς δὲ ἐν τοῖς ἀναγραφεῖσιν ʼΙησοῦ λόγοις ἢ λελεγμένοις παρά τινι τῶν ἀποστόλων αὐτοῦ· οὐ νομιστέον κατηγορεῖσθαι τὸ λεγόμενον παρὰ Ἰουδαίοις ἢ παρὰ χριστιανοῖς, ἐκ τοῦ καὶ παρʼ Ἕλλησιν αὐτὰ εἰρῆσθαι· καὶ μάλιστα ἐὰν ἀποδεικνύηται τὰ Ἰουδαίων πρεσβύτερα τῶν ἑλληνικῶν. οὐδὲ πάλιν ὑπὸ τοῦ κάλλους τῆς ἑλληνικῆς φράσεως λεγόμενον τὸ αὐτὸ πάντως κρεῖττον εἶναι νομιστέον τοῦ εὐτελέστερον ἀπαγγελλομένου καὶ [*](8 C. Cels. vii. 58 ταῦτα]+ δὲ U+05D0 8, 9 om. τοῦ κέλσου δηλονότι U+05D0 16 ἐπειδή] ἐπεὶ δὲ U+05D0 17 καὶ τὰ ἐξῆς] om. U+05D0 qui plura Platonis verba laudat 22 ἑλληνικῶν] ἐλλήνων U+05D0 23 om. ἐν U+05D0)

77
[*](U+05D0ABC) ἁπλουστέραις λέξεσι παρὰ Ἰουδαίοις ἡ χριστιανοῖς· καίτοι γε ἡ πρώτη Ἰουδαίων λέξις, ἦ οἱ προφῆται χρησάμενοι καταλελοίπασιν ἡμῖν βιβλία, Ἑβραίων διαλέκτῳ καὶ σοφῇ συνθέσει τῶν ἐν τῇ διαλέκτῳ κατʼ ἐκείνους ἀναγέγραπται.

9. Εἰ δὲ χρή καὶ τήν τῶν δογμάτων ταυτότητα, κἂν παράδοξος ὁ λόγος εἶναι δοκῇ, δεῖξαι βέλτιον εἰρημένην παρὰ τοῖς Ἰουδαίων προφήταις ἢ τοῖς λογίοις χριστιανῶν· οὗτω τὸν λόγον κατασκευαστέον, ἀπό τινος τοῦ περὶ τὰς τροφάς καὶ τὴν σκευασίαν αὐτῶν παραδείγματος. ἔστω τι ὑγιεινὸν βρῶμα καὶ ἰσχύος τοῖς ἐσθίουσιν ἐμποιητικὸν, τοῦτο δὲ οὕτω μὲν σκευασθὲν καὶ τοιοῖσδε ἡδύσμασιν ἀρτυθὲν λαμβανέτωσαν οὐχ οἱ μὴ μαθόντες ἄγροικοι καὶ ἐν ἐπαύλεσιν ἀνατεθραμμένοι καὶ πένητες τὰ τοιάδε ἐσθίειν, ἀλλʼ οἱ πλούσιοι καὶ ἁβροδίαιτοι μόνοι· οὐκ ἐκείνως δὲ καὶ ὡς δοκεῖ τοῖς νομιζομένοις καθαριωτέροις σκευασθὲν, ἀλλʼ ὡς μεμαθήκασιν ἐσθίειν οἱ πένητες καὶ οἱ ἀγροικότεροι καὶ οἱ πολλοὶ τῶν ἀνθρώπων, ἐσθιέτωσαν μυριάδες ὅλαι. εἰ οὖν καὶ διδοῖτο ἀπὸ μὲν τῆς τοιᾶσδε σκευασίας τοὺς νομιζομένους καθαριωτέρους μόνους ὑγιάζεσθαι, οὐδενὸς τῶν πολλῶν προσβάλλοντος τοῖς τοιοῖσδε βρώμασιν, ἀπὸ δὲ τῆς τοιᾶδε τὰ πλήθη τῶν ἀνθρώπων ὑγιεινότερον διάγειν· τίνας μᾶλλον τοῦ κοινωνικοῦ ἕνεκεν ἀποδεξόμεθα τῶν ὑγιεινῶν βρωμάτων χάριν; ἆρά γε τοὺς τοῖς λογίοις χρησίμως αὐτὰ σκευάζοντας, ἢ τοὺς τοῖς πλήθεσι; τῆς ἴσης (δεδόσθω γὰρ) ὑγιείας καὶ εὐεξίας ἐγγινομένης ἀπὸ τῶν οὑτωσὶ σκευασθέντων ἢ οὑτωσὶ, ἀλλὰ φανερὸν ὅτι αὐτὸ [*](737) τὸ φιλάνθρωπον καὶ τὸ κοινωνικὸν ὑποβάλλει, κοινωφελέστερον εἶναι ἰτρὸν τὸν τῆς τῶν πολλῶν ὑγιείας προνοησάμενον, ἤπερ τὸν τῆς τῶν ὀλίγων μόνον.

10. Εἷ νενόηται δὴ τὸ παράδειγμα, μεταβιβαστέον αὐτὸ ἐπὶ τὴν ποιότητα τῆς τῶν λογικῶν ζώων λογικῆς τροφῆς. [*](7 λογίοις] λόγοις U+05D0 10 ὑγιαῖνον U+05D0 12 μανθάνοντες U+05D0 18 διδοῖτο] cοniecit Boherellus; διδῶτο U+05D0; διδότω Α BC om. τοὺς U+05D0 25 δεδόσθω γὰρ] γὰρ δεδόσθω ABC 29 om. τιῶν)

78
καὶ ὅρα εἰ μὴ Πλάτων μὲν καὶ οἱ ληνῶν σοφοὶ, [*](U+05D0ABC) ἐν οἶς λέγουσι καλῶς, παραπλήσιοί εἰσι τοῖς προνοησαμένοις ἰατροῖς τῶν καθαριωτέρων εἶναι νομιζομένων μόνων, τοῦ πλήθους δὲ τῶν ἀνθρώπων καταφρονησάντων οἱ δὲ ἐν Ἰουδαίοις προφῆται καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ, οἱ μακρὰν χαίρειν εἰπόντες τῇ ποικίλῃ τῶν λέξεων συνθέσει καὶ τῇ, [*](1 Co ii 5; cf. i 26; 2) ὡς ὠνόμασεν ἡ γραφὴ, σοφίᾳ ἀνθρώπων καὶ σοφίᾳ κατὰ [*](Co i 12) σάρκα, τὴν γλῶσσαν αἰνισσομένη, ὁμοιωθεῖεν ἂν τοῖς τὴν αὐτήν τῶν βρωμάτων ποιότητα ὑγιεινοτάτην προνοησαμένοις συνθέσει λέξεων σκευάσαι καὶ εὐτρεπίσαι φθανούσῃ ἐπὶ τὰ πλήθη τῶν ἀνθρώπων καὶ μὴ ξενιζούσῃ τὴν διάλεκτον αὐτῶν, μηδὲ διὰ τοῦ ξενισμοῦ ἀποστρεφούσῃ ἀκούειν ὡς ἀσυνήθων τῶν τοιῶνδε διαλέξεων. καὶ γὰρ εἴπερ πρόκειται τῷ, ἴνʼ οὕτως ὀνομάσω, λογικῷ βρώματι ἀνεξίκακον καὶ πρᾶον ποιῆσαι τὸν ἐμφαγόντα· πῶς οὐ βέλτιον συνεσκευασμένος εἶη ἂν λόγος ὁ πλήθη ἀνεξικάκων καὶ πράων κατασκευάζων ἢ προκοπτόντων γε ἐπὶ ταύτας τὰς ἀρετὰς, παρὰ τὸν πάνυ ὀλίγους καὶ εὐαριθμήτους, ἵνα καὶ τοῦτο δοθῇ, ἀνεξικάκους καὶ πράους ποιοῦντα; ὥσπερ δὲ εἰ ὀ Πλάτων τοὺς αἰγυπτιάζοντας ἢ τοὺς συριάζοντας ὠφελεῖν ὑγιέσι δόγμασιν ἐβούλετο Ἕλλην τυγχάνων·, προενοήσατο ἂν μαθεῖν τὰς τῶν ἀκουσομένων διαλέκτους καὶ, ἐς Ἕλληνες ὀνομάζουσι, βαρβαρίζειν μᾶλλον ὑπὲρ τῆς Αἰγυπτίων καὶ Σύρων βελτιώσεως Ἕλλην μένων μηδὲν δύνασθαι χρήσιμον λέγειν Αἰγυπτίοις καὶ Σύροις· οὕτως ἡ προνοουμένη θεία φύσις οὐ τῶν πεπαιδεῦσθαι νομιζομένων μόνον τὰ Ἑλλήνων, ἀλλὰ καὶ τῶν λοιπῶν Ἑλλήνων, συγκατέβη τῇ ἰδιωτείᾳ τοῦ πλήθους τῶν ἀκροωμένων, ἴνα ταῖς συνήθεσιν αὐτοῖς χρησαμένη λέξεσι προκα- [*](3 μόνον A B 4 om. δὲ (pr.) U+05D0 καταφρονήσασιν C 5 μα- κρὰ ABC 8 αἰνισσομένη] Ba Ε; αἰνισσόμενοι U+05D0 ΑΒ* C ὁμοι- ωθεῖεν ἄν] ὁμοιωθεῖσαν U+05D0 13 τοιῶνδε] τοιούτων Α BC 16 συ- σκευασάμενος U+05D0 18, 19 om. καὶ τοῦτο U+05D0 20 πλατων] supplevi e conjecture 21 ἐβούλετο] βουλόμενος C 24 μένων] μὲν ὡς 25 χρήσιμον δύνασθαι A BC 26 προνοησαμένη ABC 27, 28 om. ἀλλὰ καὶ τῶν λοιπῶν ἐλλήνων A BCs)
79
[*](U+05D0ABC) λέσηται ἐπὶ ἀκρόασιν τὸ τῶν ἰδιωτῶν πλῆθος, δυνάμενον ἐξ εὐχεροῦς μετὰ τήν ἅπαξ γενομένην εἰσαγωγήν φιλοτιμήσασθαι πρὸς τὸ καὶ βαθύτερα τῶν κεκρυμμένων νοημάτων ἐν ταῖς γραφαῖς καταλαβεῖν. καὶ τῷ τυχόντι γὰρ δῆλον ταύτας ἀναγινώσκοντι, ὅτι πολλὰ βαθύτερον τοῦ αὐτόθεν ἐμφαινομένου ἔχειν δύναται νοῦν, τοῖς ἀνατιθεῖσιν ἑαυτοὺς τῇ ἐξετάσει τοῦ λόγου φανερούμενον, καὶ φανερούμενον [*](738) κατὰ τὴν ἀναλογίαν τῆς εἰς τὸν λόγον σχολῆς καὶ εἰς τὴν ἄσκησιν αὐτοῦ προθυμίας.

11. Οὐκοῦν κατεσκεύασται ὅτι, ὥς φησι Κέλσος, ἀγροικότερον εἰπὼν ὁ Ἰησοῦς· Τῷ τύπτοντί σε εἰς τὴν [*](Lc vi 29) σιαγόνα πάρεχε καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι [*](Mt v 40) καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες καὶ τὸ ἱμάτιον· βιωφελέστερον κεκίνηκε τὸν λόγον καὶ παρέστησεν οὕτως εἰπών, ἢ ὡς ἐν τῷ Κρίτωνι Πλάτων, οὖ μηδʼ ἀκούειν ἰδιῶται δύνανται, ἀλλὰ μόγις οἱ τὰ ἐγκύκλια πρὸ τῆς σεμνῆς Ἑλλήνων φιλοσοφίας μεμαθηκότες. κατανοητέον δὲ καὶ ὅτι οὐ παραφθείρεται ὁ περὶ ἀνεξικακίας νοῦς ὑπὸ τῆς τῶν λέξεων εὐτελείας, ἀλλὰ καὶ ἐν τούτῳ συκοφαντεῖ τὸν λόγον λέγων ὁ Κέλσος· ‘ Ἀλλὰ τῶνδε μὲν πέρι καὶ ἄλλων, ὅσα παραφθείρουσιν, ἀρκείτω τὰ εἰρημένα.'

[*](688)

12. Ἐξῆς δὲ τούτοις λέγει, ὁ Κέλσος δηλονότι· ‘ Ἐπειδὴ θεῖον πνεῦμα ἦν ἐν σώματι, πάντως τι παραλλάττειν αὐτὸ τῶν λοιπῶν ἐχρῆν, ἢ κατὰ μέγεθος ἢ κάλλος ἢ [*](689)ἀλκὴν ἢ φωνὴν ἢ κατάπληξιν ἢ πειθώ. ἀμήχανον γὰρ ὅτῳ [*](5, 6 πολὺν τοῦ αὐτόθεν ἐμφ.βαθύτερον 6 ἑαυτοὺς] αὐτοὺς U+05D0 7 φανερούμενον καὶ] BC: καὶ A; om. 8 ἀναλογίαν] ἀνάλογον U+05D0 10 ὥς φησι κέλσος] ὥς φησιν ὁ κέλσος AC; ὁ ὥς φησιν ὁ κέλσος B 11 om. ὁ ἰησοῦς ABC 20 ὁ κέλσος λέγων Α ΑΒC 24 C. Cels. vi. 75 om. δὲ U+05D0 ὁ κέλσος δηλονότι] ὅτι U+05D0 26 αὐτὸ] αὐτὸν om. ἦ ante κατὰ 27 ὅτῳ] ὦ τὸ ABC)

80
θεῖόν τι πλέον τῶν ἄλλων προσῆν μηδὲν ἄλλου διαφέρειν· [*](U+05D0ABC) τοῦτο δὲ οὐδὲν ἄλλου διέφερεν, ἀλλʼ, ὥς φασι, μικρὸν καὶ δυσειδὲς καὶ ἀγεννὲς ἦν.᾿ φαίνεται δὴ καὶ ἐν τούτοις ὅτι, ἐὰν μὲν κατηγορεῖν θέλῃ τοῦ Ἰησοῦ, ὡς πιστεύων ταῖς παρέχειν δοκούσαις αὐτῷ γραφαῖς ἀφορμὰς κατηγορίας λέγει τὰ ἀπʼ αὐτῶν · ὅπου δὲ κατὰ τὰς αὐτὰς γραφὰς δόξαι ἄν τις τὰ ἐναντία λέγεσθαι τοῖς εἰς κατηγορίαν παραλαμβανομένοις, ταῦτα οὐδὲ προσποιεῖται εἰδέναι. ὁμολογουμένως τοίνυν γέγραπται τὰ περὶ τοῦ δυσειδὲς γεγονέναι τὸ τοῦ Ἰησοῦ σῶμα· οὐ μὴν ὡς ἐκτέθειται καὶ ἀγεννές· οὐδὲ σαφῶς δηλοῦται ὅτι μικρὸν ἦν. ἔχει δὲ ἡ λέξις οὕτω παρὰ τῷ Ἠσαΐᾳ ἀναγεγραμμένη, προφητεύοντι αὐτὸν ἐπιδημήσοντα τοῖς πολλοῖς οὐκ ἐν ὡαίῳ εἴδει οὐδέ τινι ὑπερέχοντι κάλλει· [*](Ιs liii I ff.) Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ, ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ. οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἄρʼ οὖν τούτων μὲν Κέλσος ἤκουεν, ἐπεὶ ὤετο αὐτῷ χρήσιμα εἶναι εἰς τὸ κατηγορεῖσθαι τὸν Ἰησοῦν· οὐκέτι δὲ προσέσχε τοῖς λεγομένοις ἐν τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ, τῷ ὑπὲρ τοῦ ἀγαπητοῦ, τίνα τρόπον [*](Ρs xlv (xliv) 4 f.) λέγεται· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον [*](690) καὶ κατευοδοῦ καὶ βασίλευε.

13. Ἔστω δὲ μὴ ἀνεγνωκέναι αὐτὸν τὴν προφητείαν, ἢ ἀνεγνωκότα περιεσπᾶσθαι ὑπὸ τῶν παρερμηνευόντων αὐτὴν, ὡς οὐ περὶ Ἰησοῦ Χριστοῦ προφητευομένην· τί [*](cf. Mt xvii 1 f.)φήσει καὶ περὶ τοῦ εὐαγγελίου, ἐν ᾦ ἀναβὰς εἰς τὸ ὑφηλὸν ὄρος μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν καὶ [*](2 τοῦτο δὲ] τὸ δέ γε ΑBC 5 δοκούσαις αὐτῶ] αὐτὸ δοκούσαις Α; αὐτῶ δοκούσαις BC 6 om. τις ABC 11 om. τῶ ABC 16 πεδίον U+05D0 17 οὐδέ δόξα- εἴχεν εἴδος] om. U+05D0ABC ; sed cl. infra p.81 l. 3 18 ἄτιμον] +καὶ ABC 19 ἤκουσεν ABC 22 om. τῶ ὑπὲρ τοῦ ἀγαπητοῦ U+05D0 24 ἔντειναι U+05D0 29 om. τὸ)

81
[*](U+05D0ABC) ὥφθη ἐν δόξῃ· ὅτε καὶ Μωσῆς καὶ Ἡλίας ὀφθέντες ἐν δόξῃ [*](Lc ix 30 f.) ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἰερουσαλήμ; ἢ ἐὰν μὲν προφήτης λέγῃ· Εἴδομεν αὐτὸν, καὶ οὐκ [*](Ιs liii 2) εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ τὸ ἔξῆς· καὶ ὁ Κέλσος παραδέχεται τὴν προφητείαν ταύτην ἐπὶ τὸν Ἰησοῦν ἀναφέρεσθαι, τυφλώττων περὶ τὴν παραδοχὴν τοῦ λεγομένου, καὶ οὐχ ὁρῶν ὅτι μεγάλη κατασκευή ἐστι τοῦ τὸν ἄμορφον εἶναι δοκοῦντα Ἰησοῦν υἱὸν εἶναι θεοῦ, τὸ πρὸ πολλῶν ἐτῶν τῆς γενέσεως αὐτοῦ πεπροφητεῦσθαι καὶ περὶ τοῦ εἶδους αὐτοῦ· ἐὰν δὲ ἄλλος προφήτης ὡραιότητα καὶ κάλλος εἶναι λέγῃ περὶ αὐτόν, οὐκέτι βούλεται τὴν προφητείαν εἰς Ἰησοῦν Χριστὸν ἀναφέρεσθαι; καὶ εἰ μὲν σαφῶς ἢν ἀπὸ τῶν εὐαγγελίων λαβεῖν, ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἦν, ἐκλεῖπον παρὰ τοὺς υἴοὺς τῶν ἀνθρώπων· εἴποι ἄν τις οὐ κατὰ τὸ προφητικόν εἰρηκέναι ταῦτα τὸν Κέλσον, ἀλλὰ κατὰ τὸ εὐαγγελικόν. νυνὶ δὲ οὔτε τῶν εὐαγγελίων, ἀλλʼ οὐδὲ τῶν ἀποστόλων ἐμφαινόντων ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· σαφὲς ὅτι τὸ ἀπὸ τῆς προφητείας ἀναγκάζεται παραδέχεσθαι ὡς ἀληθευόμενον περὶ Χριστοῦ· ὅπερ οὐκέτι ἐπιτρέπει τὰς περὶ Ἰησοῦ κατηγορίας προβαίνειν.