Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

13. Ἔστω δὲ μὴ ἀνεγνωκέναι αὐτὸν τὴν προφητείαν, ἢ ἀνεγνωκότα περιεσπᾶσθαι ὑπὸ τῶν παρερμηνευόντων αὐτὴν, ὡς οὐ περὶ Ἰησοῦ Χριστοῦ προφητευομένην· τί [*](cf. Mt xvii 1 f.)φήσει καὶ περὶ τοῦ εὐαγγελίου, ἐν ᾦ ἀναβὰς εἰς τὸ ὑφηλὸν ὄρος μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν καὶ [*](2 τοῦτο δὲ] τὸ δέ γε ΑBC 5 δοκούσαις αὐτῶ] αὐτὸ δοκούσαις Α; αὐτῶ δοκούσαις BC 6 om. τις ABC 11 om. τῶ ABC 16 πεδίον U+05D0 17 οὐδέ δόξα- εἴχεν εἴδος] om. U+05D0ABC ; sed cl. infra p.81 l. 3 18 ἄτιμον] +καὶ ABC 19 ἤκουσεν ABC 22 om. τῶ ὑπὲρ τοῦ ἀγαπητοῦ U+05D0 24 ἔντειναι U+05D0 29 om. τὸ)

81
[*](U+05D0ABC) ὥφθη ἐν δόξῃ· ὅτε καὶ Μωσῆς καὶ Ἡλίας ὀφθέντες ἐν δόξῃ [*](Lc ix 30 f.) ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἰερουσαλήμ; ἢ ἐὰν μὲν προφήτης λέγῃ· Εἴδομεν αὐτὸν, καὶ οὐκ [*](Ιs liii 2) εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ τὸ ἔξῆς· καὶ ὁ Κέλσος παραδέχεται τὴν προφητείαν ταύτην ἐπὶ τὸν Ἰησοῦν ἀναφέρεσθαι, τυφλώττων περὶ τὴν παραδοχὴν τοῦ λεγομένου, καὶ οὐχ ὁρῶν ὅτι μεγάλη κατασκευή ἐστι τοῦ τὸν ἄμορφον εἶναι δοκοῦντα Ἰησοῦν υἱὸν εἶναι θεοῦ, τὸ πρὸ πολλῶν ἐτῶν τῆς γενέσεως αὐτοῦ πεπροφητεῦσθαι καὶ περὶ τοῦ εἶδους αὐτοῦ· ἐὰν δὲ ἄλλος προφήτης ὡραιότητα καὶ κάλλος εἶναι λέγῃ περὶ αὐτόν, οὐκέτι βούλεται τὴν προφητείαν εἰς Ἰησοῦν Χριστὸν ἀναφέρεσθαι; καὶ εἰ μὲν σαφῶς ἢν ἀπὸ τῶν εὐαγγελίων λαβεῖν, ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἦν, ἐκλεῖπον παρὰ τοὺς υἴοὺς τῶν ἀνθρώπων· εἴποι ἄν τις οὐ κατὰ τὸ προφητικόν εἰρηκέναι ταῦτα τὸν Κέλσον, ἀλλὰ κατὰ τὸ εὐαγγελικόν. νυνὶ δὲ οὔτε τῶν εὐαγγελίων, ἀλλʼ οὐδὲ τῶν ἀποστόλων ἐμφαινόντων ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· σαφὲς ὅτι τὸ ἀπὸ τῆς προφητείας ἀναγκάζεται παραδέχεσθαι ὡς ἀληθευόμενον περὶ Χριστοῦ· ὅπερ οὐκέτι ἐπιτρέπει τὰς περὶ Ἰησοῦ κατηγορίας προβαίνειν.

14. Πάλιν τε α ὁ λέγων· ‘ Ἐπειθὴ θεῖον πνεῦμα ἦν ἐν σώματι, πάντως τι παραλλάττειν αὐτὸ τῶν λοιπῶν ἐχρῆν, ἢ κατὰ μέγεθος ἢ φωνὴν ἢ ἀλκὴν ἢ κατάπληξιν ἢ πειθώ.' πῶς οὐχ ἑώρα τὸ παραλλάττον τοῦ σώματος αὐτοῦ πρὸς τὸ τοῖς ὁρῶσι δυνατὸν, καὶ διὰ τοῦτο χρήσιμον, τοιοῦτο φαινόμενον ὁποῖου ἔδει ἑκάστῳ βλέπεσθαι; καὶ οὐ θαυμαστὸν τὴν φύσει τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ εἰς πάντα ἂ βούλεται ὁ δημιουργὸς ὕλην μεταβλητὴν, καὶ πάσης ποιότητος ἢν ὁ τεχνίτης βούλεται δεκτικήν, ὁτὲ μὲν ἔχειν ποιότητα καθʼ ἢν λέγεται τό· Οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ὁτὲ δὲ [*](4 τὸ] τὰ ABC 4, 5 παραδέχηται 7 μέγα τῆ κατασκευή ἐστὶ τὸ ABC 8 om. τὸ ABC 9 προπεφητεῦσθαι ΑBC* 11 om. ίησοῦν U+05D0 14 om.ἦν ABC 15 εἷπεν ABC om. τὸ 17 εὐαγγέ- λιον ΑBC 19 παραδέχεσθαι] παραδέξασθαι B; rasura sub -χε- in U+05D0)

82
οὗτως ἔνδοξον καὶ καταπληκτικὴν καὶ θαυμαστὴν, ὡς ἐπὶ [*](U+05D0ΑBC) [*](cf. Mt xvii 6) πρόσωπον πεσεῖν τοὺς θεατὰς τοῦ τηλικούτου κάλλους συνανελθόντας τῷ Ἰησοῦ τρεῖς ἀποστόλους. ἀλλʼ ἐρεῖ ταῦτʼ εἶναι πλάσματα καὶ μύθων οὐδὲν διαφέροντα, ὡς καὶ τά λοιπὰ τῶν περὶ Ἰησοῦ παραδόξων.

15. Πρὸς τοῦτο δὲ λεκτέον ὅτι σχεδὸν πᾶσαν ἱστορίαν, [*](358) κἂν ἀληθής ᾖ βούλεσθαι κατασκευάζειν ὡς γεγενημένην, καὶ καταληπτικήν ἐμποιῆσαι περὶ αὐτῆς φαντασίαν, τῶν σφόδρα ἐστὶ χαλεπωτάτων, καὶ ἐν ἐνίοις ἀδύνατον. φέρε γάρ τινα λέγειν μή γεγονέναι τὸν Tιακὸν πόλεμον, μάλιστα διὰ τὸ ἀδύνατον προσπεπλέχθαι λόγον περὶ τοῦ γεγενῆσθαί τινα Ἀχιλλέα θαλασσίας θεᾶς Θέτιδος υἱὸν καὶ ἀνθρώπου Πηλέως, ἢ Σαρπηδόνα Διὸς, Ἀσκάλαφον καὶ Ἰάλμενον Ἄρεος, ἢ Αἰνείαν Ἀφροδίτης· πῶς ἄν κατασκευάσαιμεν τὸ τοιοῦτον, μάλιστα θλιβόμενοι ὑπὸ τοῦ οὐκ οἶδʼ ὅπως παρυφανθέντος πλάσματος τῇ κεκρατηκυίᾳ παρὰ πᾶσι δόξῃ περὶ τοῦ ἀληθῶς γεγονέναι τὸν ἐν Ἰλίῳ πόλεμον Ἑλλἠνων καὶ Τρώων; φέρε δὲ καί τινα ἀπιστεῖν περὶ Οἰδίποδος καὶ Ἰοκάστης καὶ τῶν γεννηθέντων ἀπὸ ἀμφοτέρων Ἐτεοκλέους καὶ Πολυνείκους, διὰ τὸ προσπεπλέχθαι τῷ λόγῳ τὴν Σφίγγα μιοπάρθενόν τινα· πῶς ἂν τὸ τοιοῦτον ἀποδείξαιμεν; ἀλλʼ ὁ εὐγνωμόνως ἐντυγχάνων ταῖς ἱστορίαις καὶ βουλόμενος ἑαυτὸν τηρεῖν καὶ ἐν ἐκείναις ἀνεξαπάτητον κρινεῖ, τίσι μὲν συγκαταθήσεται, τίνα δὲ τροπολογήσει, τὸ βούλημα ἐρευνῶν τῶν ἀναπλασαμένων τά τοιάδε· καὶ τίσιν ἀπιστήσει, ὡς διὰ τὴν πρός τινας χάριν ἀναγεγραμμένοις. καὶ τοῦτο προλαβόυτες δἰ ὅλην τὴν φερομένην ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ Ἰησοῦ ἱστορίαν εἰρήκαμςν, οὐκ ἐπὶ φιλὴν πίστιν καὶ ἄλογον τοὺς ἐντρεχεστέρους ἐκκαλούμενοι, ἀλλὰ βουλόμενοι παραστήσαι ὅτι εὐγνωμοσύνης [*](5 παραδόξων] + πρὸς τόδε διὰ πλειόνων ἐν τοῖς πρὸ τούτων ἀπε- λογησάμεθα. ἔχει δέ τι καὶ, κ.τ.λ. U+05D0, ut infra p. 83 l. 21 6 λεκτέον φτι κ.σ.λ.] cf. C. Cels. i. 42 σχεδὸν] + τὸ ABC 8 ποιῆσαι 9 om. ἐν 12 om. θέτιδος U+05D0 18 πόλεμον post τρώων ABC om. καὶ (sec.) 25 τοιαδί ABC)

83
[*](U+05D0ABC) χρεία τοῖς ἐντευξομένοις καὶ πολλῆς ἐξετάσεως καὶ, ἵνʼ οὕτως ὀνομάσω, εἰσόδου εἰς τὸ βούλημα τῶν γραψάντων, ἵνʼ εὑρεθῇ ποίᾳ διανοίᾳ ἕκαστον γέγραπται.

[*](378)

16. Ἔοικεν δὲ ὁ Κέλσος, ἵνα μὲν ἐγκαλέσῃ τῷ λόγῳ, πιστεύειν ὅπου θέλει τοῖς γεγραμμένοις· ἵνα δὲ τὴν ἐμφαινομένην θειότητα ἐν τοῖς αὐτοῖς βιβλίοις ἀπαγγελλομένην μὴ παραδέξηται, ἀπιστεῖν τοῖς εὐαγγελίοις· δέον τὸ φιλάληθες ἰδόντα τῶν γραψάντων ἐκ τῆς περὶ τῶν χειρόνων ἀναγραφῆς πιστεῦσοι καὶ περὶ τῶν θειοτέρων.