Philocalia
Origen
Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.
1. Καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς [*](Gen i 16 ff.) μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ [*](24 ἐμοῦ] μου AC 18 λέγης] λέγοις AC 20 Ru. II. 22 23 ἀκριβείας] ἀκμίβεια AC)
2. Ἐπιστησάτω δʼ ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβλημα ἢ φυσιολογούμενον ἦ θεολογούμινον, χωρὶς ἀκριβείας σημαινομένων καὶ τῶν κατὰ τὸν [*](3. δὲ] δὴ Α; οἷν C 7 ἐξουσίαν] ἐξουσίας B 17 δόξομεν] δόξωμεν AD 23 τεταγμένως καὶ] τεταγμένον B; om. καὶ BC)
1. Ἕκτον τοῦτον ἐνιστάμενοι λόγον πρὸς τὰς Κέλσου [*](U+05D0ABC) κατὰ χριστιανῶν κατηγορίας χρήξομεν ἐν αὐτῷ, ἱερὲ Ἀμβρόσιε, ἀγωνίσασθαι οὐ πρὸς τὰ ἀπὸ φιλοσοφίας ὑπʼ αὐτοῦ ἐκτιθέμενα, ὡς οἰηθείη ἄν τις. παρέθετο γὰρ πλείονα μάλιστα Πλάτωνος ὁ Κέλσος, κοινοποιῶν τὰ δυνάμενα ἑλεῖν τινὰ καὶ συνετὸν ἐκ τῶν ἱερῶν γραμμάτων· φάσκων ‘βέλτιον αὐτὰ παρʼ Ἕλλησιν εἰρῆσθαι, καὶ χωρὶς ἀνατάσεως καὶ ἀπαγγελίας τῆς ὡς ἀπὸ θεοῦ ἢ υἱοῦ θεοῦ.᾿ φαμὲν οὖν ὅτι, εἴπερ τὸ προκείμενόν ἐστι τοῖς πρεσβεύουσι τὰ τῆς ἀληθείας πλείους ὅση δύναμις ὠφελεῖν, καὶ προσάγειν ὡς οἷόν τέ ἐστιν αὐτῇ διὰ φιανθρωπίαν πάνθʼ ὁντινοῦν, οὐ μόνον ἐντρεχῆ ἀλλὰ καὶ ἀνόητον, πάλιν δʼ αὖ οὐχὶ Ἕλληνας μὲν οὐχὶ δὲ καὶ βαρβάρους· πολὺ δὲ τὸ ἥμερον ἐὰν καὶ τοὺς ἀγροικοτάτους καὶ ἰδιώτας οἶός τέ τις γένηται [*](6 C. Cels. vi. 1 (Ru. 1. 629) 14 om. κατὰ ABC 20 ἐπαγ γελίας U+05D0 21 om. τὰ U+05D0 24 δʼ οὖ] τʼ αὖ ABC 25 ἤμερον] ἡμέτερον ABC)
2. Ταῦτα δέ μοι λέλεκται ἀπολογουμένῳ περὶ τῆς κατηγορουμένης ὑπὸ Κέλσου καὶ ἑτέρων ἐν λέξεσιν εὐτελείας τῶν γραφῶν, ἀμαυροῦσθαι δοκούσης ὑπό τῆς ἐν συνθέσει λέξεως λαμπρότητος· ἐπεὶ οἱ καθʼ ἡμᾶς προφήται, [*](630) Ἰησοῦς τε καὶ οἱ ἀπόστολοι αὐτοῦ, ἐνεῖδον τρόπῳ ἀπαγγελίας οὐ τὰ ἀληθῆ μόνον περιεχούσης, ἀλλὰ καὶ δυναμένης ἐπαγαγέσθαι τοὺς πολλοὺς, ἕως προτραπέντες καὶ εἰσαχθέντες ἕκαστος κατὰ δύναμιν ἀναβῶσιν ἐπὶ τά ἐν ταῖς δοκούσαις εἶναι εὐτελέσι λέξεσιν ἀπορρήτως εἰρημένα. καὶ, εἰ χρή γε τολμήσαντα εἰπεῖν, ὀλίγους μὲν ὤνησεν, εἴγε ὤνησεν, ἡ περικαλλὴς καὶ ἐπιτετηδευμένη Πλάτωνος καὶ τῶν παραπλησίως φρασάντων λέξις· πλείονας δὲ ἡ τῶν εὐτελέστερον ἄμα καὶ πραγματικῶς καὶ ἐστοχασμένως τῶν πολλῶν διδαξάντων καὶ γραψάντων. ἔστι γοῦν ἰδεῖν τὸν μὲν Πλάτωνα ἐν χερσὶ τῶν δοκούντων εἶναι φιλολόγων μόνον· τὸν δὲ Ἐπίκτητον καὶ ὑπὸ τῶν τυχόντων καὶ ῥοπὴν πρὸς τὸ ὠφελεῖσθαι ἐχόντων θαυμαζόμενον, αἰσθομένων τῆς ἀπὸ τῶν λόγων αὐτοῦ βελτιώσεως. καὶ ταῦτά γε οὐκ ἐγκαλοῦντες Πλάτωνί φαμεν· ὁ γὰρ πολὺς τῶν ἀνθρώπων κόσμος χρησίμως καὶ τοῦτον ἤνεγκεν· ἀλλὰ δεικνύντες τὸ βούλημα τῶν εἰπόντων τό· Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου [*](1 Co ii 4 f.) οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· ἴνʼ ἡ πίστις ἡμῶν μὴ ἦ ἐν σοφίᾳ ἀνθρώπων ἀλλʼ ἐν δυνάμει θεοῦ.
[*](1 om. καὶ U+05D0 6 ἀνατρεφόντων U+05D0 16 ἀναβῶσιν] ἀναλάβωσιν U+05D0 17 εὐτελέσιν εἷναι ABC 28 ἀλλὰ] + καὶ U+05D0 29 om. τὸ post εἰπόν- των Α BC 30 πειθοῖς] πειθοῖ U+05D0C cf. p. 41 l 14. p 103 l. 26)3. Ἔστι γάρ τις οἰκεία ἀπόδειξις τοῦ λόγου, θειοτέρα [*](320 U+05D0ΑBC) παρὰ τὴν ἀπὸ διαλεκτικῆς Ἑλληνικήν· ἣν ὁ ἀπόστολος [*](cf 1 Co ii 4) ὀνομάζει ἀπόδειξιν πνεύματος καὶ δυνάμεως· πνεύματος μὲν διὰ τὰς προφητείας, ἴκανὰς πιστοποιῆσαι τὸν ἐντυγχάνοντα μάλιστα εἰς τὰ περὶ τοῦ χριστοῦ· δυνάμεως δὲ διἀ [*](321) τὰς τεραστίους δυνάμεις, ἅς κατασκευαστέον γεγονέναι καὶ ἐκ πολλῶν μὲν ἄλλων, καὶ ἐκ τοῦ ἴχνη δὲ αὐτῶν ἔτι σώζεσθαι παρὰ τοῖς κατὰ τὸ βούλημα τοῦ λόγου βιοῦσιν.