Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

26. [*]((23)) Τάχα δὲ ὥσπερ οἱ ἐντεῦθεν κατὰ τὸν κοινὸν θάνατον ἀποθυήσκοντες ἐκ τῶν ἐνταῦθα πεπραγμένων οἰκονομοῦνται, εἰ κριθεῖεν ἄξιοι τοῦ καλουμένου χωρίου ἅδου, τόπων διαφόρων τυγχάνειν κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτημάτων· οὕτως οἱ ἐκεῖθεν, ἴνʼ οὕτως εἶπω, ἀποθνήσκοντες εἰς τὸν ᾄδην τοῦτον καταβαίνουσι, κρινόμενοι ἄξιοι τῶν τοῦ παντὸς περιγείου τόπου διαφόρων οἰκητηρίων βελτιόνων ἢ χειρόνων, καὶ παρὰ τοῖσδε ἢ τοῖσδε τοῖς πατράσιν· ὡς δύνασθαί ποτε Ἰσραηλίτην πεσεῖν ἐς Σκύθας, [*](186) καὶ Αἰγύπτιον εἰς τὴν Ἰουδαίαν κατελθεῖν. πλὴν ὁ σωτὴρ [*](Mt xv 24; cf. Ja xi 52) συναγαγεῖν ἤλθε τὰ πρόβατα τὰ ὀπολωλότα οἴκου Ἰσραήλ· καὶ πολλῶν ἀπὸ τοῦ Ἰσραὴλ μή εἰξάντων τῇ διδασκαλίᾳ αὐτοῦ, καὶ οἱ ἀπὸ τῶν ἐθνῶν καλοῦνται.

27. Κέκρυπται δὲ, ὡς ἡγούμεθα, ἐν ταῖς ἱστορίαις [*](Mt xiii 44) ταῦτα. καὶ γὰρ ἡ βασιλεία τῶν οὐρανῶν ὁμοία ἐστὶ θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὅν ὁ εὑρὼν ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. καὶ ἐπιστήσωμεν εἰ μὴ τὸ βλεπόμενον τῆς γραφῆς, καὶ τὸ ἐπιπόλαιον αὐτῆς καὶ πρόχειρον, ὁ πᾶς ἐστιν ἀγρὸς πλήρης παντοδαπῶν τυγχάνων φυτῶν· τὰ δὲ ἐναποκείμενα καὶ οὐ πᾶσιν ὁρώμενα, ἀλλʼ ὡσπερεὶ ὑπὸ τὰ βλεπόμενα φυτὰ κατορωρυγμένα, [*](Col ii 3; Is xiv 2 f.) οἰ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι· οὕστινας τὸ πνεῦμα διὰ τοῦ Ἠσαίου σκοτεινοὺς καὶ ἀοράτους καὶ [*](187) ἀποκρύφους καλεῖ· δεομένους ἴνʼ εὑρέθωσι θεοῦ τοῦ μόνου δυναμένου τὰς κρυπτούσας αὐτοὺς χαλκᾶς πύλας συντρίψαι, καὶ τοὺς σιδηροῦς ἐπικειμένους ταῖς θύραις μοχλοὺς συνθλάσαι· ἵνʼ εὑρεθῇ πάντα τὰ ἐν τῇ Γενέσει περὶ τῶν [*](23 ἐπιπόλεον AB 27 καὶ] + τῆς AD 29 om. δεομένους εὐρέθωσι AD 32 om. περὶ B)

33
[*](ΑBD) διαφόρων ἀληθινῶν ψυχῆς γενῶν καὶ οἱονεὶ σπερμάτων . ἐγγύς που τοῦ Ἰσραὴλ ἢ πόρρω τυγχανόντων, καὶ ἡ ἐς Αἴγυπτον κάθοδος τῶν ἑβδομήκοντα ψυχῶν, ὅπως ἐκεῖ γένωνται ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. ἀλλʼ [*](He xi 12; cf. Ge xxii 27) ἐπεὶ οὐ πάντες οἱ ἐξ αὐτῶν φῶς εἰσὶ τοῦ κόσμου· οὐ γὰρ [*](Μt v 14; Ro ix 6) πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· γίνονται ἐκ τῶν ἑβδομήκοντα καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.

28. Ὥσπερ δὲ πάντα τὰ τοῦ θεοῦ δωρήματα εἰς ὑπερβολήν μείζονά ἐστι τῆς θνητῆς ὑποστάσεως· οὕτω καὶ ὁ ἀκριβὴς λόγος τῆς περὶ πάντων τούτων σοφίας, παρὰ τῷ θεῷ τῷ καὶ οἰκονομήσαντι ταῦτα γραφῆναι τυγχάνων, θέλοντος τοῦ πατρός τοῦ λόγου, γένοιτο ἄν ἐν τῇ ἄκρως μετὰ πάσης φιλοτιμίας καὶ συναισθήσεως τῆς ἀνθρωπίνης ἀσθενείας τῆς περὶ τὴν κατάληψιν τῆς σοφίας κεκαθαρμένῃ ψυχῇ. εἰ δέ τις προπετέστερον ἑαυτὸν ἐπιδῴη, μὴ συνιδών τὸ ἀπόρρητον τῆς σοφίας τοῦ θεοῦ καὶ τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου καὶ αὐτοῦ θεοῦ ὄντος, καὶ ὅτι κατὰ τὸν λόγον καὶ θεὸν, καὶ κατὰ τὴν παρʼ αὐτῷ σοφίαν, ταῦτα καὶ ζητητέον καὶ εὑρετέον· ἀνάγκη τὸν τοιοῦτον, εἰς μυθολογίας καὶ φλυαρίας ἐκπίπτοντα καὶ ἀναπλασμοὺς, τῷ περὶ ἀσεβείας ἑαυτὸν ὑποβάλλειν κινδύνῳ. διόπερ μνημονευτέον καὶ τῆς παρὰ τῷ Σολομῶντι ἐν τῷ Ἐκκλησιαστῇ περὶ τῶν τοιούτων ἐντολῆς, λέγοντι· Μὴ σπεύσῃς τοῦ ἐξενεγκεῖν λόγον πρὸ [*](Eccl v I) προσώπου τοῦ θεοῦ· ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς κάτω· διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι. πρέπει δὲ τὰ ἄγια γράμματα πιστεύειν μηδεμίαν [*](5 αὐτῶν] αὐτοῦ B; ex ipsis Ruf. 9 desideratur titulus in codd., sed cf. infra cap. X. 20 om. καὶ post ὄντος B λόγον] +ἄν B)

34
κεραίαν ἔχειν κενὴν σοφίας θεοῦ· ὁ γὰρ ἐντειλάμενος ἐμοὶ [*](ABD) [*](Ex xxxiv 20) τῷ ἀνθρώπῳ, καὶ λέγων· Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός· [*](cf. Jn i 16) πολλῷ πλέον αὐτὸς οὐδὲν κενὸν ἐρεῖ. ἐκ γὰρ τοῦ πληρώματος αὐτοῦ λαβόντες οἱ προφῆται λέγουσι· διὸ πάντα πνεῖ τῶν ἀπὸ πληρώματος· καὶ οὐδέν ἐστιν ἐν προφητείᾳ ἢ νόμῳ ἢ εὐαγγελίῳ ἢ ἀποστόλῳ, ὃ οὐκ ἔστιν ἀπὸ πληρώματος. διὰ τοῦτο ἐπεί ἐστιν ἀπὸ πληρώματος, πνεῖ τοῦ πληρώματος τοῖς ἔχουσιν ὀφθαλμοὺς βλέποντας τὰ τοῦ πληρώματος, καὶ ὦτα ἀκούοντα τῶν ἀπὸ πληρώματος, καὶ αἰσθητήριον τῆς εὐωδίας τῶν ἀπὸ πληρώματος πνέον. ἐὰν [*](185) δέ ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς νοήματι [*](Ro ix 33: 1 Pe ii 7: cf.) ὄντι καλῷ λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου, αἰτιῶ [*](Is viii 14)σαυτόν. μὴ ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ προσκόμματος καὶ τὴν πέτραν τοῦ σκανδάλου ἔχειν νοήματα, [*](Ro ix 33: cf. Is xxviii 16) ὥστ᾿ ἂν γενέσθαι τὸ εἰρημένον· Καὶ ὁ πιστεύων οὐ καταισχυνθήσεται. πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ τό νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν.