Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

15. Τούτων δὴ καὶ τῶν παραπλησίων προκειμένων τῷ φωτίζοντι πνεύματι τὰς τῶν ἁγίων ὑπηρετῶν τῆς ἀληθείας ψυχάς· δεύτερος ἦν σκοπὸς, διὰ τοὺς μὴ δυναμένους τὸν κάματον ἐνεγκεῖν ὑπὲρ τοῦ τὰ τηλικαῦτα εὑρεῖν, κρύψαι τὸν περὶ τῶν προειρημένων λόγον ἐν λέξεσιν [*](173) ἐμφαινούσαις διήγησιν περιέχουσαν ἀπαγγελίαν τὴν περὶ τῶν αἰσθητῶν δημιουργημάτων, καὶ ἀνθρώπου κτίσεως, καὶ τῶν ἐκ τῶν πρώτων κατά διαδοχὴν μέχρι πολλῶν γεγενημένων· καὶ ἄλλαις ἱστορίαις, ἀπαγγελλούσαις δικαίων πράξεις, καὶ τῶν αὐτῶν τούτων ποτὲ γενόμενα ἁμαρτήματα ὡς ἀνθρώπων, καὶ ἀνόμων καὶ ἀσεβῶν πονηρίας καὶ ἀκολασίας καὶ πλεονεξίας. παραδοξότατα δὲ, διὰ ἱστορίας τῆς περὶ πολέμων καὶ νενικηκότων καὶ νενικημένων, τινὰ τῶν ἀπορρήτων τοῖς ταῦτα βασανίζειν δυναμένοις σαφηνίζεται. καὶ ἔτι θαυμασιώτερον, διὰ γραπτῆς νομοθεσίας οἱ τῆς ἀληθείας νόμοι προφητεύονται· μετὰ ἀληθῶς πρεπούσης θεοῦ σοφίᾳ δυνάμεως πάντων τούτων εἱρμῷ ἀναγεγραμμένων. προέκειτο γὰρ καὶ τὸ ἔνδυμα τῶν πνευματικῶν, λέγω δὲ τὸ σωματικὸν τῶν γραφῶν, ἐν πολλοῖς ποιήσαι οὐκ ἀνωφελὲς, δυνάμενόν τε τοὺς πολλοὺς, ὡς χωροῦσι, βελτιοῦν.

16. [*]((15)) Ἀλλʼ εἴπερ, εἰ δι᾿ ὅλων σαφῶς τὸ τῆς νομοθεσίας χρήσιμον αὐτόθεν ἐφαίνετο καὶ τὸ τῆς ἱστορίας ἀκόλουθον καὶ γλαφυρὸν, ἠπιστήσαμεν ἄν ἄλλο τι παρὰ τὸ πρόχειρον νοεῖσθαι δύνασθαι ἐν ταῖς γραφαῖς· [*]( ἀληθῶς] ἀληθείας B 31 om. ἄν B)

23
[*](ΑBD) ᾠκονόμησέ τινα οἱονεὶ σκάνδαλα καὶ προσκόμματα καὶ ἀδύνατα διὰ μέσου ἐγκαταταχθῆναι τῷ νόμῳ καὶ τῇ ἱστορίᾳ ὁ τοῦ θεοῦ λόγος· ἵνα μὴ πάντη ὑπὸ τῆς λέξεως ἑλκόμενοι τὸ ἀγωγὸν ἄκρατον ἐχούσης, ἤτοι ὡς μηδὲν ἄξιον θεοῦ μανθάνοντες τέλεον ἀποστῶμεν τῶν δογμάτων, ἢ μὴ κινούμενοι ἀπὸ τοῦ γράμματος μηδὲν θειότερον μάθωμεν. [*](174) χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι, τοῦ προηγουμένου σκοποῦ τυγχάνοντος τὸν ἐν τοῖς πνευματικοῖς εἱρμὸν ἀπαγγεῖλαι γεγενημένοις καὶ πρακτέοις, ὅπου μὲν εὖρε γενόμενα κατὰ τὴν ἱστορίαν ὁ λόγος ἐφαρμόσαι δυνάμενα τοῖς μυστικοῖς τούτοις, ἐχρήσατο ἀποκρύπτων ἀπὸ τῶν πολλῶν τὸν βαθύτερον νοῦν· ὅπου δὲ ἐν τῇ διηγήσει τῆς περὶ τῶν νοητῶν ἀκολουθίας οὐχ εἴπετο ἡ τῶνδέ τινων πρᾶξις ἡ προαναγεγραμμένη διὰ τὰ μυστικώτερα, συνύφηνεν ἡ γραφὴ τῇ ἱστορίᾳ τὸ μὴ γενόμενον· πῆ μὲν μηδὲ δυνατὸν γενέσθαι, πῆ δὲ δυνατὸν μὲν γενέσθαι, οὐ μὴν γεγενημένον. καὶ ἔσθʼ ὅτε μὲν ὀλίγαι λέξεις παρεμβεβλημέναι εἰσὶ κατὰ τὸ σῶμα οὐκ ἀληθευόμεναι, ἔσθʼ ὅτε δὲ πλείονες. τὸ δʼ ἀνάλογον καὶ ἐπὶ τῆς νομοθεσίας ἐκληπτέον, ἐν ἢ ἔστι πλεονάκις εὑρεῖν καὶ τὸ αὐτόθεν χρήσιμον, πρὸς τοὺς καιροὺς τῆς νομοθεσίας ἁρμόζου· ἐνίοτε δὲ λόγος χρήσιμος οὐκ ἐμφαίνεται. καὶ ἄλλοτε καὶ ἀδύνατα νομοθετεῖται, διὰ τοὺς ἐντρεχεστέρους καὶ ζητητικωτέρους· ἵνα τῇ βασάνῳ τῆς ἐξετάσεως τῶν γεγραμμένων ἐπιδιδόντες ἑαυτοὺς, πεῖσμα ἀξιόλογον λάβωσι περὶ τοῦ δεῖν τοῦ θεοῦ ἄξιον νοῦν εἰς τὰ τοιαῦτα ζητεῖν. (16) οὐ μόνον δὲ περὶ τῶν πρὸ τῆς παρουσίας ταῦτα τὸ πνεῦμα ᾠκονόμησεν, ἀλλά γὰρ, ἄτε τὰ αὐτὸ τυγχάνον καὶ ἀπὸ τοῦ ἑνὸς θεοῦ, τὸ ὅμοιον καὶ ἐπὶ τῶν εὐαγγελίων πεποίηκε καὶ ἐπὶ τῶν ἀποστόλων· οὐδὲ τούτων πάντη ἄκρατον τὴν ἱστορίαν τῶν προσυφασμένων κατὰ τὸ σωματικόν ἐχόντων, μὴ γεγενημένων· οὐδὲ τὴν νομοθεσίαν καὶ τὰς ἐντολὰς πάντως τὸ εὔλογον ἐντεῦθεν ἐμφαίνοντα.

[*](1 οἱονεὶ] εἰς B 15 μηδὲ] μὴ AD 33 om. ἐντεῦθεν AD)