Fragmenta in Librum Primum Regnorum (In Catenis de Samuelis et Regnorum)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Οὐκ οὐρεῖ τις ἑστὼς καὶ τοῦτο πρὸς τοῖχον, ἐὰν μὴ σχολάζῃ τοῦτο οὐν λέγει καὶ τὸν ἀμέριμνον καὶ μηδὲν προσδοκῶντα παθεῖν, ἐὰν ᾖ τοῦ Νάβαλ.

Ἡ ἐγγαστρίμυθος τὸν Σαμουὴλ οὐκ ἀνήγαγεν, ἀμήχανον γάρ, οὐδὲ ἀναβὰς ἀλήθειαν εἴρηκεν. τίς δὲ οὗτος καὶ διὰ ποίας δυνάμεως ἀνέβη, ζήτει.