Fragmenta In Lamentationes (In Catenis de Prophetis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Σύμμαχος τὸ μὲν ὥσπερ σπουδή, ἐξαπίνης ἐξέδωκε, τὸ δὲ οὐκ ἐπόνεσαν, ἣν οὐκ ἔτρωσαν. τι γὰρ θείου συντομώτερον λόγου φήσαντος· »ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος« καὶ μόνῳ παραδόντος τῷ βούλεσθαι; ἡ ἀνομία δὲ τῆς Ἱερουσαλὴμ ὑπὲρ τὴν Σοδόμων ἐμεγαλύνθη. οἱ μὲν τὸν φυσικὸν νόμον εἶχον μόνον, οἱ δὲ καὶ γραπτὸν καὶ προφήτας ὅσα τε παραδόξως ὁ θεὸς ἠργάζετο έν αὐτοῖς. κάκεῖνοι μὲν ἥμαρτον εἰς ἀγγέλους καὶ τοὺς ὁμοίους ἀνθρώπους· οὐτοι δὲ εἰς τὸν σωτῆρα καὶ λυτρωτὴν πάλαι μὲν ἐξ Αἰγύπτου, νῦν δὲ δαιμόνων λατρείας, εἴπερ ἐδέξαντο τὸν πρὸς αὐτοὺς ἐλθόντα προηγουμένως. »οὐκ ἀπεστάλην« γάρ φησιν »εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ«.

Σύμμαχος· ἄχραντοι ἀφωρισμένοι αὐτὴς χιόνα, λαμ- πρότεροι γάλακτος, πυρρότεροι τὴν ἕξιν ὑπὲρ τὰ περίβλεπτα, σάπφιρος τὰ μέλη αὐτῶν, σκοτεινότερον ἀσβόλης τὸ εἶδος αὐτῶν. τοὺς ἁγιάσαντας ἑαυτούς φησι τῷ θεῷ· Ἡγιασμένοι γὰρ τὸ Ναζιραῖοι δηλοῖ, οὕτω γὰρ Σύμμαχος καὶ Θεοδοτίων [*](2 Psal. 36,4. — 7 ff. Vgl. Olymp. (Gh III, 185): ἐπὶ τῶν τῆς ἀπολυτρώσεως τοῦ αἵματος τοῦ Χριστοῦ τρόπων. — 13 Matth. 23, 38. — 14 ff. Vgl. Olymp. (Gh III, 186). — 20 Matth. 15, 24. — 26 Vgl. Onom. sacra I, 196, 90: Ναζειραῖος ἅγιος κτλ. — 27 Vgl. Amos 2, 12 (Vgl. Hexapla).) [*](1 οὐκ ἐντρυφῶσι] ABBREV ABBREV ABBREV τρυφώσει ο | μωυσεῖ c μωσῆ ο | 2 αὐτοῖς] x003C; c 3/4 καίπερ — τεθυκότες] x003C; 1 Ι 9 ῥακκοδυτοῦντες c | 13 ὑμῖν] x003C; ο | 14 τῷ] τὸ c 15 μόνον εἶχον νόμον ο | 16 ἠργάζετο Blass εἰργάζετο co | 20 προηγούμενος ο | εἰς] πρὸς ο | 24 πρότερον ο | 25 σάπφίρος π u. ι in Ras.) c σάπφειρος ο | 27 ναζορεῖοι ο.)

272
ἐν τῷ Ἀμὼς τοὺς ἡγιασμένους ἐξέδωκαν, Ναζιραίους εἰπόντες. μέμνηται τούτων καὶ Μωσῆς· ὁποῖος ἠν καὶ Σαμψών. ἠσαν δὲ καὶ παρὰ Ἰουδαίοις ἐπιφανεῖς. διὸ τὸ μὲν καθαρὸν αὐτῶν ἀντεξήτασε χιόνι, τὸ δὲ λαμπρὸν γάλακτι· ἐπυρώθησαν δὲ τῇ ἀσκήσει δοκιμασθέντες ὡν ἐπηγγέλλοντο τῷ θεῷ , οἱ ἐκλεκτοὶ δὲ αὐτῶν (ὃ τὸ ἀπόσπασμα) πολιτείαν οὐράνιον ἔχουσιν· τοιοῦτον γὰρ τῆς σαπφίρου τὸ χρῶμα. ἕχει δὲ καὶ χρυσιζούσας φλέβας, αἶς δὴ τὴν ἕξιν αὐτῶν ὁ Σύμμαχος ἀπεικάξει, τὸ ἀδιάφθορον ἔχουσαν καὶ τὸ διάπυρον κατὰ θεοσέβειαν.

Τῆς πνευματικῆς ἐξέπεσαν ἐλλάμψεως καὶ λιμῷ τῷ νοητῷ δι- ετάκησαν, ὡς ἐοικέναι ξύλοις ξηροῖς, τοῖς μὴ πεφυτευμένοις παρὰ ταῖς διεξόδοις τῶν ὑδάτων<· ὁποῖοι νῦν οἱ παρ’ αὐτοῖς ἱερεῖς ἒχοντες εὐτροφίαν εὐτροφίαν πνευματικήν. καὶ κατὰ τὸ ῥητὸν δέ, αἰσχύνης ἄκρας τὰ πρόσωπα αὐτῶν ἐμελαίνετο ὄτι τοῖς τοῖς ἄλλοις ὸμοίως ἁμαρτάνοντες ἀ.πήγοντο· ἐπεὶ καὶ νῦν ἐπὶ τῶν καταισχυνομένων ἡ συνήθεια τῷ ὀνόματι κέχρηται.

Πολέμῳ γὰρ κρεῖττον συντόμως τελευτᾶν ἢ λιμῷ δαμασθῆναι δι' ἀπορίαν τῶν ἐν ἀγρῷ γεννημάτων. εἴποις δ’ ἄν ῥομφαίαν εἶναι καὶ μάχαιραν τὸν λόγον τοῦ θεοῦ· φησὶ γὰρ ὁ Παῦλος· καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ«, ὑφ’ οὗ, φησὶν ἡ νύμφη, τετρωμένη ἀγάπης εἰμὶ ἐμώ«. λέγει δὲ καὶ ὁ Δαβίδ· »περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου«. ὑπὸ τοιαύτης πληγέντας ῥομφαίας ὑπὸ τοὺς πόδας πεσεῖν Ἰησοῦ κατὰ τὸ λαοὶ ὑποκάτω σου πεσοῦνται«, τὴν αὐτοῦ ὁμολογήσαντας βασιλείαν, ἀλλ’ οὐχ ἁλῶναι λιμῷ ψυχικῷ. γέννημα γὰρ χώρας ὁ Χριστός, ὁ ἐν Βηθλεὲμ γεννηθείς, ὅπερ Οἶκος ἄρτου σημαίνεται, οὖπερ ἄγευστοι γεγονότες Ἰουδαῖοι εἰς δαιμόνων [*](2 Vgl. Num. 6. — Vgl. Jud. 12, 5. — 12 Vgl. Psal. 1, 3. — 21 Eph. 6, 17. — 23 Hohel. 2, 5. — Psal. 44, 4. — 26 Psal. 44, 6. — 28/29 Vgl. Onom. sacra I, 182, 93: Βηθλεὲμ οἶκος ἄρτου, u. ö.) [*](1 τοὺς] x003C; c | 2 καὶ 3] x003C; ο | 6 τοιοῦτοι ο | 7 σαπφίρου c 1 σαπφείρου c*o Ι 8 διάφορον Ο | 13 τὰς διεξόδους ο | ὁποι νῦν ο | αὐτ co | 15 ἐμελαίνετο c 1 ἐμελένετο c*o | 20 γεννημάτων Gh γενημάτων clo | 24/25 τῇ — σου 2] x003C; ο | 27 βασιλείαν ὁμολογήσαντας ο | οὐχ Vat. gr. 1153/54 οὐκ co | 28 γέABBREVνημα c γένημα c | ὁ1] < ο.)

273
ἀπήχθησαν χώραν. ἀγρὸς δὲ ὁ εὐλογημένος ὑπὸ κυρίου καὶ λίαν εὐώδης, οὑπερ ἔπνεεν Ἰακώβ, δηλοῖ Χριστοῦ τὴν ἐκκλησίαν.

Ἵνα μὴ δόξωσιν αἱ γυναῖκες δι' ὠμότητα βεβρωκέναι τὰ τέκνα, οἰκτίρμονας μὲν εἶναί φησιν· τῇ δὲ τῆς ἐνδείας ἀνάγκῃ προσάπτει τὸ πάθος. τὸ δὲ ἦψαν τὸ ἀνάψαι καὶ ὀπτῆσαι δηλοῖ, ὃ δὴ γέγονεν ἐπὶ τῆς Ῥωμαίων πολιορκίας· διὸ καὶ σύντριμμα καλεῖ τὴν παν- τελῆ τοῦ ἔθνους ἀπώλειαν. καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν Θρήνων στοιχειώσει τοῦ παρόντος μέμνηται πάθους. καὶ τοῦτο δὲ καὶ τἃλλα πάθη μετ' ἀκριβείας Ἰώσηππος ἐν τοῖς περὶ ἁλώσεως παρέδωκεν.

Μετὰ γὰρ τὴν Χριστοῦ παρουσίαν συνετελέσθησαν.

Ἰσως μὲν καὶ διὰ τὸ τῶν τόπων ὀχυρὸν καὶ τοῦ τείχους καὶ τὴν τῶν οἰκητόρων ἰσχύν, μάλιστα δὲ διὰ τὸν ἀεὶ τῆς πόλεως ὑπερησπικότα θεόν. καίτοι πρὸ τοῦ Ναβουχοδονόσορ εἰσελθὼν ὁ Αἰγύπτιος πολλάκις ἔλαβε τοὺς θησαυροὺς ἐκ τοῦ οἴκου κυρίου, ἀλλ’ οὐ πορθήσας τὴν πόλιν· οὐ γὰρ ἄγαν ἔθλιβεν, εἰ καὶ ὑπῆρχεν ἐχθρός, πρὸς τὸ μηδὲ ἀπεμφαῖνον εἶναι καὶ δὶς καὶ τρὶς τὸ παράδοξον γενέσθαι. λέγοι δ’ ἂν βασιλεῖς τῆς γῆς καὶ τοὺς δαίμονας τοὺς τῶν χοϊκῶν βασιλεύσαντας, περὶ ὡν εἴρηται· »παρέστησαν πάντες οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες αὐτῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ«. περὶ ὡν οἴτινές εἰσιν ἐδήλωσε τὸ »εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν« καὶ τὸ »ἴνα γνωρισθῇ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ«· ᾤοντο γὰρ μὴ παραδίδοσθαι τὴν Ἱερουσαλὴμ εἰς τέλος, μέχρι τοῦ ἔθνους τούτου τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν οἰόμενοι, μηδὲν εἰδότες περὶ Χριστοῦ.

[*](1/2 Vgl. Gen. 27, 27. — 10 Vgl. Josephus, Bell. Jud. 6, 3, 4. Vgl. Euseb. h. e. 8, 6, 21 ff. u. Olymp. (Gh III, 192). — 17 Vgl. I ön. 14, 26 (II Chron. 12, 9). — 21 Psal. 2, 2. — 24 I Kor. 2, 8. — 25 Eph. 3, 10.)[*](1 ὑπὸ #x772; c* #x772; a. R. c 1 Ι 7 ἐπὶ] ὑπὸ co Ι 8 δὲ δευτέρα ο | 10 παραδέδωκεν ο | 12 παρουσίαν] παροινίαν ίαν Gli | 14 μὲν] δὲ 15 τῶν] x003C; ο ] δὲ] x003C; c | 18 οὐ2] σου ο | 20 λέγει c 26/27 τοῦ θεοῦ σοφία ο | 27 τὴν] τῆι ο.)
274

Αἷμα δίκαιον κυρίως τὸ τοῦ σωτῆρος Χριστοῦ, ὅπερ ἐκχέαντες τελέως ἀπώλοντο, ἐπὶ τοῖς τῶν προφητῶν αἵμασι μετρίως σωφρονιζόμενοι.

Σύμμαχός φησιν· ἀκατάστατοι ἐγένοντο, τυφλοὶ έν ταῖς ἐξόδοις, ἐφύρησαν ἐν αἵματι, ὥστε μὴ δύνασθαι ἅψασθαι τῆς ἐσθῆτος αὐτῶν. ἐγρηγόρους ἡ γραφὴ τοὺς ἀγγέλους καλεῖ, ὡς παρὰ τῷ Δανιήλ. οὑτοι δὲ ἦσαν, δι’ ὡν ἴσως καὶ ὁ διὰ Μωσέως νόμος ἐδόθη κατὰ τὸ »εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς νόμος«. οὗτοι τοίνυν προσκαρτεροῦντες αὐτῇ καὶ τῷ θείῳ ναῷ, σαλευθέντες μετέστησαν. Ἰώσηππος γὰρ έν τοῖς περὶ ἁλώσεως ἱστορεῖ ὡς »νύκτωρ οἱ ἱερεῖς προσελθόντες εἰς τὸ ἱερόν, ὥσπερ αὐτοῖς ἔθος ἦν πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας· μεταβαίνωμεν ἐντεῦθεν«· ὅτε καὶ κατὰ Σύμμαχον ἀκατάστατοι καὶ ἀλῆται γεγόνασιν καὶ τυφλοί, φησίν, ἐν ταῖς ἐξόδοις. οὐ γὰρ >ἠν ὅρασις διαστέλλουσα οὐ προφήτης, οὐδὲ ἡγούμενος·< ἐξέλιπον <γὰρ ἐπεὶ> παρεγένετο ᾧ ἀπέκειτο, ὃς ἦν προσδοκία ἐθνῶν«.

Τοῖς ἀποστόλοις ἐντέλλεται ἐκ μέσου τῶν Ἰουδαίων φυγεῖν ἐπὶ τῷ αἵματι μολυνθέντων Χριστοῦ, τὴν δὲ κλῆσιν αὐτῶν καὶ τοῖς ἀγγέλοις ἐπέτρεψεν. εἰ μὴ ἄρα τοῖς ἀποστόλοις καλεῖν εἰς μετάνοιαν αὐτοὺς ἀκαθάρτους κελεύει, ὅπερ ἐποίησαν εἰπόντες· »ὑμῖν ἠν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον( μὴ βουλομένων δέ, προστάττει φυγεῖν, διό φασιν ὡς μὴ θελόντων τὸ »ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη«.

[*](2 Vgl. Olymp. (Gh III, 195). — 9 Vgl. Dan. 4, 10 Hexapla. — 10 Hebr. 2, 2. — 12 Vg. Joseph. Bell. Jud. 6, 5, 3. Vgl. Euseb. h. e. 3, 8, 6 dem. ev. 8, 2, 122. — 17 Vgl. I Sam. 3, 1. — 18 Vgl. Gen. 49, 10. — 24 Act. 13, 46. — 26 Act. 13. 46.)[*](3 τελείως Gh | 10 οὗτοι] + γὰρ c | 13 προελθόντες ο παρελθόντες Joseph. Euseb. | τὸ] CO Euseb. + ἔνδον Joseph. + ἦν] co Euseb. < Joseph. | 14 ἀντιλαμβάνεσθαι co Euseb. ἀντιλαβέσθαι Joseph. | ἀντιλαμβάνεσθαι] + καὶ κτύπου Joseph. Euseb. | 15 μεταβαίνομεν c | καὶ] < ο | 18 ἐξέλιπον c1 ἐξέλειπον c*o | ἐπείπερ ἐγένετο ο | 19 ᾧ] ὡς ο | 21 φυγεῖν c1 o φησιν c* (w. e. sch.) 1 | 22 μολυθέντων ο | 26 φησιν C.)
275

Δηλοῖ δὲ τὸ μὲν ἀνήφθησαν τὸ τῆς ἁλώσεως πῦρ, τὸ δὲ ἐσαλεύθησαν τὴν εἰς δουλείαν μετάστασιν , τὸ δὲ οὐ μὴ προσ- θῶσι τοῦ παροικεῖν ὅτι διηνεκῆ σχήσουσι παροικίαν, δεττέρας μηκέτι δεόμενοι.

Τὴν παρὰ Χριστοῦ τιμωρίαν δηλοῖ· λέγει γὰρ ὁ Δαβίδ· δὲ κυρίου ἐπὶ ποιοῦντας κακά«. οὐκ ἐπιβλέπονται δὲ παρ αὐτοῦ , μένοντες ὅπερ εἰσίν· 〉ὅταν〈 γὰρ >εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν, πᾶς Ἰσραὴλ σωθήσεται< καὶ λοιπὸν ὡς πιστὸς εἰ δὲ γράφοιτο· μερὶς αὐτῶν, δῆλον ὅτι τῶν ἐξιόντων ἐκ μέσου φησίν. περὶ δὲ τῶν πολεμίων τὸ πρόσωπον ἱερέων οὐκ ἔλαβον, πάντας γὰρ ἀπήγαγον.

Ἀπὸ τῶν αἰχμαλώτων ὁ λόγος εἶναι δοκεῖ, μετανοούντων ἐφ οἷς Αἰγυπτίοις καὶ Ἀσσυρίοις πρὸς βοήθειαν ἐπηρείδοντο. λέγοιτο δ’ ἂν ἀκολούθως ὑπὸ τῶν ἐκ περιτομῆς πιστευσάντων· ἐξελείπο- μεν διακενῆς εἰς τὸν νόμον ἐλπίζοντες· ὁ γὰρ νόμος σῴζει οὐδένα, καθάπερ εἶπεν ὁ Παῦλος. οὐκοῦν οὐδὲ οἱ ἠρτημένοι τοῦ νόμου βοηθῆσαι μετὰ τὴν χάριν δυνήσονται.

Υπὸ γὰρ τοῦ σωτῆρος >ἁλιεῖς ἀνθρώπων< ἀποδειχθέντες οἱ ἐθήρευον Ἰουδαίους ταῖς φρεσὶ νηπίους, μὴ τὴν πλατεῖαν καὶ εὐρύχωρον τῶν πατέρων αὐτῶν βαδίζειν ὁδόν· οὓσπερ δὴ καὶ ὁ σωτὴρ ὑπῃνίττετο λέγων· »ἐάσατε τὰ παιδία ἐλθεῖν πρός με«.

Ἰστορεῖ γὰρ Ἰώσηππος ὡς οὐδὲ τὰ ὄρη τοὺς φεύγοντας διέσωσεν. ἐκεῖ τοίνυν ἡμᾶς ἕλκοντες ἥπτοντο, ἤγουν πρὸς δίκην ἀνήφθησαν [*](7 Psal. 33, 17. — 9 Vl, Rom. 11, 25. — 18 Vgl. Gal. 3, 11. — 22 Vgl. Matth. 4, 19. — 23 Vgl. Matth. 7, 13. — 25 Matth. 19, 14 Par. — 27 ff. Vgl. Olymp. (Gh III, 204): πρὸς μὲν ῥητόν, ὅτι καὶ τοὺς ἐν τοῖς ἐν τοῖς] ὄρεσι φεύγοντας καταλαμβάνοντες οἱ πολέμιοι ἔφθειρόν.) [*](12 ἒκαβεβ ο | 16 ἐπερείδοντο c | 27 ἰώσηππος c1o ἠώσιππος c* | 28 ἡμῶν C W. e. seh.)

276
καθ’ ἡμῶν. νοοῖτο δ’ ἂν καὶ περὶ τῶν ἀποστόλων ὧν >ἀνεκαινίσθη ὡς ἀετοῦ ἡ νεότης<.

Τινὲς ἔφασαν ὡς ἐν τοῖς ἐξαιρέτοις διαφανέστερον τὸν Ἰωσίαν θρηνεῖ· ἤλπιζον γὰρ διὰ τῆς αὐτοῦ θεοσεβείας ἀνασταθῆναι τὴν Ἱερουσαλὴμ ἐν μέσῳ ἐθνῶν εἰς δόξαν, ἐν μέσῳ γὰρ ἐθνῶν ἡ Ἱερουσαλήμ. τύπος δὲ οὑτος, φασί, Χριστοῦ, διὰ τὰς ἀνομίας τεθνηκὼς τοῦ λαοῦ. καίτοι οὐκ ἐν ταῖς τοῦ λαοῦ συνελήφθη διαφθοραῖς, ἀλλ’ ὡς ἀπαγορεύσαντος τοῦ προφήτου συναντήσας Νεχαὼ Φαραώ, καίπερ πρὸς αὐτὸν οὐκ ἐθέλοντι μαχέσασθαι. κατὰ τοίνυν τὸν θεῖον ἀπόστολον <κάλυμμα τῷ προσώπῳ τῶν Ἰουδαίων ἐπίκειται ἀναγινωσκομένου· ἐὰν δὲ ἐπιστραφῇ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν<. διὰ δὲ τοῦ προφήτου πνεῦμα λέγει τὸν κύριον. οἷς οὖν ἐπίκειται κάλυμμα, οὐκ ἂν εἴποιεν· πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος, ἀλλ’ οἱ »ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι«, ὡν ἀεὶ πρὸ τῶν τῆς διανοίας ὀφθαλμῶν ἐστιν ὁ κύριος· ὡς δῆλον ὅτι τὸ ἐνεργῆσαν ἐν τοῖς προφήταις πνεῦμα ἠν ὁ Χριστός, ὃς καὶ ἐνανθρωπήσας φησίν· »αὐτὸς ὁ λαλῶν πάρειμι«, αὐτὸς ὢν πνεῦμα καὶ κύριος καὶ Χριστός. τοῦτον συνέλαβον οἱ διαφθείραντες πρῶτον ἐν ἑαυτοῖς τῆς θεοσεβείας τὰ σπέρματα. ἀλλ’ ἡμεῖς οἱ προφῆται οὐκ ἄλλον ἡγούμενοι τὸ πνεῦμα τοῦ προσώπου ἡμῶν, μετὰ τὴν ἡμῶν σύλληψιν μηκέτι τόπον ἔχοντες ἐν αὐτοῖς, ἡπὸ τῇ τοῦ Χριστοῦ σκιᾷ ζησόμεθα, οὐκέτι παρὰ Ἰουδαίοις, ἀλλ’ ἐν ὅλοις τοῖς ἔθνεσιν, ὅτε >ἀρθεῖσα ἡ βασιλεία τοῦ θεοῦ ἀπ’ αὐτῶν‘ διὰ τὸ κατὰ Χριστοῦ τόλμημα >ἐδόθη τοῖς ἒθνεσιν<. ἰδοὺ γὰρ ζῶσιν ἐν προφῆται, λαλοῦντες περὶ αὐτοῦ καὶ κηρύσσοντες, ἀλλ’ οὐκέτι παρ ἐκείνοις, τοῖς ἔτι καὶ νῦν αὐτὸν ταῖς ἑαυτῶν διαφθοραῖς περιβάλλουσιν, ὁσημέραι βλασφημοῦντες αὐτόν. ὁ δὲ Ἀκύλας ἔφη πνεῦμα μυκτήρων ἡμῶν, Σύμμαχος δὲ πνοὴ μυκτήρων ἡμῶν. οἱ γὰρ θεοφιλεῖς διὰ παντὸς τὸν Χριστὸν ἀναπνέουσι, πρὸ ὀφθαλμῶν αὐτὸν ἔχοντες. ἰστέον δὲ ὅτι ὥσπερ ὁ Χριστὸς πνεῦμα ὢν ἐν τοῖς προφήταις ἐλάλησεν, οὕτω καὶ ὁ πατήρ· λέγει γὰρ ἐν τῇ πρὸς Ἑβραίους ὁ Παῦλος. πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λα- [*](1 Vgl. Psal. 102, 5. — 4 Vgl. ΙΙ Chron. 35, 25. — 11 Vgl. ΙΙ Kor. 3, — 17. — 15 II Kor. 3, 18. — 19 Jes. 52, 6. — 25 f. Vgl. Matth. 21, 43. — 34 Hebr. 1, 1. 2.) [*](7 φησί ο | 8 ἐν] ἂν c | συνειλήφθη διαφοραῖς ο | 10 μαχέσασθαι cod. Vat. gr. 1153/54 μαχήσασθαι c l o | 11 κάλυμα ο | 12 ἐπιστρέφη ο | 24 σκιὰζησόμεθα ο σκιαζόμεθα C* χόριτι a. R. c1 | 26 ἐδόθη Gh δοθῆ co | 27 κηρύττοντες ο | 31 τὸν] < c.)

277
λήσας ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν υἱῷ«. οὕτως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον· φησὶ γὰρ ὁ σωτήρ· »καλῶς εἶπεν ἐν Ἡσαΐᾳ τὸ πνεῦμα τὸ ἅγιον· ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε«. ἐν δὲ τῇ πρὸς Κορινθίους ὁ Παῦλος εἰπὼν τὰ χαρίσματα, έν οἷς ἐστιν ἡ προφητεία, φησίν· »ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, χορηγοῦν ἑκάστῳ καθὼς βούλεται«· τουτέστιν αὐθεντικῶς, οὐ δουλικῶς. λέγοις δ’ ἂν πνεῦμα προσώπου Χριστόν, τὸν δωρησάμενον ἡμῖν τὸ πνεῦμα τῆς προφητείας· αὕτη γὰρ προφητῶν πρόσωπον, πνεῦμα δὲ τὸ χάρισμα, σκιὰ δὲ ὁ νόμος, σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν«. ἔζησαν οὐν ἐν ἡμῖν οἱ προφῆται καὶ ἐν τῇ τοῦ νόμου σκιᾷ. τὸ οὖν χάρισμα τὸ προφητικόν, πρὸς ὃ βλέπει πάσης τῆς προφητείας ἡ ἔκβασις, Χριστός ἐστιν, τουτέστιν ἀπὸ Χριστοῦ. >τέλος γὰρ νόμου καὶ προφητῶν Χριστός<. ῥηθείη δὲ κἂν ἐκ προσώπου τῶν ἀποστόλων καὶ πιστῶν· »ἐν αὐτῷ γὰρ καὶ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν«· οὑ εἲπομεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα, τουτέστι κατὰ μίμησιν αὐτοῦ. λέγει γὰρ ὁ θεῖος ἀπόστολος· »μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ«.

Ὁ λόγος πρὸς τοὺς ἐξ Ἐδὼμ καὶ Ἡσαῦ τοῦ ἀδελφοῦ Ἰακώβ, ὑπερβολὴν αὐτοῖς προαγορεύων κακῶν τοῦτο γὰρ τὸ μεθυσθήσῃ καὶ ἀποχεεῖς), περὶ ὧν φησι καὶ Δαβίδ· »μνήσθητι, κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλήμ, τῶν λεγόντων· ἐκκενοῦτε, ἐκκενοῦτε ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ«. ἀδελφοὶ γὰρ ὄντες καὶ γείτονες, τὸ προγονικὸν διεφύλαξαν μῖσος. περὶ δὲ Χριστοῦ φήσας εἰς καιρὸν καὶ ταύτης ἐμνήσθη. τὴν γὰρ Γήϊνον προσαγορευομένην πορθεῖν ἔμελλεν ὁ Χριστός, οὐράνιον ἐργαζόμενος. ἀπειλητικὸν γὰρ ἡ ἀρετή τε καὶ γνῶσις πρὸς τοὺς φιληδοῦντας πλάναις καὶ πάθεσιν, ὧν μέθη μὲν ἡ νέκρωσις τῆς σαρκός, ὑπερέκχυσις δὲ καὶ τὸ νεκρῶσαι ταύτης τὸ φρόνημα.

[*](3 Matth. 13, 14 (Jes. 6, 9) vgl. 15, 7 (?). — 5 Ι Kor. 12, 11. — 10 Hebr. 10, 1. — 13 Vgl. Rom. 10, 4. — 15 Act. 17, 28. — 17 I Kor. 11, 1. — 22 Psal. 136, 7. — 25 Vgl. Amos 1, 11. — 26 Vgl. Onom. sacra I, 192, 85: Ἰδουμαία . . . ἢ γήινος.)[*](2 οὕτω καὶ ο | 3 ἀκούσατε ο | 5 πάντα δὲ ταῦτα ο | ἐνεργεῖ] + τὸ ο | 8 πνεῦμα] χάρισμα ο | 9 τὸ] < c | 11 καὶ] < ο | 14 κἂν Blass Koetschau vgl. S. 278, 11 καὶ clo | 17 ἀπόστολος] < ο | 21 προσαγορεύων c | 21/22 μεθυσθήσει καὶ ἀποχέεις ο 22 καὶ2] + ὁ ο | 23 ἐκκενοῦτε, ἐκκενοῦτε Vat gr. 1153/04 ἐκκενοῦται ἐκκενοῦται CO | 24 οὗ] < C | 25 Χριστοῦ δὲ ο | 27 ἤμελλεν ο | 28 φιληδονοῦντας c | πλάνη ο | πάθεσιν] μέθεσιν c.)
278

Ἱκανὴν ἐξέτισας δίκην, ἐν ᾗ Ἐδὼμ διαδέξεται. τὸ δὲ οὐ προσθήσει τοῦ ἀποικίσαι σε ἢ πρὸς τὴν ἀνάκλησίν φησιν οὐ γὰρ ἐπιμενεῖς τῇ αἰχμαλωσίᾳ τὸ τέλειον μέτρον πληρώσασα· μειοῖ γὰρ τὴν δίκην ὁ θεός, οὐ προστίθησιν), ἤγουν εἰ πρὸς δευτέραν ὡς μὴ γενησομένην ἅλωσιν εἴρηται, πῶς ἡ μετ’ ἐκείνην ὑπὸ Ῥωμαίων ἐγένετο; μήποτε τοίνυν περὶ τῆς ἐσχάτης ὁ λόγος τῆς γεγονυίας διὰ Χριστόν, μεθ’ ἣν οὐ γέγονεν ἑτέρα. καὶ πᾶς Ἰσραὴλ σωθήσεται μετὰ τὸ πλήρωμα τῶν < τὴν ἀνομίαν ἀπολιπών· μεθ’ ὃ λοιπὸν ἡ συντέλεια, καὶ τῶν γηΐνων ἡ κόλασις, ἐκδεχομένης τῆς κρίσεως. ῥηθείη δ’ ἂν καὶ πρὸς τὴν ἐκκλησίαν ὁ λόγος, ἥτις ἐστὶ θυγάτηρ τῆς πάλαι συναγωγῆς »ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ«, ἐξέλιπε δὲ ταύτης ἡ ἀνομία διὰ τοῦ θείου βαπτίσματος), ἣν οὐκέτι τοῖς ἐχθροῖς παραδίδωσιν ὁ φήσας· »ὧδε κατοικήσω, ὅτι ᾗρετισάμην αὐτήν« καὶ τὸ »ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«, ὅτε καὶ τὴν ἀσέβειαν ἐστηλίτευσε τῶν φρονούντων τὰ γήϊνα.

[*](8 Vgl. Rom. 11, 25. 26. — 12 Rom. 11, 29. — 14 Psal. 131, 14. — 15 Matth. 28, 20.)[*](2 ἐξέτισας c1o ἐξαίτησις c* w. e. sch. | προσθήση c | 4 ἐπιμένεις ο | 5 ἡ γοῦν ἡ πρὸς ο | 7 γεγονυίας] γεναμένης ο | 9 ἀπολιπών c1 ἀπολειπών c*o | 13 ἐξέλειπε ο.)