In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

»Ἡ αἰσχύν« οὖν »κατηνάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς βόας αὐτῶν«. [*](1 Vgl. Eph. 4, 19. Vgl. in Eph. 4, 19 (Cat. Cram. VI, 175, 22 ff.): Εἰ δὲ θέλομεν νοῆσαι τὸ »οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ«, συγκρίνομεν τοὺς δυσσυνειδητοῦντας καὶ βασανιζομένους ἐπὶ τῷ συνεγνωκέναι τι ἑαυτοῖς φαῦλον τοῖς μετὰ πάσης ἀδείας πολλαπλασίονα πταίουσιν. — 9 Psal. 128, 5. — 16 Joh. 10, 27. — 19 Joh. 10, 11. 14. — 21 if. Vgl. Philo de sacr. Abelis et Caini I, 170 Μ: τότε καὶ γίνεται ποιμὴν προβάτων, τῶν κατὰ ψυχὴν ἀλόγων δυνάμεων ἡνίοχός τε καὶ κυβερνήτης, οὐκ ἐῶν αὐτὰς ἀτάκτως φέρεσθαι καὶ πλημμελῶς δίχα ἐπιστάτου καὶ ἡγεμόνος κτλ.) [*](10 τῶν Gh | 13 πρόβατα] + τῶν πατέρων Gh | 13—S 38, 6 Hierzu in C: Πρόβατα — Χριστός | 15 τῶν πατέρων] < Gb (vgl. Ζ. 13) | 19 λέγῃ Gh λέγει S 23 ποιμαίνοντα V ποιμένοντα S | 25 γένηται Hu γενέσθαι S | 26 αἰσθήσεων] + καὶ Gb | 27 Ναβουχοδονόσορ V Ναβουχοδονόσωρ S (vgl. Index).)

37
τι ἔστι τι ἑν ἡμῖν γεωρηοῦν ἡμᾶς, ἤτοι δὲ κακῶς γεωργοῦν, λέγειν τὸ κακῶς ἐπὶ τοῦ γεωργοῦντος, ἢ καλῶς γεωργοῦν[τος]. εἰ μὲν οὖν κακῶς γεωργεῖ, μόχθος ἐστὶ τῶν πατέρων καταναλισκόμενος ὑπὸ τῆς αἰσχύνης αὐτῶν· εἰ δὲ καλῶς γεωργεῖ, οὐκ ἔστι τῶν πατέρων μόχθος· ἀλλὰ μόχθος ἐστὶν ἀφ᾿ ὡν τὰ πρωτότοκα ἀναφέρεται ἐπὶ τοῦ θυσιαστηρίου τοῦ θεοῦ. »τοὺς υἱοὺς αὐτῶν καὶ τὰς αὐτῶν« λέγουσιν οὑτοι. τίνων »αὐτῶν« ἢ »τῶν πατέρων« οἱ υἱοὶ ἀναλίσκονται ὑπὸ τῆς αἰσχύνης αὐτῶν καὶ αἱ πολλάκις εἴπομεν τὰ τῆς ψυχῆς γεννήματα, ὅτι τὰ νοήματα μέν εἰσιν υἱοί, τὰ δὲ ἔργα καὶ αἱ πράξεις αἱ διὰ τοῦ σώματος θυγατέρες. ἐπεὶ οὖν ἐστί τινα νοήματα μοχθηρά, ὁποῖα ἐνόησαν οἱ ἀπὸ τῶν ἐθνῶν, ἔστιν δὲ καὶ ἔργα μοχθηρά, διὰ τοῦτο υἱοὶ καὶ θυγατέρες ἀναλίσκονται ὑπὸ τῶν πεποιηκότων, ἐὰν αἰσχύνη αὐτοῖς ἐγγένηται περὶ τῶν ἡμαρτημένων. ἡμᾶς δὲ μὴ εἴη ποιεῖν υἱοὺς καὶ θυγατέρας ἀναλώσεως τῆς ἀπὸ τῆς αἰσχύνης.

Μετὰ ταῦτα λέγουσιν οὗτοι οἱ ἐξομολογούμενοι τὸ »ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν«· καὶ μετὰ τοῦτό φασιν· »καὶ ἐπεκάλυψεν« φησὶν »ἡμᾶς ἡ ἀτιμία ἡμῶν«. περὶ τοῦ καλύμματος πολλάκις ἡμῖν εἴρηται τοῦ ἐπικειμένου τῷ προσώπῳ τῶν μὴ ἐπιστρεφόντων πρὸς κύριον. δι᾿ ὃ κάλυμμα Πὰν ἀναγινώσκηται Μωσῆς«, ὁ ἁμαρτωλὸς οὐ νοεῖ αὐτόν· »κάλυμμα« γὰρ »εἰς τὴν καρδίαν αὐτοῦ κεῖται«. δι᾿ κάλυμμα, ἐὰν ἀναγινώσκηται ἡ παλαιὰ διαθήκη, οὐ συνήσει ὁ ἀκούων. δι᾿ ὃ κάλυμμα καὶ τὸ εὐαγγέλιον τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον ἐλέγομεν τοίνυν περὶ τοῦ καλύμματος ὅτι ἡ αἰσχύνη ἐστὶ τὸ κάλυμμα. ὅσον γὰρ ἔχομεν »τὰ ἔργα τῆς αἰσχύνης», δῆλον ὅτι ἔχομεν τὸ κάλυμμα κατὰ τὸ εἰρημένον που ἐν τεσσαρακοστῷ καὶ τρίτῳ Ψαλμῷ· »καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με«. παρεθέμην ὅτι ὁ μὴ ἔχων αἰσχύνης ἔργα οὐκ ἔχει κάλυμμα· ὁποῖος ἠν ὁ Παῦλος [*](5 Gen. 4. 4? Num. 18, 17. Deut. 15, 19? — 17 Vgl. in Job. Tom. 20, 32 (Br 2. 83, 16 f.). — 18 Vgl. de princ. 1, 2 (Lo 21, 29): Donec enim quis non se converterit ad intelligentiam spiritualem, est positum velamen super cor ejus . . . . Si autem eonvertamus nos ad Dominum, ubi est et verbum Dei, et ubi Spiritus sanctus revelat scientiam spiritualem: tunc auferetur velamen, et tunc revelata facie in Scripturis sanctis gloriam Domini speculabimur, u. ö. — 19 Vgl. II Kor. 3, 16. 15. — 20f. Vgl. II Kor. 3, 15. — 23 II Kor. 4, 3. — 25 Vgl. II Kor. 4, 2 (cod. K). — 27 Psal. 43, 16.) [*](1 ἔστι τι C έ)στιν S | 2 ἢ GbCo ἡ S | γεωργοῦν Gh | 5 μόχθος2] μόσχος C | 7 τίνων αὐτῶν ἢ Co τινῶν αὐτῶν ἡ S τίνων αὐτῶν οἱ V | 8 ὑπὸ Gh ἀπὸ S | 14 ἡμᾶς δὲ μὴ εἴη ποιεῖν Gh (nacb C: ἡμῖν δὲ μὴ γένοιντο) ἡμᾶς δὲ ἀπείη ποιεῖν Co | 18 φησὶν] vgl. S. 38, 6 | 18—S. 38, 12 Hierzu Fragm. 12 in C: Τίνας — ῥηθέν 20 ἀναγινώσκεται S* ἀναγινώσκηται S1 | 21 κεῖται VCo | 22 συνήσει Lo συνίσει S | 26 μ΄ καὶ γ΄ S.)

38
λέγων· »ἠμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα«. Παῦλος οὐν ἀνακεκαλυμμένον ἔχει τὸ πρόσωπον· οὐ γὰρ ἔχει αἰσχύνης ἔργα. ὁ μὴ ὡς Παῦλος ὢν κεκαλυμμένον ἔχει τὸ πρόσωπον. ὡς οὖν ἐκεῖ »ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με« εἴρηται έν τεσσαρακοστῷ καὶ τρίτῳ ψαλμῷ, τὸν αὐτὸν τρόπον εἴρηται ἐνθάδε· »ἐκάλυψεν »φησὶν« ἡμᾶς ἡ ἀτιμία ἡμῶν( ὅσον ἀτιμίας ἔργα ἐργαζόμεθα, κάλυμμα ἔχομεν ἐπὶ τὴν καρδίαν ἡμῶν κείμενον. εἰ θέλομεν τὸ κάλυμμα τὸ ἀπὸ τῆς ἀτιμίας ἀποθέσθαι, ἐπὶ τὰ τῆς τιμῆς ἔργα καταντήσωμεν καὶ νοήσωμεν ἐκεῖνο τὸ ὐπὸ τοῦ σωτῆρος εἰρημένον· »ἵνα πάντες τιμῶσι τὸν τὸν καθὼς τιμῶσι τὸν πατέρα«, νοήσωμεν καὶ τὸ παρά τῷ ἀποστόλῳ εἰρημένον· »διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις. ὁ δίκαιος ὡς τιμᾷ τὸν πατέρα τιμᾷ τὸν υἱόν<. ἡ ἀτιμία, ὅταν ἀτιμάζω τὸν υἱόν (αὐτὴ καθ᾿ ἣν ἀτιμάζω τὸν πατέρα ἢ τὸν υἱόν), ἐπικάλυμμα γίνεται τοῦ προσώπου μου, καὶ λέγω· »καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία«. διὰ τοῦτο νοήσαντες τὸ κάλυμμα τὸ ἐπικείμενον ἀπὸ τῶν τῆς αἰσχύνης ἔργων, ἀπὸ τῶν τῆς πράξεων, περιελώμεθα περιελώμεθα τὸ κάλυμμα. ἐφ᾿ ἡμῖν ἐστιν περιαιρεθῆναι τὸ κάλυμμα, οὐδενὸς ἄλλου ἐστίν. <ἡνίκα> γὰρ <ἐπέστρεφεν πρὸς κύριον Μωσῆς, περιῃρεῖτο τὸ κάλυμμα>. ὁρᾷς ὡς Μωσῆς ποτε λαμβάνεται καὶ ἐπὶ τοῦ λαοῦ; ὅσον οὐκ ἐπέστρεφεν πρὸς κύριον σύμβολον ὢν τοῦ λαοῦ τοῦ μὴ ἐπιστρέφοντος πρὸς κύριον, κάλυμμα εἶχεν ἐπικείμενον αὐτοῦ τῷ προσώπῳ· ὅτε δὲ ἐπέστρεφεν πρὸς κύριον σύμβολον γινόμενος τῶν ἐπιστρεφόντων πρὸς κύριον, τότε »περιῃρεῖτο τὸ κάλυμμα«. καὶ οὐχ οἷον ὁ θεὸς αὐτῷ ἐκέλευεν· περίθου τὸ κάλυμμα (οὐ γὰρ εἶπεν ὁ κύριος πρὸς Μωσῆν· περίθου τὸ κάλυμμα), ἀλλ᾿ ἰδὼν Μωσῆς, ὅτι οὐ δύναται ὁ λαὸς ἰδεῖν τὴν δόξαν αὐτοῦ, τότε ἐπετίθει »τὸ κάλυμμα ἐπὶ τὸ πρόσωπον«, καὶ οὐ περιέμενεν θεὸν λέγοντα· περιελοῦ τὸ κάλυμμα, <ἡνίκα ἂν ἐπέστρεφεν πρὸς κύριον>.

Τοῦτο οὖν γέγραπται, ἵνα καὶ σύ, τὸ κάλυμμα ἐπιτιθείς σου τῷ προσώπῳ διὰ τῶν τῆς ἀτιμίας καὶ τῶν τῆς αἰσχύνης ἔργων, αὐτὸς ἐργάσῃ καὶ τὸ περιαιρεθῆναι τὸ κάλυμμα. ἐὰν ἐπιστρέψῃς πρὸς κύριον, τότε περιαιρεῖς τὸ κάλυμμα, καὶ οὐκέτι ἐρεῖς τὸ »ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν«. οἷον ὀργὴ ἐπικειμένη τῇ ψυχῇ ἡμῶν κατά [*](1 II Kor. 3, 18. — 4 Psal. 43, 16. — 10 Joh. 5, 23. — 11 Röm. 2, 23. — 12 Vgl. Joh. 5, 23. — 18. 24. 26. 27 Vgl. Exod. 34. 35 u. II Kor. 3, 16. — 28ff. Vgl. II Kor. 3, 16.) [*](3 ὢν κεκαλυμμένον] ἀνακεκαλυμμένον S | 5 μ΄ καὶ γ΄ S | 13 αὐτὴ V Co αὐτῆ S | 14 ἠ τὸν υἱόν streicht Co | 22 αὑτου Gh | 24 οὐχ οἷον] οὐχὶ Gh | 25 περίθου1 S1 περιθοῦ S* | 32 περιαιρεθῆναι V περιερρηθῆναι S.)

39
τινος ἐπίκειται κάλυμμα ἡμῶν ἐπὶ τὸ πρόσωπον. διὰ τοῦτο εἰ θέλομεν προσευχόμενοι εἰπεῖν· »ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε«, περιαιρῶμεν τὸ κάλυμμα καὶ ποιήσωμεν τὸ ἀποστολικὸν ἐκεῖνο τὸ »βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν«. ἐὰν περιέλωμεν τὴν ὀργήν, περιείλομεν τὸ κάλυμμα, ἐὰν τὰ πάθη πάντα. ὅσον δὲ ταῦτά ἐστιν ἐν τῷ νῷ ἡμῶν, ἐν τῷ λογισμῷ ἡμῶν, ἐπίκειται τῷ ἔνδον προσώπῶ, τῷ ἡγεμονικῷ ἡμῶν, τὸ κάλυμμα καὶ ἡ ἀτιμία, τοῦ μὴ βλέπειν ἡμᾶς τὴν δόξαν τοῦ θεοῦ λάμπουσαν. οὐκ ἔστιν ὁ θεὸς ὁ ἀποκρύπτων αὑτοῦ τὴν δόξαν ἀφ᾿ ἡμῶν, ἀλλ᾿ ἡμεῖς τὸ κάλυμμα ἀπὸ τῆς κακίας ἐπιτιθέντες τῷ ἡγεμονικῷ.

»Διότι ἐναντίον τοῦ θεοῦ ἠμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν«. εἴθε καὶ ἡμεῖς λέγωμεν, ὡς οὗτοι κατὰ τὴν προσωποποιίαν τοῦ προφήτου. ἡμάρτομεν. οὐ ταὐτόν ἐστιν τὸ »ἡμάρτομεν« τῷ ἁμαρτάνομεν· ὁ μὲν γὰρ ἔτι ἐν ἁμαρτίᾳ ὢν μὴ λεγέτωἡμάρτομεν, ὁ δὲ προαμαρτήσας, ἀκριβῶς δὲ μετανοήσας λεγέτω ἡμάρτομεν, ὡς καὶ ἐν τῷ Δανιὴλ γέγραπται ἐξομολόγησις τῶν μηκέτι ἁμαρτανόντων λεγόντων· »ἡμάρτομεν, ἠνομήσαμεν«, καὶ ἐν Ψαλμοῖς· »μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων« φησὶν ὁ προφήτης. καὶ ἡμεῖς οὖν ἐξομολογησώμεθα τὰς ἁμαρτίας, εἴθε μὴ χθιζάς, εἴθε μὴ τριθημερινάς, ἀλλ᾿ εἴθε ἐξομολογούμενοι ἐξομολογησώμεθα περὶ ἁμαρτημάτων πρὸ πεντεκαίδεκα ἐτῶν γεγνημένων, τῷ μηκέτι ἁμαρτίαν ἔχειν μετ᾿ ἐκεῖνα ἐπὶ πεντεκαίδεκα ἔτη. εἰ δὲ χθὲς ἡμάρτομεν, οὔπω ἀξιόπιστοί ἐσμεν ἐξομολογούμενοι περὶ τῶν ἁμαρτημάτων ἡμῶν· οὐδὲ χώραν ἔχει ἀπαλειφθῆναι τὰ ἁμαρτήματα ἡμῶν ταῦτα. »διότι ἡμάρρας ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἔως τῆς ἡμέρας ταύτης«. ἐκεῖνα μὲν ἄλλως λελέχθω εἰς διδασκαλίαν τὴν περὶ τρόπου ἀρίστου ἐξομολογήσεως· ταῦτα δέ ἐστιν κατηγορία τοῦ ἐκ πολλοῦ ἁμαρτάνειν. »ἀπὸ νεότητος« φησὶν »ἕως τῆς ἡμέρας ταύτης, καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν«· ἡμάρτομεν, καὶ οὐχ ὑπηκούσαμεν ἕως τοῦ παρόντος. εἶτα ἐπιστρέφαντες καὶ ἀρχὴν ἔχοντες ἐπιστροφῆς λέγουσιν τὸ >ἡμάρτομεν, καὶ οὐχ ὑπηκούσαμεν<. οὐδὲ γὰρ ἅμα τῷ θέλειν ὑπακοῦσαι ἤδη εὐθέως ὑπακούομεν· καὶ γὰρ ἔτι χρόνου δεῖ, ὥσπερ ἐπὶ τῶν τραυμάτων πρὸς τὴν ἴασιν, [*](2 Psal. 4, 7. — 4 I Tim. 2, 8. — 18 Dam. 9, 5 Θ΄. — 19 Psal. 78, 8.) [*](5 χείρας V Co χώρας S | 6 περιείλομεν] περιείλωμεν S; der Satz scheint lücken- haft | 8 τῷ Blass Koetschau | 10 αὑτοῦ Diels αὐτοῦ S | 12 ἡμάρτομεν Gh Co ἡμάρτωμεν S | 13|14 προσωποποιείαν S | 20 τριθημερινάς Blass | 23 οὔπω Gh Co οὕπω S οὕτω V | 25 ἀπαλειφθῆναι Gh vgl. Index | 34 ἔτι χρόνου] επιχρόνον S.)

40
οὕτως καὶ ἐπὶ τῆς ἐπιστροφῆς, πρὸς τὸ τελείως καὶ καθαρῶς ἐπιστρέψαι πρὸς τὸν θεόν.

Ἐπὶ τούτοις περὶ τοῦ Ἰσραὴλ λέγει ὁ θεός· »ἐὰν ἐπιστραφῇ Ἰσραὴλ πρός με, λέγει κύριος, καὶ ἐπιστραφήσεται«· τουτέστιν, ἐὰν τελείως ἐπιστρέψῃ, καὶ ἐπιστραφήσεται ἐπιστροφῇ, οὐκ ἐὰν οἱονεὶ ἄρξηται ἐπιστρέφειν. εἶτά φησι· »καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀπὸ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῃ· ζῇ κύριος ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη«. ἐὰν τάδε ποιήσωσιν, »εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη«. τίνα δὲ τάδε ποιήσωσιν, ἵνα εὐλογήσωσιν ἐν αὐτῷ ἔθνη; »ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ«. τί δὲ τὸ περιελεῖν τὰ βδελύγματα ἐκ τοῦ στόματος< ὅσα κακῶς λέγομεν, βδελύγματά εἰσιν ἐν τῷ στόματι ἡμῶν. περιέλωμεν τοίνυν τὰ βδελύγματα ἐκ τοῦ στόματος, ἡμῶν, περιαιροῦντες καταλαλιάς, λόγους ματαίους, ἀργοὺς λόγους καὶ μέλλοντας ἡμᾶς ποιεῖν ἐγκαλεῖσθαι »ἐν ἡμέρᾳ κρίσεως· ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ«. εἴπερ οὖν θέλομεν ἀπαντῆσαι ἡμῖν τὸ »καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ἱερουσαλήμ«, ποιήσωμεν τὰ ἀπ᾿ ἀρχῆς εἰρημένα. ποῖον δὲ πρῶτον; περι- ελεῖν »τὰ βδελύγματα ἐκ τοῦ στόματος« ἡμῶν. ἑξῆς ἐστιν καὶ τὸ »ἀπὸ τοῦπροσώπου μου εὐλαβηθήσῃ«. δεύτερον τοῦτο ποιήσωμεν, οὐχ ἁπλῶς, ἵνα εὐλαβθῶμεν· τάχα γάρ ἐστιν εὐλάβεια γινομένη, οὐκ ἀπὸ προσώπου δὲ τοῦ θεοῦ. οἱ γοῦν οὐκ ἐπιστημόνως φοβούμενοι, προτιθέμενοι δὲ φοβεῖσθαι, οὐκ ἀπὸ προσώπου τοῦ θεοῦ εὐλαβοῦνται· ὅσοι δὲ μετ᾿ ἐπιστήμης εὐλαβοῦνται, τῷ ἀεὶ βλέπειν καὶ ἀναζωγραφεῖν ἑαυτοῖς τὸ >πρόσωπον τοῦ θεοῦ γινόμενον ἐπὶ τοὺς ποιοῦντας τὰ κακά, τοῦ ἐξολοθρευθῆναι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν<, οὗτοί εἰσιν οἱ ἀπὸ προσώπου τοῦ θεοῦ εὐλαβούμενοι.

»Ἐὰν περιέλῃ τὰ βδελύγματα<αὐτοῦ>ἀπὸ τοῦ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῃ· ζῇ κύριος ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ«. ἴδωμεν ἡμεῖς ἑαυτοὺς οἱ ὀμνύοντες, τίνα τρόπον οὐκ ἐν κρίσει ὀμνύομεν ἀλλ᾿ ἀκρίτω, ὥστε γενέσθαι ἡμῶν τοὺς ὅρκους ἔθει μᾶλλον ἢ κρίσει. συναρπαζόμεθα γοῦν, καὶ τοῦτο ἐλέγχων ὁ λόγος φησίν· »καὶ ἐὰν ὀμόσῃ· ζῇ κύριος ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ«. οἴδαμεν ἐν τῷ εὐαγγε- [*](4ff. Vgl. Olymp. (Gh I, 338): ἐὰν ἐπὶ ὅλης καρδίας μετανοήσῃ. — 14 Vgl. I Petr. 2, 1. — 15 Matth. 12, 36. 37. — 26 Vgl. psal. 33, 17.) [*](4 ἐὰν Co | 5 οὐκ ἐὰν Blass | 9 εὐλογήσουσιν Hu | 21—27 Hierzu Fragm. 13 in C: Καλῶς—αὐτῶν | 26 πρόσωπρον S | 29 αὐτοῦ1 Co | 31 ἴδωμεν] οἶδα μὲν [sic] Hu| 35—S. 41, 19 Hierzu Fragm. 14 in C: Πῶς—ἔθνη.)

41
λίῳ εἰρημένον ὑπὸ τοῦ κυρίου πρὸς τοὺς μαθητάς· »ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως«, ἴδωμεν δὲ καὶ τοῦτο τὸ ῥητόν· καὶ ἐὰν διδῷ θεός, συνεξετασθήσεται τὰ ἀμφότερα. τάχα γὰρ πρῶτον δεῖ ὀμόσαι »ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιρσύνῃ«, ἵνα μετὰ τοῦτο προκόψας τις ἄξιος γένηται τοῦ μὴ ὀμνύειν ὅλως, ἀλλ᾿ ἔχειν »ναὶ« μὴ δεόμενον μαρτύρων τοῦ εἶναι τοῦτο, καὶ ἔχειν αὐτὸν »οὒ« μὴ δεόμενον μαρτύρων τοῦ εἶναι αὐτὸ ἀληθῶς »οὔ«. »καὶ ὀμόσῃ« οὖν »ζῇ κύριος ἐν ἀληθίᾳ«. ἐν τῷ ὀμνύοντι πρῶτον ζητῶ τὸ μὴ ψεῦδος, ἀλλὰ τὸ ἀληθές, ἵνα μετὰ ἀληθείας ὀμόσῃ· ἡμεῖς δὲ οἱ τάλανες καὶ ἐπιορκοῦμεν. ἀλλ᾿ ἔστω »μετὰ ἀληθείας« οὐδὲ οὕτως καλῶς ὅρκος γίνεται, ἀλλ᾿ »ἐν κρίσει«. δεδόσθω γάρ, ἔθει ὀμνύω· οὐκ ὀμνύω »ἐν κρίσει«. εἰ δέοι παραλαμβάνειν εἰς, τὸν τοιοῦτον ὅρκον τὸν θεὸν τὸν τοῦ παντός, καὶ τὸν Χριστὸν αὐτοῦ ἐπὶ τόδε τὸ πρᾶγμα, πηλίκον δεῖ εἶναι τὸ πρᾶγμα, ἵνα γόνατα θῶ καὶ ὀμόσω; πρὸς τὴν ἀπιστίαν γενομένην ἔν τισιν περὶ τοῦ λόγου μου θεραπεύων τοῦτο ποιήσαιμί ποτε, εἰ δὲ ὡς ἔτυχεν, εἰ οὕτως ὀμνύοιμι, ἁμάρτοιμι ἄν.

»Ἐὰν« οὖν »ὀμόσῃ· ζῇ κύριος μετὰ ἀληθείας καὶ ἐν κρίσει« μὴ ἀκρίτως »καὶ ἐν δικαιοσύνῃ« μὴ ἀδίκως, »καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη«. ἥνωσεν ἀμφότερα, τοὺς ἀπὸ τῶν ἐθνῶν καὶ τὸν Ἰσραήλ. εἶπεν περὶ τῶν ἐθνῶν, εἶπεν καὶ περὶ τοῦ Ἰσραήλ.