In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ἵνα δὲ κατὰ τὸ ἁπλούστερον παράδειγμα λεχθῇ δυνάμενον προσαγαγεῖν ὑμᾶς τῷ ἰδεῖν »τὴν ἀκροβυστίαν τῆς καρδίας«, παραθήσομαι ὅτι κατὰ τὴν πρώτην ἡλικίαν ψευδοδοξίαι πάντως γίνονται ἐν τῇ ψυχῇ· οὐ γὰρ οἶόν τέ ἐστιν ἀρχῆθεν ἀληθῆ δόγματα καὶ λαβεῖν τὸν ἄνθρωπον. προενοήσατο δὲ ὁ θεῖος λόγος ἱστορίας καὶ γραφῆς τῆς κατὰ τὸ ῥητόν, ἵνα θρέψῃ τὸν κατὰ σάρκα γεγεννημένον τῷ Ἀβραὰμ ἐν τοῖς κατὰ σάρκα πρῶτον λόγοις καὶ γένηται πρῶτος x003E; ἐκ τῆς x003C;, εἰς τὸ δυνηθῆναι μετὰ τοῦτον γεννηθῆναι τὸν x003E; ἐλευθέρας καὶ τὸν διὰ τῆς ἐπαγγελίας τοῦτο διὰ τί παρελήφθη , δύναται νοεῖσθαι ἡ ἀκροβυστία τῆς καρδίας προγινομένη τῆς περιτομῆς. χρεία οὖν ἡμῖν τὸν λόγον παραλαβεῖν τὸν καθαίροντα τὰ δόγματα καὶ περιαιροῦντα πάντα τὰ γενόμενα κατὰ ψευδοδοξίαν ἐν ἡμῖν. τοῦτο οὖν έστιν τὸ ἀποθέσθαι τὴν ἀκροβυστίαν τῆς καρδίας ἡμῶν· εἰ γὰρ καρδία ἐστὶν ἔχουσα καθ' ἡμᾶς τὸ ἡγεμονικόν, ἔνθα ἐστὶν τὰ νοήματα, ὅθεν οἱ >διαλογισμοὶ ἐξέρχονται οἱ x003C;, ὁ περιαιρούμενος τοὺς διαλογισμοὺς [*](12 Eph. 2, 3. — 13 Vgl. Phil. 3, 21. — 14 Hiob 14, 4. 5. Vgl. zur Form des Citats in Matth. Tom. 15, 23 (Lo 5, 375): κατὰ μὲν τὴν γένεσιν οὐδείς ἐστι καθαρὸς ἀπὸ ῥύπου, οὐδ' εἰ μία μέρα εἴη ἡ ζ(οὴ αὐτοῦ, Clem. Rom. ad Cor. Ι, 17, 4, Clem. Alex. Strom. III, 17, 100. — 22 ff. Vgl. Gal. 4, 23. — SOIVgl. in Joh. Tom. 2, 35 (Br I, 104, 1 ff.): διὰ τὸ ἐν μέσῳ τοῦ παντὸς εἶναι σώματος τὴν καρδίαν, ἐν δὲ τι] καρδίᾳ τὸ ἡγεμονικόν, u. ö. — 31 Vgl. Matth. 15, 10. — 32 Vgl. Hier. Comm. 805.) [*](3 περιABBREVτμήθητε S | 5 οὐκοῦν Co οὐκ ἀν S | της S* τις Scorr. | ἀκροβυστίας S* ἀκροβυστία Scorr. | 11 περιτέτμηται S | 14 εἰ V Co ἡ S | ἡμέρα] ἡ über εἰ S | 20 καὶ Gh | 30 εἰ] ἡ V.)

45
τοὺς πονηροὺς »τὴν ἀκροβυστίαν τῆς καρδίας« περιαιρεῖται, ὁ ἀποτιθέμενος τὴν ψευδοδοξίαν περιτέτμηται »τὴν ἀκροβυστίαν τῆς καρδίας« αὐτοῦ καὶ γίνεται ἀνὴρ Ἰούδα καὶ κατοικῶν Ἱερουσαλήμ<, περιτεμνόμενος. ἐὰν δέ τις μὴ ἀποθῆται »τὴν ἀκροβυστίαν τῆς καρδίας« αὐτοῦ, ἴδωμεν τί ἀπειλεῖ αὐτῷ ὁ λόγος· »μή πως ἐξέλθῃ« φησὶν »ὡς πῦρ ὁ θυμός μου καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων«. ἐξέρχεται οὖν ὡς πῦρ ὁ θυμὸς τοῦ κυρίου ἐπὶ τοὺς μὴ περιτμηθέντας τῷ θεῷ, ἐπὶ τοὺς μὴ ἀποθεμένους »τὴν ἀκροβυστίαν τῆς καρδίας« αὐτῶν, »καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων« αὐτῶν. τὸ πῦρ ἐκεῖνο ὕλην ἔχει τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων ἡμῶν. ὅπου οὐκ ἔνι πονηρία ἐπιτηδευμάτων, οὐκ ἔχει τὸ πῦρ ὅπου νεμηθῇ. ὅτι δὲ ἡ ὕλη ἐκείνου τοῦ πυρὸς ἧ πονηρία ἐστὶν τῶν ἐπιτηδευμάτων, ἄκουε τοῦ προφήτου λέγοντος· »καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν«.

»Ἀναγγείλατε ἐν τῷ Ἰούδᾳ, καὶ ἐν Ἱερουσαλὴμ όκουσθήτω· εἴπατε, ἀναγγείλατε,] σημάνατε σάλπιγγι ἐπὶ τῆς γῆς, καὶ κράξατε μέγα«. ταῦτα, φησίν, τὰ ἀπαγγελλόμενα εἴπατε ἐν τῷ < τοῖς ἀπὸ τῆς φυλῆς τοῦ Ἰούδα τοῦ Χριστοῦ· »πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ σωτὴρ ἡμῶν«.

»σημάνατε σάλπιγγι ἐπὶ τῆς γῆς«. ὁ λόγος ὁ ὑψηλός, ὁ διεγείρων τὸν ἀκροατήν, ὁ παρασκευάζων αὐτὸν εἰς τὸν < τὸν κατὰ τῶν παθῶν, εἰς τὸν >τὸν κατὰ τῶν ἐνεργειῶν τῶν ἀντικειμένων, ὁ παρασκευάζων αὐτὸν εἰς τὰς ἑορτὰς τὰς οὐρανίους εἰς ἀμφότερα γὰρ ταῦτα λέγεται) παραλαμβάνεται σάλπιγξ. ἐν τοῖς Ἀριθμοῖς ὁ τοιοῦτος λόγος σάλ- πιγξ ἐστίν· οἷον ἐμοὶ κελεύει ὁ λόγος καὶ εἴ τινι ἄλλῳ δέδοται δὲ τῷ βουλομένῳ καὶ ζητήσαντι τὸν νοῦν τῶν γραφῶν) κελεύει ποιῆσαι »σάλπιγγας ἀργυρᾶς ἐλατάς«. οὕτω φησὶν ὁ λόγος· »σημάνατε σάλπιγγι ἐπὶ τῆς γῆς, καὶ κεκράξατε μέγα· εἴπατε· συνάχθητε καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις«. εἰς ἀτείχιστον πόλιν οὐ βούλεται ἡμᾶς εἰσελθεῖν ὁ λόγος τοῦ θεοῦ, ἀλλ’ εἰς ἡ ἐκκλησία τοῦ ζῶντος < τετειχισμένη ὑπὸ τῆς < τοῦ λόγου οὗτος [*](19 Hebr. 7, 14. — 22 Vgl. Num. 10, 9. — Vgl. Philo de sept. IT, 296 Μ — 23 Eph. 3, 7? — 25 Vgl. Num. 10, 10. — 28 Vgl. Num. 10, 2. — 30 Vgl. Prov. 20, 28? — 31 Vgl. I Tim. 3, 15.) [*](3 κατοικῶν ἐν Ἱερουσαλὴμ καθαρὸς περιτετμημένος C | 5 ἴδωμεν] δ über ει S | μή πως] μὴ LXX, vgl. μήποτε L XX Luc. | 15 ὑμῶν Co ἡμῶν S | 17 ἀναγγείλατε] < LXX | κεκράξατε] vgl. Ζ. 29 | 26 ἄλλῳ] + δέδοται Blass | 30 — S. 46, 10 Hierzu Fragm. 17 in C: Εἰς — ἁλίσκεται.)

46
γάρ ἐστιν τὸ τεῖχος) † ἐν τῷ ἑπτακαιδεκάτῳ κεῖται Ψαλμῷ, ὅτι καὶ τεῖχός ἐστιν ὁ θεός.

»Ἀναλαβόντες φεύγετε εἰς Σιών«· ὅσοι ἐστὲ ἔξω τῆς Σιών, »ἀναλαβόντες φεύγετε εἰς Σιών· σπεύσατε, μὴ στῆτε«, οἱ ἐν τῇ προκοπῇ σπεύσατε ἐπὶ τὸ Σκοπευτήριον, »ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρᾶ καὶ συντριβὴν μεγάλην«· τῶν ἐπαγομένων κακῶν »ἀπὸ βορρᾶ«, βορρᾶ τοῦ ἀντικειμένου, ὡς πολλάκις λέλεκται, ὃς ἐὰν εὑρεθῇ μὴ σπεύσας μηδὲ εἰσελθὼν » εἰς τὰς πόλεις τὰς τειχήρεις«, μὴ γενόμενος ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ«, ἀλλ᾿ ἔξω ἑστηκώς, αὐτὸς ὑπὸ τῶν πολεμίων καταληφθεὶς ἀναιρεθήσεται. τίς δέ ἐστιν ὁ πολέμιος; ἴδωμεν ἐκ τῶν ἑξῆς τίνα τρόπον λέγεται· »ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρεν«. οὑτός ἐστιν ὁ πολέμιος, ὃν δεῖ ἡμᾶς φυγεῖν. λέων ἡμᾶς καταδιώκει. τίς οὑτος; Πέτρος Πέτρος διδάσκει λέγων· »ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει«· καὶ κατὰ τὸν ἔνατον Ψαλμὸν »ἐνεδρεύει ἐν ἀποκρύφῳ, ἐνεδρεύει ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ«. καὶ ἐνεδρεύει οὑτος ὁ λέων οὐχ ἡμέρας, ἀλλ’ ἐπὰν γένηται νύξ· κατὰ γὰρ τὸν ἑκατοστὸν τρίτον Ψαλμόν· »ἒθου σκότος καὶ ἐγένετο νύξ. έν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ, σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς«.

»Ἀνέβη« οὖν λέων ἐκ τῆς μάνδρας αὐτοῦ«. ποῦ; πότε; κάτω ἐστὶν πεσών, εἰς τὰ κατώτατα τῆς γῆς κατελήλυθεν. »ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ«. ἄνθρωπος εἶ, ἀνωτέρω εἶ τοῦ διαβόλου· κρείττων γὰρ εἶ αὐτοῦ, ὁποῖος ἐὰν ᾖς· ἐκεῖνος διὰ τὴν κακίαν κάτω ἐστίν. »ἀνέβη« οὖν »λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρεν«· ἀναβὰς »ἐκ τῆς μάνδρας αὐτοῦ«, τόπου τοῦ οἰκείου τῇ κολάσει ἑαυτοῦ, »ἐξολοθρεύων ἔθνη ἐξῆρεν· ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ τοῦ θεῖναι τὴν γῆν σου εἰς ἐρήμωσιν( βούλεται [*](1 Vgl. Psal. 17, 30? Zach. 2, 5? — 5 Vgl. Onom. sacra I, 198, 63: Σιὼν σκοπευτήριον ἢ διψῶσα ἢ ἐντολὴ σκοπίας, u. ö. — 9 Vgl. II Thess. 1, 4. — 10 ff. Vgl. Hier. Comm. 865. — 12 ff. Vgl. Olymp. (Gh I, 360): τροπικῶς τὸν διάβολον. — 14 Ι Petr. 5, 8. 9. — 16 Psal. 9, 30. — 18 Psal. 103, 20. 21. — 23 Vgl. Eph. 4, 9?) [*](1 τεῖχος] + ὡς ? aber auch damit äre nicht alles in Ordnung. Psal. 17, 30 καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος kann kaum gemeint sein, da dieses τεῖχος sonst von Origenes auf die ἁμαρτία gedeutet wird (Sei. in Psal. 17, 30 Sel. in Thren. 3, 43). Oder ἐν — θεός ist Glosse eines Mannes, der Psal. 17,30.31 las: καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι. Τεῖχος ὁ θεός μου κτλ. (Riedel) | ιζ΄ S | 6 τῶν] l. τούτων ? | 8 τειχήρεις VCo στειχήρεις S | 10–23 Hierzu Fragm. 18 in C: —γῆς | 16 θ΄ S | 18 ργ΄ S | 22 πότε] πόθεν? Blass | 25 κρεῖττον S* κρείττων Scorr. | 29 τοῦ] vgl. S. 47, 2.)

47
σου εἰς τὴν γῆν, περὶ ἡς πρὸ βραχέως ἐλέγομεν. ἕκαστον ἡμῶν βούλεται νεμηθῆναι. ἔρχεται οὐν »τοῦ θεῖναι τὴν γῆν σου εἰς ἵνα καταπατήσῃ τὰ σπέρματα ὁ λέων , ἵνα ποιήσῃ ἔρημόν σου τὴν γῆν. »καὶ πόλεις σου καθαιρεθήσονται παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς. ἐπὶ τούτοις περιζώσασθε σάκκους«. ἐπεὶ οὖν ἀνέβη λέων καὶ ἀπειλεῖ σοι λέων καὶ βούλεταί σου ἀφανίσαι τὴν γῆν, περίζωσαι σάκκον, κλαῖε καὶ πένθει, διὰ τῶν εὐχῶν παρακάλει τὸν θεόν, ἵνα τοῦτον τὸν λέοντα ἐξολοθρεύσῃ ἀπὸ σοῦ καὶ μὴ ἐμπέσῃς αὐτοῦ εἰς τὸ στόμα. »ὃν πρόπον« γὰρ »ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου«· οὗτος ὁ λέων ζητεῖ τῶν ὤτων σε λαβεῖν, ἴνα διὰ τῆς λιχνείας σου λόγους ψευδεῖς σοι παραβαλὼν ἐκστήσῃ σε ἀπὸ τῆς ἀληθείας, βούλεταί σου ἀπὸ τῆς ἀληθείας ἁρπάσαι τοὺς πόδας καὶ καταφαγεῖν. ἀλλὰ σὺ περίζωσαι σάκκους καὶ κόπτου καὶ κλαῖε καὶ ἀλάλαζε βλέπων τὸν πολέμιον τὸν ἐνεστηκότα, ἵνα ἀποστραφῇ »θυμὸς ὀργῆς κυρίου« ἀπὸ σοῦ, καὶ ἀποστραφέντος τοῦ θυμοῦ δυνηθῇς ἐν ἀμεριμνίᾳ γενόμενος, μηκέτι τοῦ λέοντος ὑπεισερχομένου σοι, τῷ σε εἰσεληλυθέναι εἰς τὴν τειχήρη πόλιν, δοξάζειν τὸν ῥυόμενόν σε θεὸν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.