In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

ὅτι γὰρ τοιαῦτα καὶ τὰ καθ’ ἡμᾶς ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου ἔσται, δῆλον ἀπὸ τῶν ἐν τῷ εὐαγγελίῳ ὑπὸ τοῦ σωτῆρος εἰρημένων, ἐν οἷς φησιν· »διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται« καί· >ποιήσει σημεῖα καὶ τέρατα ὁ ὥστε ἀποπλανᾶσθαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς ἔσται τὰ καθ’ ἡμᾶς ὥστε τὸν σωτῆρα λέγειν περὶ τῆς ἑαυτοῦ ἐπιδημίας, ὡς ἐκ τῶν τοσούτων ἐκκλησιῶν πιστοῦ ταχέως μὴ εὑρισκομένου· »πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς«; καὶ ἀληθῶς ἐὰν κρίνωμεν τὰ πράγματα ἀλθείᾳ καὶ μὴ ὄχλοις, καὶ κρίνωμεν τὰ πράγματα προαιρέσει καὶ μὴ τῷ βλέπειν πολλοὺς συναγομένους, ὀψόμεθα νῦν ὡς οὐκ ἐσμὲν πιστοί. ἀλλὰ τότε ἠσαν πιστοί, ὅτε τὰ μαρτύρια τὰ γενναῖα ἐγίνοντο, ὅτε ἀπὸ τῶν κοιμητηρίων προπέμψαντες τοὺς μάρτυρας ἠρχόμεθα ἐπὶ τὰς συναγωγάς, καὶ ὅλη ἡ ἐκκλησία μὴ θλιβομένη παρεγίνετο, καὶ οἱ κατηχούμενοι ἐπὶ τοῖς μαρτυρίοις κατηχοῦντο καὶ ἐπὶ τοῖς θανάτοις τῶν ὁμολογούντων τὴν ἀλήθειαν »μέχρι θανάτου«, »μὴ πτυρόμενοι« μηδὲ ταρασσόμενοι »ἐπὶ τὸν ζῶντα θεόν«. τότε οἴδαμεν καὶ σημεῖα ἑωρακότας παράδοξα καὶ τεράστια. τότε ἦσαν πιστοὶ ὀλίγοι μὲν πιστοὶ δὲ ἀληθῶς, τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύοντες ὁδὸν τὴν ἀπάγου- [*](3 Vgl. Hom. 9, 1. — 4 Hebr. 7, 14. — 7 Vgl. Mattli. 13, 49? — 9 Matth. 24 12. 13. — 11 Vgl. Matth. 24, 24 Par. — 15 Luk. 18, 8. — 16 ff. Vgl. in Matth. Tom. 17, 24 (Lo 4, 135): καὶ εἴ τίς γε κατανοήσαι τὰ πολυάνθρωπα ἀθροίσματα τῶν, ἵνα ἁπλούστερον ὀνομάσω, ἐκκλησιῶν, καὶ ἐξετάσαι, πόσοι μὲν οἱ βιοῦντες ἐπιεικέστερον . . . . πόσοι δὲ οἰ ῥαθυμότερον πολιτευόμενοι . . . ., ἴδοι ἄν, ὅτι χρήσιμός ἐστιν ἡ λέγουσα τοῦ Σωτῆρος φωνή· πολλοὶ γάρ εἴσι κλητοί, ὀλίγοι δ᾿ ἐκλεκτοί«. — 23 Vgl. Apok. Joh. 2, 10. — Phil. 1, 28. — 24 Act. 14, 15? — 26 Vgl. Matth. 7, 14.) [*](11 ὁ ἐλευσόμενος] in eoelo et in terra H | 13 έ)σται mit Η: futura est ἔστι S | 13/14 περὶ — εὑρισκομένου] qui omnia quae sunt Ventura cognoverat Η | 19 τὰ γενναῖα] so auch S (vgl. TU NF 1, 3, 6 Α 2 10, Α 2) τῇ γενεᾷ Co | 21 μὴ θλιβομένη] lugentium Η | κατηχούμενοι] + in jwima statim fide | 22—24 καὶ Η ganz ungenau w. e. sch.: qiiando mulierculae et infirmior sexiis usqiie ad mortem manebat intrepidus | 24/25 τότε — τεράστια] Tune vere signa de coelo, tunc fiebant portenta de terra H.)

26
σαν »εἰς τὴν ζωήν«. νῦν δὲ ὅτε γεγόναμεν πολλοί, ἐπεὶ οὐ δυνατὸν εἶναι πολλοὺς ἐκλεκτούς (οὐ γὰρ ψεύδεται ὁ εἰπὼν Ἰησοῦς· »πολλοὶ οἱ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί«), ἐκ [γὰρ] τοῦ πλήθους τῶν μένων θεοσέβειαν σφόδρα εἰσὶν ὀλίγοι οἱ καταντῶντες ἐπὶ τὴν ἐκλογὴν τοῦ θεοῦ καὶ τὴν μακαριότητα.

Ἐὰν οὖν λέγῃ ὡς πρῶτον ἐξαπέστειλα διὰ τὰ ἁμαρτήματα τὸν Ἰσραὴλ καὶ ἐξαπέστειλα εἰς μετοικίαν αὐτόν, ὁ δὲ Ἰούδας ἀκούων τὰ γενόμενα τῷ Ἰσραὴλ οὐκ ἐπέστρεψε, λέγει περὶ τῶν ἡμετέρων ἁμαρτημάτων. ὅτι ἀναγινώσκονται τὰ τῷ Ἰσραὴλ συμβεβηκότα καὶ τὰ πταίσματα τὰ περὶ ἐκεῖνον τὸν λαόν, δέον ἡμᾶς φοβεῖσθαι καὶ >εἰ τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, πόσῳ πλέον οὐδὲ ; εἰ ἐκείνους τοὺς αὐχοῦντας εἶναι »καλλιέλαιον», τοὺς ἐρριζωμένους εἰς »τὴν ῥίζαν« τῶν πατριαρχῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ μὴ φεισάμενος ὁ χρηστὸς ἅμα καὶ φιλάνθρωπος θεὸς ἐξέκοψε, πόσῳ πλέον ἡμῶν οὐ φείσεται θεοῦ«. οὐ γὰρ χρηστὸς μὲν οὐκ ἀπότομος δέ, οὐδὲ ἀπότομος μὲν χρηστὸς δὲ οὔ. εἰ γὰρ χρηστὸς μόνον ἦν, ἀπότομος δὲ μὴ ἦν, ἐπὶ πλεῖον ἂν κατεφρονήσαμεν »τῆς χρηστότητος αὐτοῦ«. εἰ ἀπότομος μὲν ἦν, χρηστὸς δὲ μὴ ἦν, τάχα ἂν καὶ ἀπέγνωμεν ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν. νῦν δὲ ὡς θεὸς (χρῄζομεν γὰρ οἱ ἄνθρωποι μετανοοῦντες τῆς χρηστότητος αὐτοῦ, ἐμμένοντες δὲ ταῖς ἁμαρτίαις τῆς ἀποτομίας) καὶ χρηστός ἐστι καὶ ἀπότομος ὁ θεός, καὶ λαλεῖ ἡμῖν διὰ τῶν προφητῶν καὶ λέγει· »εἶδες ἃ ἐποίησάν μοι ἡ κατοικία τοῦ Ἰσραήλ«; τὸν Ἰσραὴλ τὸν λαόν μοι νόει ἐκεῖνον· »ἐπορεύθη ἐπὶ πάν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου«. ἐὰν ἴδῃς τὸν Φαρισαῖον εἰς τὸ ἱερὸν ἀναβαίνοντα ἀλαζονικῶς καὶ μὴ τύπτοντα ἑαυτοῦ τὸ στῆθος μηδὲ κηδόμενον τῶν ἰδίων κακῶν, ἀλλὰ λέγοντα· [*](1ff. Vgl. in Matth. Tom. XII, 12 (Lo 3, 150): Ἐὰν δέ τις πρὸς ταῦτα δυσωπεῖν ἡμᾶς βούλεται, διὰ τὰ πλήθη τῶν πιστεύειν νομιζομένων ἐκκλησιαστικῶν, λεκτέον αὐτῷ οὐ μόνον τό· πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί« κτλ. — 2 Matth. 20, 16. — —15 Vgl. Rom. 11, 21. 24. 18. — 15 Rom. 11, 22. — 18 Vgl. öm. 2, 4. — 22 22ff. Vgl. in I Kor. 5, 5 (Cat. Cram. V, 90): Οὐκ ἀεὶ οὔτε ὁ θεὸς οὔτε οἱ τούτου θεσπέσιοι μαθηταὶ κέχρηνται χρηστοῖς λόγοις πρὸς τοὺς ἀκούοντας· οὐ δὲ [sic] ἀεὶ τοῖς ἀποτόμοις ἀλλὰ ποτὲ μὲν τούτῳ, ποτὲ δὲ ἐκείνῳ. — 25 ff. Vgl. Luk. 10. 13.) [*](3 γὰρ streicht Ru mit Η | 6 πρῶτον mit Ru nach H: prhnum πρὸς τὸ S | ὅτι] ὅτε Co | 10 τὰ Blass | 14 χρηστὸς Co χ#x772; ς#x772; S Christus Η | ἐξέκοψε·ν· S | 17 γὰρ δὲ S < Η | 20 θεὸς Co (+ ἀμφότερον ἔχει) Dcits Η θεοῦ S | 22 καὶ1 Hu et Η (Vall.: stcquc) εἰ S | per Proplietam Η | 23 ἐποίησάν μοι] fccit miJu Η ἐποίησέ μοι Co | 25 κατασκίου] nemorosmn Η (= ἀλσώδους) | 26 ἀναβαινον (??) i. Τ., a. R. ἑστι | [1. ἑστῶτα?] S, asccndentcm Η.)

27
»εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγεσ, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ τὰ ὑπάρχοντά μου«, ὄψει ὅτι ἀναβέβηκεν »ἐπὶ πᾶν ὄρος ὑψηλὸν« ψεκτῶς καὶ ἀγαπήσας μεγαλοφροσύνην καὶ κατὰ τὴν ἀλαζονείαν καὶ κατὰ τὴν ὑπερηφανίαν πάντα βουνὸν ὑψηλὸν καὶ γέγονεν »ὑποκάτω παντὸς ξύλου« οὐ καρ- πίμου, ἀλλ᾿ »ἀλσώδους«· ἄλλο γὰρ τὸ ἀλσῶδες ξύλον, ἄλλο τὸ εἰς ἄλση ὅταν φυτεύωσι ξύλα, φυτεύουσιν οὐ τὰ καρποφόρα, οὐ συκῆν οὐδὲ ἄμπελον, ἀλλὰ μόνον τέρψεως χάριν ἄκαρπα ξύλα. τοιούτους εὑρήσεις τοὺς λόγους τῶν ἑτεροδόξων καὶ τὰ κάλλη τῶν πιθανοτήτων αὐτῶν οὐκ ἐπιστρεφόντων τοὺς ἀκούοντας. ὅταν οὐν τοῖς τοιούτοις λόγοις τις ἑαυτὸν ἐπιδῷ, πεπόρευται »ὑποκάτω παντὸς ξύλου ἀλσώδους«. οὐκ εἴρηκε »παντὸς ξύλου« καὶ σεσιώπηκεν, οὐδὲ πάλιν προσέθηκε· παντὸς ξύλου τοῦ καρπίμου, ἀλλ᾿ εἴρηκεν »ὑποκάτω παντὸς ξύλου ἀλσώδους«. διὰ τοῦτο νοήσεις τί δήποτε ὁ νομοθέτης λέγει· »οὐ φυτεύσεις πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου, καὶ οὐ ποιήσεις ἄλσος( ἔχεις γὰρ καὶ τὸ ὄνομα τοῦ ἄλσους ἀπηγορευμένον.

»Καὶ ἐπόρνευσεν ἐκεῖ. καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον· καὶ οὐκ ἀνέστρεψεν, καὶ εἶδεν τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος Ἰούδα«. λελοιδορήμεθα καὶ ἡμεῖς, λέγω οἱ ἁμαρτάνοντες καὶ μὴ τηροῦντες τὰς συνθήκας τοῦ θεοῦ μηδὲ βλέποντες ὅτι ἀπολωλέκασιν ἐκεῖνοι τὴν διαθήκην εὐγενεῖς ὄντες, ἐξ Ἀβραὰμ ὄντες, ἐπαγγελίαν λαβόντες. δέον οὖν ἡμᾶς λογίζεσθαι, ὅτι ἐκπεπτώκασιν ἐκεῖνοι τῶν εὐλογιῶν καὶ τῶν ἐπαγγελιῶν καὶ οὐδὲν ὤνησεν αὐτοὺς τὸ εἶναι ἀπὸ τῶν πατέρων, πόσῳ πλέον ἡμεῖς ἁμαρτάνοντες ἐγκαταλειφθησόμεθα. εἰ ἦτε τέκνα τοῦ Ἀβραάμ, τὰ ἔργα τοῦ Ἀβραὰμ ἂν ἐποιεῖτε« λέγει αὐτοῖς ὁ σωτήρ. καὶ πάλιν ὁ Ἰωάννης· »μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, ὄτι πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ«· λίθους αἰνισσόμενος ἡμᾶς τοὺς λιθίνην ἔχοντας τὴν καρ- [*](1 Luk. 18, 11. 12. — 4 Vgl. Jerem. 31, 29 Luc. — 16 Deut. 16, 21. — 17 Vgl. Deut. 12, 3? — 27 Joh. 8, 39. — 28 Luk. 3, 8. — 31 ff. Vgl. in Job. Tom. 6, 22 (Br I, 138, ff.): καὶ τοὺς διὰ τὴν λιθίνην καρδίαν ἀπίστους λίθους ὀνομαζομένους δυνάμει θεοῦ μεταβαλεῖν οἵους τε εἶναι ἀπὸ λίθων εἰς τέκνα Ἀβραάμ. — Vgl. Ezech. 36, 26.) [*](3—17 Hierzu Fragm. 8 in C: Ἐπὶ— ἄλσος | 4/5 ψεκτῶς—ὑπερηφανίαν] et arrogantia ista praesumat H | 17/18 ἔχεις — ἀπηγορευμένον] nominatim quippe interdicitiir ne lucus plantetur in templo, si observaveris quare dictum Sit Η — vielleicht ist ein εἰ νενόηκας διὰ τί εἴρηται als Anfang d. § 5 ausgefallen | 24—27 δέον — ἐγκαταλειφθησόμεθα] < Η | 28 Joannes Baptista H.)

28
δίαν< καὶ ἐσκληρυμμένους πρὸς τὴν ἀλήθειαν. καὶ ἀληθῶς ὁ θεὸς ἤγειρε τέκνα τῷ Ἀβραὰμ ἀπὸ τῶν λίθων, ἐὰν μείνωμεν ἐν τῇ τεκνογονίᾳ< καὶ τηρήσωμεν τὸ πνεῦμα τῆς . οὖν »τὴν ἀσυνθεσίαν αὐτῆς« τῆς κατοικίας τοῦ Ἰσραὴλ »ἡ ασύνθετος Ἰούδα«, ἡ μὴ τηρήσασα τὰς συνθήκας τὰς πρὸς τὸν θεόν, καὶ εἶδεν διότι περὶ πάντων, ὡν κατελείφθη« ἐκείνη (ταῦτα γὰρ πάντα ἡμεῖς βλέπομεν ὁ Ἰούδας, ἐὰν ἀναγινώσκωμεν τὴν γραφήν) >ὅτιπερὶ ὡν κατελείφθη ἡ κατοικία τοῦ Ἰσραὴλ ἐν οἷς ἐμοιχᾶτο, ἐξαπέστειλεν αὐτὴν ὁ θεὸς καὶ ἔδωκεν αὐτῇ βιβλίον ἀποστασίου ἡμᾶς παιδευθῆναι ἐξ ὧν ἐκείνοις ἐποίησε κρίνας αὐτοὺς κατὰ τά ἁμαρτήματα, ἐγκαταλιπὼν καὶ παραδοὺς εἰς αἰχμαλωσίαν καὶ παραδοὺς εἰς φόνον καὶ παραδοὺς τοῖς πολεμίοις· δέον ἐκ τούτων ἡμᾶς ἐπιστρέψαι καὶ ἕκαστον ἡμῶν λογίσασθαι ὅτι, εἰ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, πόσῳ πλέον ἡμῶν οὐ φείσεται ἀπὸ τῶν πατέρων οὕτως ἐξέωσε γενομένους ἁμαρτωλούς, τί ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν κληθέντες πεισόμεθα, ἡμεῖς οὐδὲν τούτων ἐλογισάμεθα, κληθέντες ἵνα παραζηλώσῃ ἐκεῖνος ὁ λαὸς ὁρῶν τὸν δοῦλον τετιμημένον, βλέπων τὸν ἀγενῆ προσεληλυθότα. εἰ δὲ τοσαῦτα ἐκεῖνοι πεπόνθασι, πόσῳ πλέον, ἐὰν ἁμαρτάνωμεν, ἡμεῖς ἐγκαταλειφθησόμεθα;

»Ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ἰσραήλ, ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα« ἃ πεποίηκα τῇ κατοικίᾳ τοῦ Ἰσραὴλ ὅτι »ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου«. »οὐκ ἐφοβήθη« ἐκ τῶν ἐκείνοις γεγενημένων. εἰσῆλθέ τις εἰς οἰκίαν οἰκοδεσπότου· νεώνητός ἐστι, πυνθάνεται τίνα τῶν προτέρων οἰκετῶν ἐτίμησε καὶ διὰ τί, τίνα ἠτίμασε τῶν οἰκετῶν καὶ διὰ τί. κατανοήσας, εἰ βούλεται μ εῖναι ἐν τῇ οἰκίᾳ τοῦ οἰκοδεσπότου, φυλάσσεται περιπεσεῖν, ἃ πεποιήκασιν οἱ πρότεροι δοῦλοι καὶ ἡμαρτηκότες [*](2 Vgl. | Tim. 2, 15. — 3 Vgl. Rom. 8, 15. — 5 Vgl. Olymp. (Gh I, 271 = 285): ἀσύνθετόν φησι τὴν λύσασαν τὰς πρὸς θεὸν συνθήκας. — 12ff. Vgl. in Rom. Comm. VlI, 18 (Lo 7, 179f.). — 13 Vgl. Röm. 11, 21. — 17 Vgl. Rom. 11, 11. — 25ff. Vgl. in Ezecli. Hom. 7, 1 (Lo 14, 96 f.).) [*](1 ἐσκληρυμμένους vgl. S. 50, 20/21 ἐσκληρυμένους S | 2 ἤγειρε] suscitanit H (-bit Vall.) | 3 ἐν τῇ τεκνογονίᾳ] in adoptione ejus Η | 5 εἶδεν Ru vidit Η εἶδον S | 6. 8 κατελείφθη] comprehensa est Η κατελήφθη Hu | 7 ἐὰν ἀναγινώσκωμεν nach Η: legentea ἀναγινώσκομεν S | 16 κληθέντες] et ideo nos vocatos Η | 18 εἰ δὲ nach Η: autem εἰ ἤδη S | 23 πεποίηκα τῇ κατοικίᾳ] fccit hahitatio Η, danach Hu kaum lichtig: πεποίηκαν [1. κεν] ἡ κατοικία | 25 γεγενημένων] + ut ne ipsa propter peccata sua, similia sustineret H, vielleicht richtig | 26 τίνα] ab aliquo conserro qiiis Η | 28 μεῖναι nach Η: perscverare.)

29
καὶ ἐκβεβλημένοι καὶ κολάσει παραδεδομένοι. εἶτα μαθὼν τίνα πεποιήκασιν οἱ πρότεροι δοῦλοι καὶ εὐδοκιμηκότες, καὶ ἐπὶ ποταποῖς ἐλευθερίας τετυχήκασι, ζηλοῖ ἐκείνους. καὶ ἡμεῖς δὲ οὐκ ἠμεν δοῦλοι τοῦ θεοῦ, ἀλλὰ εἰδώλων καὶ δαιμόνων, ἐθνικοί, ἐχθὲς καὶ πρώην προσεληλύθαμεν τῷ θεῷ, ἀναγινώσκωμεν τὴν γραφήν, ἴδωμεν τίς ἐδικαιώθη, τίς κατεδικάσθη, μιμησώμεθα τοὺς δικαιωθέντας, φυλασσώμεθα περιπεσεῖν τούτοις, οἷς περιπεπτώκασιν οἱ αἰχμαλωτευθέντες, οἱ ἐκβληθέντες ἀπὸ τοῦ θεοῦ.