In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

ὅτι γὰρ τοιαῦτα καὶ τὰ καθ’ ἡμᾶς ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου ἔσται, δῆλον ἀπὸ τῶν ἐν τῷ εὐαγγελίῳ ὑπὸ τοῦ σωτῆρος εἰρημένων, ἐν οἷς φησιν· »διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται« καί· >ποιήσει σημεῖα καὶ τέρατα ὁ ὥστε ἀποπλανᾶσθαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς ἔσται τὰ καθ’ ἡμᾶς ὥστε τὸν σωτῆρα λέγειν περὶ τῆς ἑαυτοῦ ἐπιδημίας, ὡς ἐκ τῶν τοσούτων ἐκκλησιῶν πιστοῦ ταχέως μὴ εὑρισκομένου· »πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς«; καὶ ἀληθῶς ἐὰν κρίνωμεν τὰ πράγματα ἀλθείᾳ καὶ μὴ ὄχλοις, καὶ κρίνωμεν τὰ πράγματα προαιρέσει καὶ μὴ τῷ βλέπειν πολλοὺς συναγομένους, ὀψόμεθα νῦν ὡς οὐκ ἐσμὲν πιστοί. ἀλλὰ τότε ἠσαν πιστοί, ὅτε τὰ μαρτύρια τὰ γενναῖα ἐγίνοντο, ὅτε ἀπὸ τῶν κοιμητηρίων προπέμψαντες τοὺς μάρτυρας ἠρχόμεθα ἐπὶ τὰς συναγωγάς, καὶ ὅλη ἡ ἐκκλησία μὴ θλιβομένη παρεγίνετο, καὶ οἱ κατηχούμενοι ἐπὶ τοῖς μαρτυρίοις κατηχοῦντο καὶ ἐπὶ τοῖς θανάτοις τῶν ὁμολογούντων τὴν ἀλήθειαν »μέχρι θανάτου«, »μὴ πτυρόμενοι« μηδὲ ταρασσόμενοι »ἐπὶ τὸν ζῶντα θεόν«. τότε οἴδαμεν καὶ σημεῖα ἑωρακότας παράδοξα καὶ τεράστια. τότε ἦσαν πιστοὶ ὀλίγοι μὲν πιστοὶ δὲ ἀληθῶς, τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύοντες ὁδὸν τὴν ἀπάγου- [*](3 Vgl. Hom. 9, 1. — 4 Hebr. 7, 14. — 7 Vgl. Mattli. 13, 49? — 9 Matth. 24 12. 13. — 11 Vgl. Matth. 24, 24 Par. — 15 Luk. 18, 8. — 16 ff. Vgl. in Matth. Tom. 17, 24 (Lo 4, 135): καὶ εἴ τίς γε κατανοήσαι τὰ πολυάνθρωπα ἀθροίσματα τῶν, ἵνα ἁπλούστερον ὀνομάσω, ἐκκλησιῶν, καὶ ἐξετάσαι, πόσοι μὲν οἱ βιοῦντες ἐπιεικέστερον . . . . πόσοι δὲ οἰ ῥαθυμότερον πολιτευόμενοι . . . ., ἴδοι ἄν, ὅτι χρήσιμός ἐστιν ἡ λέγουσα τοῦ Σωτῆρος φωνή· πολλοὶ γάρ εἴσι κλητοί, ὀλίγοι δ᾿ ἐκλεκτοί«. — 23 Vgl. Apok. Joh. 2, 10. — Phil. 1, 28. — 24 Act. 14, 15? — 26 Vgl. Matth. 7, 14.) [*](11 ὁ ἐλευσόμενος] in eoelo et in terra H | 13 έ)σται mit Η: futura est ἔστι S | 13/14 περὶ — εὑρισκομένου] qui omnia quae sunt Ventura cognoverat Η | 19 τὰ γενναῖα] so auch S (vgl. TU NF 1, 3, 6 Α 2 10, Α 2) τῇ γενεᾷ Co | 21 μὴ θλιβομένη] lugentium Η | κατηχούμενοι] + in jwima statim fide | 22—24 καὶ Η ganz ungenau w. e. sch.: qiiando mulierculae et infirmior sexiis usqiie ad mortem manebat intrepidus | 24/25 τότε — τεράστια] Tune vere signa de coelo, tunc fiebant portenta de terra H.)

26
σαν »εἰς τὴν ζωήν«. νῦν δὲ ὅτε γεγόναμεν πολλοί, ἐπεὶ οὐ δυνατὸν εἶναι πολλοὺς ἐκλεκτούς (οὐ γὰρ ψεύδεται ὁ εἰπὼν Ἰησοῦς· »πολλοὶ οἱ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί«), ἐκ [γὰρ] τοῦ πλήθους τῶν μένων θεοσέβειαν σφόδρα εἰσὶν ὀλίγοι οἱ καταντῶντες ἐπὶ τὴν ἐκλογὴν τοῦ θεοῦ καὶ τὴν μακαριότητα.

Ἐὰν οὖν λέγῃ ὡς πρῶτον ἐξαπέστειλα διὰ τὰ ἁμαρτήματα τὸν Ἰσραὴλ καὶ ἐξαπέστειλα εἰς μετοικίαν αὐτόν, ὁ δὲ Ἰούδας ἀκούων τὰ γενόμενα τῷ Ἰσραὴλ οὐκ ἐπέστρεψε, λέγει περὶ τῶν ἡμετέρων ἁμαρτημάτων. ὅτι ἀναγινώσκονται τὰ τῷ Ἰσραὴλ συμβεβηκότα καὶ τὰ πταίσματα τὰ περὶ ἐκεῖνον τὸν λαόν, δέον ἡμᾶς φοβεῖσθαι καὶ >εἰ τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, πόσῳ πλέον οὐδὲ ; εἰ ἐκείνους τοὺς αὐχοῦντας εἶναι »καλλιέλαιον», τοὺς ἐρριζωμένους εἰς »τὴν ῥίζαν« τῶν πατριαρχῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ μὴ φεισάμενος ὁ χρηστὸς ἅμα καὶ φιλάνθρωπος θεὸς ἐξέκοψε, πόσῳ πλέον ἡμῶν οὐ φείσεται θεοῦ«. οὐ γὰρ χρηστὸς μὲν οὐκ ἀπότομος δέ, οὐδὲ ἀπότομος μὲν χρηστὸς δὲ οὔ. εἰ γὰρ χρηστὸς μόνον ἦν, ἀπότομος δὲ μὴ ἦν, ἐπὶ πλεῖον ἂν κατεφρονήσαμεν »τῆς χρηστότητος αὐτοῦ«. εἰ ἀπότομος μὲν ἦν, χρηστὸς δὲ μὴ ἦν, τάχα ἂν καὶ ἀπέγνωμεν ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν. νῦν δὲ ὡς θεὸς (χρῄζομεν γὰρ οἱ ἄνθρωποι μετανοοῦντες τῆς χρηστότητος αὐτοῦ, ἐμμένοντες δὲ ταῖς ἁμαρτίαις τῆς ἀποτομίας) καὶ χρηστός ἐστι καὶ ἀπότομος ὁ θεός, καὶ λαλεῖ ἡμῖν διὰ τῶν προφητῶν καὶ λέγει· »εἶδες ἃ ἐποίησάν μοι ἡ κατοικία τοῦ Ἰσραήλ«; τὸν Ἰσραὴλ τὸν λαόν μοι νόει ἐκεῖνον· »ἐπορεύθη ἐπὶ πάν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου«. ἐὰν ἴδῃς τὸν Φαρισαῖον εἰς τὸ ἱερὸν ἀναβαίνοντα ἀλαζονικῶς καὶ μὴ τύπτοντα ἑαυτοῦ τὸ στῆθος μηδὲ κηδόμενον τῶν ἰδίων κακῶν, ἀλλὰ λέγοντα· [*](1ff. Vgl. in Matth. Tom. XII, 12 (Lo 3, 150): Ἐὰν δέ τις πρὸς ταῦτα δυσωπεῖν ἡμᾶς βούλεται, διὰ τὰ πλήθη τῶν πιστεύειν νομιζομένων ἐκκλησιαστικῶν, λεκτέον αὐτῷ οὐ μόνον τό· πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί« κτλ. — 2 Matth. 20, 16. — —15 Vgl. Rom. 11, 21. 24. 18. — 15 Rom. 11, 22. — 18 Vgl. öm. 2, 4. — 22 22ff. Vgl. in I Kor. 5, 5 (Cat. Cram. V, 90): Οὐκ ἀεὶ οὔτε ὁ θεὸς οὔτε οἱ τούτου θεσπέσιοι μαθηταὶ κέχρηνται χρηστοῖς λόγοις πρὸς τοὺς ἀκούοντας· οὐ δὲ [sic] ἀεὶ τοῖς ἀποτόμοις ἀλλὰ ποτὲ μὲν τούτῳ, ποτὲ δὲ ἐκείνῳ. — 25 ff. Vgl. Luk. 10. 13.) [*](3 γὰρ streicht Ru mit Η | 6 πρῶτον mit Ru nach H: prhnum πρὸς τὸ S | ὅτι] ὅτε Co | 10 τὰ Blass | 14 χρηστὸς Co χ#x772; ς#x772; S Christus Η | ἐξέκοψε·ν· S | 17 γὰρ δὲ S < Η | 20 θεὸς Co (+ ἀμφότερον ἔχει) Dcits Η θεοῦ S | 22 καὶ1 Hu et Η (Vall.: stcquc) εἰ S | per Proplietam Η | 23 ἐποίησάν μοι] fccit miJu Η ἐποίησέ μοι Co | 25 κατασκίου] nemorosmn Η (= ἀλσώδους) | 26 ἀναβαινον (??) i. Τ., a. R. ἑστι | [1. ἑστῶτα?] S, asccndentcm Η.)

27
»εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγεσ, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ τὰ ὑπάρχοντά μου«, ὄψει ὅτι ἀναβέβηκεν »ἐπὶ πᾶν ὄρος ὑψηλὸν« ψεκτῶς καὶ ἀγαπήσας μεγαλοφροσύνην καὶ κατὰ τὴν ἀλαζονείαν καὶ κατὰ τὴν ὑπερηφανίαν πάντα βουνὸν ὑψηλὸν καὶ γέγονεν »ὑποκάτω παντὸς ξύλου« οὐ καρ- πίμου, ἀλλ᾿ »ἀλσώδους«· ἄλλο γὰρ τὸ ἀλσῶδες ξύλον, ἄλλο τὸ εἰς ἄλση ὅταν φυτεύωσι ξύλα, φυτεύουσιν οὐ τὰ καρποφόρα, οὐ συκῆν οὐδὲ ἄμπελον, ἀλλὰ μόνον τέρψεως χάριν ἄκαρπα ξύλα. τοιούτους εὑρήσεις τοὺς λόγους τῶν ἑτεροδόξων καὶ τὰ κάλλη τῶν πιθανοτήτων αὐτῶν οὐκ ἐπιστρεφόντων τοὺς ἀκούοντας. ὅταν οὐν τοῖς τοιούτοις λόγοις τις ἑαυτὸν ἐπιδῷ, πεπόρευται »ὑποκάτω παντὸς ξύλου ἀλσώδους«. οὐκ εἴρηκε »παντὸς ξύλου« καὶ σεσιώπηκεν, οὐδὲ πάλιν προσέθηκε· παντὸς ξύλου τοῦ καρπίμου, ἀλλ᾿ εἴρηκεν »ὑποκάτω παντὸς ξύλου ἀλσώδους«. διὰ τοῦτο νοήσεις τί δήποτε ὁ νομοθέτης λέγει· »οὐ φυτεύσεις πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου, καὶ οὐ ποιήσεις ἄλσος( ἔχεις γὰρ καὶ τὸ ὄνομα τοῦ ἄλσους ἀπηγορευμένον.