In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Εἰ θεοῦ λόγιά ἐστιν ἐν νόμῳ καὶ προφήταις, εὐαγγελίοις τε καὶ ἀποστόλοις, δεήσει τὸν μαθητευόμενον θεοῦ λογίοις διδάσκαλον ἐπιγράφεσθαι θεόν· »ὁ« γὰρ »διδάσκων ἄνθρωπον γνῶσιν« ὁ θεός ἐστιν, ὡς καὶ ἐν Ψαλμοῖς γέγραπται. καὶ ὁ σωτὴρ δὲ μαρτυρεῖ μὴ δεῖν ἐπιγράφεσθαί τινα διδάσκαλον ἐπὶ τῆς γῆς λέγων· »καὶ ὑμεῖς μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς«. <»ὁ πατὴρ« δὲ »ὁ ἐν διδάσκει ἤτοι καθ᾿ αὑτὸν ἢ διὰ τοῦ Χριστοῦ ἢ ἐν ἁγίῳ πνεύματι ἢ διὰ Παύλου, φέρ’ εἰπεῖν, ἢ διὰ Πέτρου ἢ διά τινος τῶν ἄλλων ἁγίων, μόνον θεοῦ πνεῦμα καὶ θεοῦ λόγος ἐπιδημείτω καὶ διδασκέτω. ταῦτά μοι πρὸς τί εἴρηται; ἐπειδήπερ φησὶν ὁ προφήτης· »γνώρισόν μοι, κύριε, καὶ γνώσομαι«· οὐ γὰρ γνώσομαι, ἐὰν μὴ σύ μοι γνωρίσῃς ἐὰν δὲ γνωρίζοντός σου ἐμοὶ γνῶ, »τότε« ὄψομαι τὰ ἐπιτηδεύματα αὐτῶν« καὶ νοήσω, ὃ ἕκαστος πράττει καὶ ποίας ἐστὶν προαιρέσεως.

Ταύτα ὁ προφήτης. εἶτα ὁ σωτὴρ ἐν τῷ προφήτῃ ἴδωμεν τίνα λέγει· »ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων. ἐπ ἐμὲ ἐλογίσαντο λογισμόν, λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἐτι«. ὡς φησὶν καὶ ὁ προφήτης Ἡσαΐας, Χριστὸς »ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ«. ἐκεῖ μὲν οὖν περὶ αὐτοῦ Ἡσαΐας λέγει, ἐνταῦθα δὲ ὁ Χριστὸς περὶ αὑτοῦ [*](5 ff. Vgl. Euseb. (Gh II, 73): Θεοῦ γὰρ δεῖται διδασκάλου τὸ τῆς οἰκονομίας μυστήριον κτλ. — 7 Psal. 94, 10. — 9 Vgl. Matth. 23, 8. 9. Vgl. Barnard Τ St V, 5, 26. — 19 ff. Vgl. Euseb. Eclog. propb. III, 33 (TU NF I, 3, 51 f.). — Vgl. Hier. Comm. 922: Omnium Ecclesiarum iste est consensus, ut sub persona Jeremiae a Christo haec dici intelligant. — 24 Jes. 53, 7.) [*](1 τοῦ] + Ite (= βαδίσατε) Η | 4 Homilia VIII Η | 11 ὁ πατὴρ δὲ ὁ ἐν τοῖς οὐρανοῖς nach Η: Pater autem quiest in coelis | 13 ἢ] zu streichen? Blass | φέρ᾿ εἰπεῖν] ut ad ininora veniamus Η vgl. TU NF I, 3, 27 Α 2 | 1 7 γνῶ] ipotuero nasse quod nescio Η | ἐπιτηδεύματα] cogitationes Η | 18 ποίας Hu cuius Η ποία S | 19 εἶτα nach H: Deinde εἶ δὲ S εἰ δὲ Co | 21 καὶ] < Η | 25 κείραντος] + se Η | ἐκεῖ) et ibi Η | αὑτοῦ nach Η: se ipse αὐτοῦ S.)

72
»ἐγὼ« φησὶν ὡς ἀρνίου ἄκακον ἐπὶ σφαγὴν ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων«. οὐκ εἶπεν τί οὐκ ἔγων. οὐ γὰρ εἴρηκεν· οὐκ ἔγνων κακά, οὐκ εἴρηκεν· οὐκ ἔγνων ἀγαθά, οὔτε εἴρηκεν· οὐκ ἔγνων ἁμαρτίαν, ἀλλ᾿ ἁπλῶς »οὐκ ἔγνων«. σοὶ οὐν καταλέλοιπεν ἐξετάξειν τίοὐκ ἔγνω. καὶ μάνθανε τί οὐκ ἔγνω ἀπὸ τοῦ »τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν«· γνῶναι γὰρ ἁμαρτίαν ἁμαρτῆσαί ἐστιν, ὡς γνῶναι δικαιοσύνην δικαιοπραγῆσαί ἐστιν. ὁ οὖν ἀπαγγέλλων τὰ περὶ δικαιοσύνης καὶ μὴ δικαιοπραγῶν οὐκ ἔγνω δικαιοσύνην.

»Ἐπ᾿ ἐμὲ ἐλογίσαντο λογισμόν, λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«. ὅτι μὲν ἐσταύρωσαν αὐτὸν Ι Ἰουδαῖοι, δῆλον τοῦτό ἐστιν καὶ παρρησίᾳ τοῦτο κηρύσσομεν. πῶς δὲ τοῦτο ἐφαρμόσεις τῷ »ἐλογίσαντο ἐπ᾿ ἐμὲ λογισμόν, λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«, ἔργον ἐστὶ νοῆσαι. ὁ τοῦ Ἰησοῦ ἄρτος ὁ λόγος ἐστὶν ἐν ᾧ τρεφόμεθα. ἐπεὶ τοίνυν διδάσκοντος αὐτοῦ ἐν τώ λαῷ ἠθέλησαν τὸ σκάνδαλον έν] τῇ διδασκαλίᾳ αὐτοῦ προσθεῖναι διὰ τοῦ σταυρῶσαι αὐτόν, εἶπον· »βάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«. ὅταν γὰρ τῷ λόγῳ τῆς Ἰησοῦ διδασκαλίας προσάπτηται τὸ ἐσταυρῶσθαι τὸν διδάσκαλον, εἰς τὸν ἄρτον αὐτοῦ ξύλον ἐμβέβληται. ἐκεῖνοι μὲν οὖν ἐξ ἐπιβουλῆς βουλευσάμενοι λεγέτωσαν· »δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«. ἐγὼ δὲ παραδοξότερον ἐρῶ· τὸ ξύλον ἐμβληθὲν εἰς τὸν ἄρτον αὐτοῦ κρείττονα τὸν ἄρτον πεποίηκεν. παράδειγμα λαμβάνω ἀπὸ τοῦ Μωσέως νόμου· τὸ ξύλον βληθὲν εἰς τὸ πικρὸν ὕδωρ ἐποίησεν αὐτὸ . οὕτως τὸ ξύλον τοῦ πάθους Ἰησοῦ Χριστοῦ ἐλθὸν εἰς τὸν λόγον πεποίηκεν τὸν ἄρτον αὐτοῦ γλυκύτερον. πρὶν ἔλθῃ γοῦν εἰς τὸν ἄρτον αὐτοῦ τὸ ξύλον, ὅτε ἄρτος μόνον ἦν καὶ ξύλον οὐκ ἦν ἐν τῇ διδασκαλίᾳ αὐτοῦ, »εἰς πᾶσαν τὴν γῆν« οὐκ »ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ«. ἀλλ᾿ ἐπεὶ προσ- [*](1 Vgl. Jes. 53, 7. — 4ff. — 4 ff. Vgl. Hier. Comm. 922: subauditur peccatum; juxta illud quod ab apostolo dicitur: Qui cum non cognovisset peccatum etc. — 5 II Kor. 5, 21. — 10ff. Vgl. Hier. Comm. 922. — 14 Vgl. Jon. 6, 48ff. — 14ff. Vgl. Euseb. (Gh II, 74): τῷ γὰρ τροφίμῳ τῆς αὐτοῦ διδασκαλίας ἐμποδίζειν οἰόμενοι διὰ τὸ ξύλον τοῦ σταυροῦ συμπλακὲν αὐτῷ κωλύειν ἐνόμιζον τοὺς ἀπογεύεσθαι τῶν αὐτοῦ μαθητῶν ἐθέλοντας, διὰ τὸ σκάνδαλον τοῦ σταυροῦ. — 20ff. Vgl. Philo de migr. Abr. I, 441 M. — 22 Vgl. Exod. 15, 25. — 26 Psal. 18, 5.) [*](1 ἐπὶ σφαγὴν] < Η | 2 ἔγνω Co cognoverit Η ἔγνων S | 3 ἁμαρτίαν] sive injustitiam Η | 9 καὶ] < Η | 10 αὐτὸν] Dominum Η (1. τὸν #x772;? | πῶς δὲ τοῦτο ἐφαρμόσεις τῷ] quomodo vero aptabimus ei, quod dicitur Η | 12 λέγοντες] + hoc quod infertur Η | 13 καὶ] < Η | 15 ἠθέλησαν] + quidmn Η | streicht Blass < Η | 16 εἶπον] + venite (= δεῦτε) Η | 20 καὶ] < Η admirabile quiddam Η | 22 λαμβάνω] accipe Η | νόμου] + Sicut Η | 24 λόγον] doctrinam ejus Η.)

73
έλαβεν δύναμιν ὁ ἄρτος διὰ τοῦ ξύλου τοῦ βληθέντος εἰς αὐτόν, διὰ τοῦτο ὁ λόγος τῆς διδασκαλίας αὐτοῦ νενέμηται ὅλην τὴν οἰκουμένην. καὶ τότε τὸ ξύλον [ὃ] σύμβολον ἦν τοῦ πάθους Ἰησοῦ, δι᾿ οὗ τὸ πικρὸν ὕδωρ γλυκὺ γίνεται· ἐγὼ γὰρ λέγω ὅτι ὁ νόμος μὴ νοούμενος πικρὸν ὕδωρ ἐστίν, ἐὰν δὲ ἔλθῃ τὸ ξύλον Ἰησοῦ καὶ ἡ διδασκαλία τοῦ σωτῆρός μου ἐπιδημήσῃ, γλυκάζεται καὶ ἥδιστος γίνεται ὁ Μωσέως νόμος ἀναγινωσκόμενος καὶ γινωσκόμενος.

Εἶπον οὖν· »δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«.

λέγουσιν δὲ καὶ τὸ »ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἐτι«. οὕτως αὐτὸν ἀπέκτειναν, ὡς ἐξαφανίζοντες αὐτοῦ τὸ ὄνομα. ἀλλὰ ὁ Ἰησοῦς οἶδεν πῶς ἀποθνῄσκει καὶ διὰ τί. διό φησιν· »ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει«· ὥστε ὁ θάνατος τοῦ Ἰησοῦ στάχυς σίτου γίνεται ποιῶν πολλαπλασίονα καὶ πολύχουν τὸ ἐσπαρμένον. ὡς εἰ καθ᾿ ὑπόθεσιν μὴ ἐσταύρωτο μηδὲ τεθνήκει, ἔμεινεν ἂν μόνος ὁ κόκκος τοῦ σίτου, καὶ πολλοὶ οὐκ ἐγένοντο ἐξ αὐτοῦ. πρόσχες οὐν αὐτοῦ τῇ λέξει, εἰ μὴ τοῦτο βεβούληται λέγειν· »ὁ κόκκος τοῦ σίτου ἐὰν μὴ πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει«. ὁ θάνατος τοῦ Ἰησοῦ τούτους πάντας ἐκαρποφόρησεν, εἰ δὲ ὁ θάνατος τοσούτους ἐκαρποφόρησε, πόσους καρποφορήσει ἡ ἀνάστασις;

»Κύριε τῶν δυνάμεων κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἔδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν«. προφητικῶς ταῦτα εὔχεται, ἰδεῖν τὴν παρὰ τοῦ θεοῦ ἐκδίκησιν ἐξ αὐτῶν· >κεκύκλωται γὰρ ὑπὸ στρατοπέδων ἡ Ἱερουσαλήμ, καὶ ἤλλισεν ἡ ἐρήμωσις αὐτῆς< καὶ εἴρηται αὐτῇ· »ἰδοὺ αὐφίεται ὑμῖν ὁ οἶκος ὑμῶν«. »ἴδοιμι« οὖν »τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ἄνδρας Ἀναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας· οὐ μὴ προ- [*](7 Vgl. Act. 8, 30. — 12 Joh. 12, 24. — 14ff. Vgl. Matth. 13, 8. — 16f. Vgl. Job. 12, 24. — 18 Joh. 12, 24. — 25ff. Vgl. Luk. 21, 20. — 27 Matth. 23, 38.) [*](1/2 διὰ τοῦτο] tunc Η | 3/4 καὶ — γίνεται] In cujus flgura et aqua in Veteri Testamento ad taetum ligni dulcis effecta esi Η | 5 Ἰησοῦ] + Christi Η | 8 καὶ] < Η | 14/15 septuplum et multo amplius Η | 15 ὡς εἰ καθ’ ὑπόθεσιν] Fingamus enim paulisper Η | 16 μηδὲ τεθνήκει] μὴ δὲ τεθνήκει S neque post mortem ad inferos deseendisse Η | 17 ἐγένοντο] ἐγίνοντο S | 18 λέγειν] vgl. Η: (velint) intellegi λέγων S | 21 τοσούτους] vgl. H: tantas (attulit fruges) | ἐκαρποφόρησεABBREV S | 24 αὐτῶν Co eis Η αὐτοῦ S | 25 παρὰ τοῦ θεοῦ] apud Patrem Η | 27 καὶ εἴρηται αὐτῇ] et id quod dictum ad eam fiierat . . . . completum est Η | ὑμῶν] + deserta Η | 28 ἐν αὐτοῖς] de eis Η.)

74
φητεύσῃς ἐν ὀνόματι κυρίου, εἰ δὲ μή, ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν. ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ᾿ αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν ῥομφαίᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ. καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ἐπὶ τοὺς κατοικοῦντας Ἀναθὼθ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν«. προσχήματος ἕνεκεν τὸ ὄνομα τῆς Ἀναθὼθ ἐνθάδε λαμβάνεται. ὅλον δὲ τὸ Ἰουδαΐκὸν μυστήριον τροπικῶς ἐν αὐτῇ εἴρηται· ἑρμηνεύεται γὰρ Ἀναθὼθ Ἐπακουσμός. ἐπεὶ οὖν ἐπακουσμὸς τοῦ θεοῦ ἐν ἐκείνῳ ἦν τῷ λαῷ, ὡς καὶ ἡ βασιλεία τοῦ θεοῦ, καὶ γέγονεν ἐπὶ τῆς βασιλείας τὸ »ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«, κατὰ τοῦτο γέγονεν καὶ τὸ »τοὺς ἄνδρας Ἀναθώθ«, τοὺς ὄντας ἐν τῷ Ἐπακουσμῷ, ζητεῖν τὴν ψυχὴν« οὐχ Ἱερεμίου (οὐδὲ γὰρ ἡ ἱστορία λέγει ὅτι ἄνδρες Ἀναθὼθ ἐζήτησαν τὴν ψυχὴν Ἰερεμίου. ἔχομεν τὰς Βασιλείας, μέμνηται ἡ γραφὴ ἐκεῖ τοῦ Ἱερεμίου, οὐδὲν τοιοῦτον ἐν αὐταῖς εἴρηται οὐδ᾿ ἐν ταῖς Παραλειπομέναις· ἔχομεν γὰρ αὐτὴν τὴν βίβλον τοῦ προφήτου, οὐδὲν εἰρήκασιν οἱ ἄνδρες Ἀναθώθ), ἀλλὰ ταῦτα λέγεται περὶ Χριστοῦ.

»Τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας· οὐ μὴ προφητεύσῃς ἐπὶ τῷ ὀνόματι κυρίου«. ἐκώλυσαν Ἰουδαῖοι διδάσκειν Ἰησοῦν. »εἰ δὲ μὴ, ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν. ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν ῥομφαίᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ«. οὐ τότε τετελευτήκασιν ἐν ῥομφαίᾳ, ἀλλὰ μετὰ τὴν παρουσίαν νῦν λιμὸς ἠλθεν ἐπ’ αὐτούς, >οὐ λιμὸς ἄρτου οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ λόγον κυρίου< οὐκέτι γὰρ »τάδε λέγει κύριος παντοκρότωρ« λέγεται παρ᾿ αὐτοῖς. αὕτη ἡ λιμός, ἵνα ἡ προφητεία μηκέτι ᾐ, καὶ τί λέγω [*](6ff. Vgl. Hier. Comm. 923/4. — 8 Vgl. Onom. sacra I, 210, 37: Ἀναθὼθ ἐπακουσμός; Hier. 1. c: Anathoth, quod interpretatur obedientia. — 10 Matth. 21, 43. — 13ff. Vgl. Euseb. (Gh II, 73): καὶ γὰρ τὸ παρὸν εἰς τὸν προφήτην ἀνάγεται πεπονθότα δεινά. τῷ σωτῆρι δὲ μᾶλλον ἁρμόσειε, περὶ ἐκείνου γὰρ οὐδὲν τοιοῦτον ἱστόρηται. Chrys. (ebenda): τινὲς ταῦτα εἰς τὸν χριστὸν ἐκλαμβάνουσιν, ἀλλ’ ἡμεῖς τέως τῆς ἱστορίας ἐχώμεθα μηδὲν ἐγκαλοῦντες ἐκείνοις· πανταχόθεν γὰρ ἡ ἐκκλησία οἰκοδομείσθω. — 14 ΙΙ Kön. 23, 31 24, 18?? — 24 Vgl. Arnos 8, 11.) [*](2 ἐπισκέψομαι Co vgl. Ζ. 20 visitaho Η u. LXX ἐπισκέπτομαι S | 4 ἐν nach Ζ. 22, Η: in u. LXX | ἐγκατάλειμμα Co ἐγκατάλειμα S | 5 κατοικοῦντας] + in Η | 8 ἐπεὶ οὖν ἀπακουσμὸς nach Η: Qnia ergo obedientia | 13 οὐχ Lo οὐκ S | 15 ἐν αὐταῖς εἴρηται] conscribitur Η | 15/16 οὐδ’ ἐν ταῖς Παραλειπομέναις· ἔχομεν γὰρ] Habemus Paralipomenon οὐδ᾿] ἀλλ’ οὐδ᾿ Co | 17/18 ἀλλὰ — μου] Christi quaerunt animam Domini mei Η | 17 ταῦτα] in Ras. S | 19 κυρίου] + Legimus et hoc Η | Ἰησοῦν] Christus Η | 23 παρουσίαν (oder: παρουσίαν τοῦ τοῦ τοῦ κυρίου nach Η: adventum Domini πόρθησιν S; vgl. S. 52, 19.)

75
προφητεία; οὐδὲ διδασκαλια. κἂν μυριάκις χρηματίζωσιν παρ' αὐτοῖς σοφοί, οὐκ ἔστιν λόγος κυρίου ἔτι ἐν αὐτοῖς, ἐπεὶ πεπλήρωτο τὸ »ἀφελεῖ κύριος ἀπὸ τῆς Ἱουδαίας καὶ ἀπὸ τῆς Ἰερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν«. οὐκέτι ἔστιν παρ' αὐτοῖς δυνάμενος εἰπεῖν· »ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα( μετέβησαν οἱ ἀρχιτέκτονες, ἦλθον ἐπὶ τὴν ἐκκλησίαν, ἔθηκαν τὸν θεμέλιον Ἰησοῦν Χριστόν. τούτῳ ἐποικοδομοῦσιν καὶ οἱ μετ' ἐκείνους.