De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

εἰ δὲ μέγιστόν ἐστι κατόρθωμα ἀμνησικακία ὡς κατὰ τὸν προφήτην Ἱερεμίαν. πάντα ἀνακεφαλαιοῦσθαι τὸν νόμον ἐν αὐτῷ λέγοντα· „οὐ ταῦτα ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐκπορευομένων αὐτῶν ἐκ τῆς Αἰγύπτου, ἀλλὰ τοῦτο ἐνετειλάμην· ἕκαστος τῷ πλησίον ἐν τῇ καρδίᾳ μὴ μνησικακείτω.“ ἀπὸ μνησικακίας δὲ ἥκοντες ἐπὶ τὸ εὔχεσθαι τὴν τοῦ σωτῆρος φυλάσσομεν ἐντολὴν, λέγοντος· „ἐὰν στήκητε προσευχόμενοι. ἀφίετε εἴ τι ἔχετε κατά τινος,“ δῆλον ὅτι τοιοῦτοι ἱστάμενοι πρὸς τὸ εὔξασθαι τὰ κάλλιστα ἤδη κεκτήμεθα.

Καὶ ταῦτα μὲν ὡς καθ᾿ ὑπόθεσιν εἴρηται. καὶ εἰ μηδὲν ἕτερον ἡμῖν ἐπακολουθήσει εὐχομένοις, ὅτι τὰ κάλλιστα κερδαίνομεν. τὸ καθὸ δεῖ εὔχεσθαι νενοηκότες καὶ κατορθοῦντες· σαφὲς δὲ ὅτι ὁ οὕτως εὐχόμενος ἔτι λαλῶν ἀκούσεται, τῇ ἐνεργείᾳ τοῦ ἐπακούοντος ἐνορῶν, τὸ „ἰδοὺ πάρειμι,“ πᾶσαν τὴν πρὸς τὴν πρόνοιαν δυσαρέστησιν, πρὶν εὔξασθαι. ἀποβεβληκώς. τοῦτο γάρ ἐστι δηλούμενον ἐκ τοῦ· „ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ,“ τοῦ εὐαρεστουμένου τοῖς γινομένοις ἐλευθέρου ἀπὸ παντὸς δεσμοῦ γεγενημένου καὶ μὴ ἀντιχειροτονοῦντος τῷ θεῷ. ἅ βούλεται πρὸς γυμνάσιον ἡμῶν διατασσομένῳ, ἀλλὰ μηδὲ κατὰ τὸ κρυπτὸν τῶν λογισμῶν γογγύζοντος χωρὶς ἀκουστῆς ἀνθρώποις φωνῆς· ὅντινα γογγυσμὸν δίκην πονηρῶν οἰκετῶν, οὐκ ἐν φανερωτέρῳ

v.2.p.320
αἰτιωμένων τὰς προστάξεις τῶν δεσποτῶν, γογγύζουσιν οἱ μὴ τολμῶντες μὲν φωνῇ καὶ ὅλῃ ψυχῇ κακολογεῖν ἐπὶ τοῖς συμβαίνουσι τὴν πρόνοιαν οἱονεὶ δὲ βουλόμενοι καὶ τὸν τῶν ὅλων κύριον ἐφ᾿ οἷς δυσαρεστοῦνται λαθεῖν. καὶ οἶμαι τοῦτ᾿ εἶναι καὶ τὸ ἐν τῷ Ἰώβ· „ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ θεοῦ,“ ἐπὶ τοῦ πρὸ αὐτοῦ πειρασμοῦ ἀναγεγραμμένου· „ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν οὐδὲν ἥμαρτεν Ἰὼβ ἐνώπιον τοῦ θεοῦ“· ὃ δὴ προστάσσων μὴ δεῖν γίνεσθαι ἐν τῷ Δευτερονομίῳ ὁ λόγος φησί· „πρόσεχε μή ποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου, ἀνόμημα, λέγων· ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον“ καὶ τὰ ἑξῆς.