De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

οὕτως οὖν ἤδη οἱονεὶ ἐρεῖ ὁ προδιατασσόμενος τὰ ὅλα ὅτι Ἀμὼς γεννήσει τὸν Ἰωσίαν, ὅστις οὐ ζηλώσει τὰ τοῦ πατρὸς πταίσματα ἀλλὰ τυχὼν τῆσδε τῆς ἐπ᾿ ἀρετὴν προτρεπούσης ὁδοῦ διὰ τῶνδε τῶν συνεσομένων καλὸς ἔσται καὶ ἀγαθὸς, ὅστις κατασκάψει τὸ τοῦ Ἱεροβοὰμ κακῶς οἰκοδομηθὲν θυσιαστήριον. οἶδα δὲ καὶ

v.2.p.315
Ἰούδαν. ἐπιδημήσαντός μου τοῦ υἱοῦ τῷ τῶν ἀνθρώπων γένει. κατὰ μὲν τὰς ἀρχὰς ἐσόμενον καλὸν καὶ ἀγαθὸν ὕστερον δὲ ἐκτραπησόμενον καὶ εἰς τὰ ἀνθρώπινα ἁμαρτήματα ἐκπεσούμενον, ὅντινα ἐπὶ τούτοις εὔλογον ἔσται παθεῖν τάδε τινά. (ἡ δὲ πρόγνωσις αὕτη τάχα μὲν ἐπὶ πάντων πάντως δὲ ἐπὶ Ἰούδα καὶ ἑτέρων μυστηρίων καὶ ἐν τῷ υἱῷ τοῦ θεοῦ γίνεται. ἑωρακότι τῇ κατανοήσει τοῦ ἐξελιγμοῦ τῶν ἐσομένων τὸν Ἰούδαν καὶ τὰ ἁμαρτήματα τὰ ἁμαρτηθησόμενα αὐτῷ· ὥστε μετὰ καταλήψεως αὐτὸν, καὶ πρὶν γενέσθαι τὸν Ἰούδαν. διὰ τοῦ Δαυῒδ εἰρηκέναι· „ὁ θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς“ καὶ τὰ ἑξῆς.) εἰδὼς δὲ τὰ μέλλοντα, καὶ ὁποῖον τόνον ἕξει πρὸς τὴν θεοσέβειαν ὁ Παῦλος, ἐν ἐμαυτῷ μὲν, πρὶν κτίσαι τὸν κόσμον ἐπιβαλλόμενος τῇ ἀρχῇ τῆς κοσμοποιΐας, αὐτὸν ἐπιλέξομαι καὶ ταῖσδε συνεργούσαις ἀνθρώπων σωτηρίᾳ δυνάμεσιν ἅμα τῷ γεννηθῆναι παραθήσομαι, ἀφορίζων αὐτὸν „ἐκ κοιλίας μητρὸς“ καὶ ἐπιτρέπων κατὰ τὰς ἀρχὰς ἐν νεότητι ζήλῳ μετὰ ἀγνοίας ἐγγινομένῳ προφάσει θεοσεβείας διώκειν τοὺς εἰς τὸν Χριστόν μου πεπιστευκότας καὶ τηρεῖν „τὰ ἱμάτια“ τῶν λιθοβολούντων τὸν θεραπευτήν μου καὶ μάρτυρα Στέφανον, ἵνα νεανιευσάμενος ὕστερον ἀφορμῆς λαβόμενος καὶ μεταβαλόμενος ἐπὶ τὰ βέλτιστα „μὴ καυχήσηται“ „ἐνώπιον“ ἐμοῦ ἀλλὰ λέγῃ· „οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ,“ καὶ αἰσθόμενος τῆς ἐσομένης μου εἰς αὐτὸν εὐεργεσίας μετὰ τὰ ἐν νεότητι προφάσει θεοσεβείας πταίσματα εἴπῃ· „χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι“· καὶ κωλυόμενος δὲ ὑπὸ τοῦ συνειδότος διὰ τὰ ὑπὸ νεανίου αὐτοῦ ἔτι τυγχάνοντος πεπραγμένα κατὰ Χριστοῦ οὐχ ὑπερεπαρθήσεται „τῇ ὑπερβολῇ τῶν“ ἐπ᾿ εὐεργεσίᾳ φανερωθησομένων αὐτῷ „ἀποκαλύψεων.“