De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ἀλλὰ καὶ περὶ πάντων τῶν σωθησομένων ἐν τῇ πρὸς Ἐφεσίους ἀναγέγραπται ὅτι „ἐξελέξατο“ αὐτοὺς „ἐν αὐτῷ,“ „ἐν Χριστῷ“ ὁ πατὴρ „πρὸ καταβολῆς κόσμου εἰς τὸ εἶναι“ αὐτοὺς „ἁγίους καὶ ἀμώμους κατ᾿ ἐνώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορίσας“ αὐτοὺς „εἰς υἱοθεσίαν διὰ Χριστοῦ εἰς αὐτόν.“ ἤτοι οὖν τις ἐκ τῶν „πρὸ καταβολῆς κόσμου“ ἐστὶν ἐξειλεγμένος, καὶ ἀμήχανον αὐτὸν τῆς ἐκλογῆς ἐκπεσεῖν, διόπερ οὐ χρεία τούτῳ εὐχῆς· ἢ οὐκ ἐξείλεκται οὐδὲ προώρισται, καὶ μάτην εὔχεται, κἂν μυριάκις εὔξηται, οὐκ ἐπακουσθησόμενος. „οὓς“ γὰρ „προέγνω“ ὁ θεὸς, τούτους „καὶ προώρισε συμμόρφους τῆς εἰκόνος“ „τῆς δόξης“ „τοῦ υἱοῦ αὐτοῦ.“ „οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε.“ τί γὰρ κάμνει Ἰωσίας ἢ διὰ τί εὐχόμενος πεφρόντικε περὶ τοῦ πότερόν ποτε εἰσακουσθήσεται ἢ μὴ, πρὸ πολλῶν γενεῶν ὀνομαστὶ προφητευθεὶς καὶ περὶ τοῦ ὅ τι ποτὲ πράξει οὐ μόνον προγνωσθεὶς ἀλλὰ καὶ εἰς ἐπήκοον πολλῶν προῤῥηθείς; ἵνα τί δὲ καὶ Ἰούδας προσεύχεται, ὥστε καὶ τὴν προσευχὴν αὐτοῦ γενηθῆναι „εἰς ἁμαρτίαν,“ ἀπὸ τῶν Δαυῒδ χρόνων προκηρυχθεὶς ὡς ἀπολέσων „τὴν ἐπισκοπὴν,“ ἑτέρου

v.2.p.311
ληψομένου ἀντ᾿ αὐτοῦ αὐτήν; αὐτόθεν δὲ ἀπεμφαίνει, ἀτρέπτου ὄντος τοῦ θεοῦ καὶ τὰ ὅλα προκατειληφότος μένοντός τε ἐν τοῖς προδιατεταγμένοις, εὔχεσθαι, οἰόμενον μετατρέψειν διὰ τῆς εὐχῆς αὐτοῦ τὴν πρόθεσιν ἢ ὡς μὴ προδιαταξαμένῳ ἀλλὰ περιμένοντι τὴν ἑκάστου εὐχὴν ἐντυγχάνειν, ἵνα διὰ τὴν εὐχὴν διατάξηται τὸ πρέπον τῷ εὐχομένῳ, τότε τάσσων τὸ δοκιμαζόμενον εἶναι εὔλογον οὐ πρότερον αὐτῷ τεθεωρημένον.

κείσθω δὲ ἐν τοῖς παροῦσιν αὐταῖς λέξεσιν ἅπερ διὰ τῶν πρός με γραμμάτων ἔταξας, οὕτως ἔχοντα. „πρῶτον· εἰ προγνώστης ἐστὶν ὁ θεὸς τῶν μελλόντων, καὶ δεῖ αὐτὰ γίνεσθαι, ματαία ἡ προσευχή. δεύτερον· εἰ πάντα κατὰ βούλησιν θεοῦ γίνεται, καὶ ἀραρότα αὐτοῦ ἐστι τὰ βουλεύματα, καὶ οὐδὲν τραπῆναι ὧν βούλεται δύναται, ματαία ἡ προσευχή,“ χρήσιμα δὲ, ὡς οἶμαι, ταῦτα πρὸς λύσιν τῶν ἀποναρκᾶν πρὸς τὸ εὔχεσθαι ποιούντων προδιαληπτέον.

Τῶν κινουμένων τὰ μέν τινα τὸ κινοῦν ἔξωθεν ἔχει ὥσπερ τὰ ἄψυχα καὶ ὑπὸ ἕξεως μόνης συνεχόμενα καὶ τὰ ὑπὸ φύσεως καὶ ψυχῆς κινούμενα. οὐχ ᾗ τοιαῦτα ἔσθ᾿ ὅτε κινούμενα ἀλλ᾿ ὁμοίως τοῖς ὑπὸ ἕξεως μόνης συνεχομένοις· λίθοι γὰρ καὶ ξύλα, τὰ ἐκκοπέντα τοῦ μετάλλου ἢ τὸ φύειν ἀπολωλεκότα, ὑπὸ ἕξεως μόνης συνεχόμενα τὸ κινοῦν ἔξωθεν ἔχει, ἀλλὰ καὶ τὰ τῶν ζῴων σώματα καὶ τὰ φορητὰ τῶν πεφυτευμένων, ὑπό τινος μετατιθέμενα, οὐχ ᾗ ζῷα καὶ φυτὰ μετατίθεται ἀλλ᾿ ὁμοίως λίθοις καὶ ξύλοις τοῖς τὸ φύειν ἀπολωλεκόσι· κἂν κινῆται καὶ ταῦτα τῷ ῥευστὰ εἶναι πάντα τὰ σώματα φθίνοντα, παρακολουθητικὴν ἔχει τὴν ἐν τῷ φθίνειν

v.2.p.312
κίνησιν. δεύτερα δὲ παρὰ ταῦτά ἐστι κινούμενα τὰ ὑπὸ τῆς ἐνυπαρχούσης φύσεως ἢ ψυχῆς κινούμενα, ἃ καὶ ἐξ αὑτῶν κινεῖσθαι λέγεται παρὰ τοῖς κυριώτερον χρωμένοις τοῖς ὀνόμασι, τρίτη δέ ἐστι κίνησις ἡ ἐν τοῖς ζῴοις, ἥτις ὀνομάζεται ἡ ἀφ᾿ αὑτῶν κίνησις· οἶμαι δὲ ὅτι ἡ τῶν λογικῶν κίνησις δι᾿ αὐτῶν ἐστι κίνησις. ἐὰν· δὲ περιέλωμεν ἀπὸ τοῦ ζῴου τὴν ἀφ᾿ αὑτοῦ κίνησιν, οὐδὲ ζῷον ἔτι ον ὑπονοηθῆναι δύναται, ἀλλὰ ἔσται ὅμοιον ἤτοι φυτῷ ὑπὸ φύσεως μόνης κινουμένῳ ἢ λίθῳ ὑπό τινος ἔξωθεν φερομένῳ. ἐὰν δὲ παρακολουθῇ τι τῇ ἰδίᾳ κινήσει, ἐπεὶ τοῦτο δι᾿ αὐτοῦ κινεῖσθαι ὠνομάσαμεν, ἀνάγκη τοῦτο εἶναι λογικόν.

οἱ τοίνυν θέλοντες μηδὲν εἶναι ἐφ᾿ ἡμῖν, ἀναγκαίως ἠλιθιώτατόν τι παραδέξονται· πρῶτον μὲν ὅτι οὐκ ἐσμὲν ζῷα, δεύτερον δὲ ὅτι οὐδὲ λογικὰ, ἀλλ᾿ οἷον ὑπὸ ἔξωθεν κινοῦντος αὐτοὶ οὐδαμῶς κινούμενοι ποιεῖν ὑπ᾿ ἐκείνου λεγοίμεθα ἃ ποιεῖν νομιζόμεθα. ἄλλως τε καὶ τοῖς ἰδίοις πάθεσιν ἐπιστήσας τις ὁράτω, εἰ μὴ ἀναιδῶς ἐρεῖ μὴ αὐτὸς θέλειν καὶ μὴ αὐτὸς ἐσθίειν καὶ μὴ αὐτὸς περιπατεῖν μηδὲ αὐτὸς συγκατατίθεσθαι καὶ παραδέχεσθαι ὁποῖα δή ποτε τῶν δογμάτων μηδὲ αὐτὸς ἀνανεύειν πρὸς ἕτερα ὡς ψευδῆ. ὥσπερ οὖν πρός τινα δόγματα ἀμήχανον διατεθῆναι ἄνθρωπον, κἂν μυριάκις αὐτὰ κατασκευάζῃ εὑρεσιλογῶν καὶ πιθανοῖς λόγοις χρώμενος, οὕτως ἀδύνατον διατεθεῖσθαί τινα περὶ τῶν ἀνθρωπίνων, ὡς μηδαμῶς τοῦ ἐφ᾿ ἡμῖν σῳζομένου. τίς γὰρ διάκειται περὶ τοῦ μηδὲν εἶναι καταληπτὸν ἢ οὕτως βιοῖ, ὡς ἐπέχων περὶ παντὸς οὑτινοσοῦν; τίς δὲ οὐκ ἐπιπλήττει, φαντασίαν ἁμαρτήσαντος οἰκέτου λαβὼν, τῷ θεράποντι; καὶ τίς ἐστιν, ὃς μὴ αἰτιᾶται υἱὸν τὸ πρὸς γονεῖς καθῆκον μὴ ἀποδιδόντα ἢ μὴ μέμφεται καὶ ψέγει ὡς αἰσχρὸν πεποιηκυῖαν τὴν μεμοιχευμένην; βιάζεται γὰρ ἡ ἀλήθεια καὶ ἀναγκάζει, κἂν μυριάκις τις εὑρεσιλογῇ, ὁρμᾶν καὶ ἐπαινεῖν καὶ ψέγειν, ὡς τηρουμένου τοῦ ἐφ᾿ ἡμῖν, καὶ τούτου ἐπαινετοῦ ἢ ψεκτοῦ γινομένου παρ᾿ ἡμᾶς.

v.2.p.313

εἰ δὴ τὸ ἐφ᾿ ἡμῖν σῴζεται, μυρίας ὅσας ἀπονεύσεις ἔχον πρὸς ἀρετὴν ἢ κακίαν καὶ πάλιν ἢ πρὸς τὸ καθῆκον ἢ πρὸς τὸ παρὰ τὸ καθῆκον, ἀναγκαίως τοῦτο μετὰ τῶν λοιπῶν, πρὶν γένηται, τῷ θεῷ ἔγνωσται „ἀπὸ κτίσεως“ καὶ „καταβολῆς κόσμου“, ὁποῖον ἔσται· καὶ ἐν πᾶσιν, οἷς προδιατάσσεται ὁ θεὸς ἀκολούθως οἷς ἑώρακε περὶ ἑκάστου ἔργου τῶν ἐφ᾿ ἡμῖν, προδιατέτακται κατ᾿ ἀξίαν ἑκάστῳ κινήματι τῶν ἐφ᾿ ἡμῖν τὸ καὶ ἀπὸ τῆς προνοίας αὐτῷ ἀπαντησόμενον ἔτι δὲ καὶ κατὰ τὸν εἱρμὸν τῶν ἐσομένων συμβησόμενον, οὐχὶ τῆς προγνώσεως τοῦ θεοῦ αἰτίας γινομένης τοῖς ἐσομένοις πᾶσι καὶ ἐκ τοῦ ἐφ᾿ ἡμῖν κατὰ τὴν ὁρμὴν ἡμῶν ἐνεργηθησομένοις. εἰ γὰρ καὶ καθ᾿ ὑπόθεσιν μὴ γινώσκοι ὁ θεὸς τὰ ἐσόμενα, οὐ παρὰ τοῦτο ἀπολοῦμεν τὸ τάδε τινὰ ἐνεργήσειν καὶ τάδε θελήσειν· πλέον δὲ ἀπὸ τῆς προγνώσεως γίνεται τὸ κατάταξιν λαμβάνειν εἰς τὴν τοῦ παντὸς διοίκησιν χρειώδη τῇ τοῦ κόσμου καταστάσει τὸ ἑκάστου ἐφ᾿ ἡμῖν.