De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Ἤδη δὲ καὶ περὶ τοῦ κλίματος, εἰς ὃ ἀφορῶντα εὔχεσθαι δεῖ, ὀλίγα λεκτέον. τεσσάρων δὲ ὄντων κλιμάτων, τοῦ τε πρὸς ἄρκτον καὶ μεσημβρίαν καὶ τοῦ πρὸς δύσιν καὶ ἀνατολὴν, τίς οὐκ ἂν αὐτόθεν ὁμολογήσαι τὸ πρὸς ἀνατολὴν ἐναργῶς ἐμφαίνειν τὸ δεῖν ἐκεῖ νεύοντας συμβολικῶς, ὡς τῆς ψυχῆς ἐνορώσης τῇ τοῦ ἀληθινοῦ φωτὸς ἀνατολῇ, ποιεῖσθαι τὰς εὐχάς; ἐὰν δέ τις ὅπου δή ποτε τῶν θυρῶν τοῦ οἴκου νευουσῶν βούληται μᾶλλον κατὰ τὸ ἀνεῳγὸς τῆς οἰκίας προσφέρειν τὰς ἐντεύξεις, λέγων τὴν εἰς τὸν

v.2.p.401
οὐρανὸν ὄψιν ἔχειν τι μᾶλλον προκαλούμενον ἐφ᾿ ἑαυτὴν τῆς ἐπὶ τὸν τοῖχον ἐπιβλέψεως. εἰ τύχοιεν μὴ διανεῳγότα τοῦ οἴκου τὰ πρὸς ἀνατολὰς, λεκτέον πρὸς αὐτὸν ὅτι θέσει τῶν οἰκοδομημάτων ἀνθρώπων κατὰ τάδε τὰ κλίματα ἢ τάδε διανοιγομένων, φύσει δὲ τῆς ἀνατολῆς τῶν λοιπῶν προκεκριμένης κλιμάτων, τὸ φύσει τοῦ θέσει προτακτέον. ἀλλὰ καὶ ὁ ἐν πεδίῳ εὔξασθαι βουλόμενος, τί μᾶλλον κατὰ τοῦτον τὸν λόγον ἐπ᾿ ἀνατολὰς ἢ ἐπὶ δύσιν προσεύξεται; εἰ δὲ ἐκεῖ προκριτέον τὰς ἀνατολὰς κατὰ τὸ εὔλογον, διὰ τί τοῦτο οὐ πανταχοῦ ποιητέον; καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον.