De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

καὶ ἐπὶ τούτοις πᾶσι τὸ ὑπὲρ πάντα „ποίημα“ καὶ πλάσμα ὄντες τοῦ θεοῦ ὀφείλομέν τινα διάθεσιν σῴζειν πρὸς αὐτὸν καὶ ἀγάπην τὴν „ἐξ ὅλης καρδίας“ „καὶ ἐξ ὅλης ἰσχύος“ „καὶ ἐξ ὅλης διανοίας“· ἅτινα ἐὰν μὴ κατορθώσωμεν, ὀφειλέται μένομεν θεοῦ, ἁμαρτάνοντες εἰς κύριον. καὶ τίς ἐπὶ τούτοις εὔξεται περὶ ἡμῶν; „ἐὰν“ γὰρ „ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ· ἐὰν (δὲ) εἰς κύριον ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;“ ὥς φησιν ἐν

v.2.p.377
τῇ πρώτῃ τῶν Βασιλειῶν ὁ Ἠλεί. ἀλλὰ καὶ Χριστοῦ ὠνησαμένου ἡμᾶς τῷ ἰδίῳ αἵματι ὀφειλέται ἐσμὲν, ὥσπερ καὶ πᾶς οἰκέτης τοῦ ὠνησαμένου ἐστὶν ὀφειλέτης τοῦ τοσοῦδε δοθέντος ὑπὲρ αὐτοῦ χρήματος. ἔστι τις ἡμῖν καὶ πρὸς „τὸ ἅγιον πνεῦμα“ ὀφειλὴ, ἀποδιδομένη, ὅτε οὐ λυποῦμεν αὐτὸ, „ἐν ᾧ“ ἐσφραγίσθημεν „εἰς ἡμέραν ἀπολυτρώσεως,“ καὶ μὴ λυποῦντες αὐτὸ φέρομεν τοὺς καρποὺς, οὓς ἀπαιτούμεθα, συνόντος αὐτοῦ ἡμῖν καὶ ζῳοποιοῦντος ἡμῶν τὴν ψυχήν. εἰ καὶ μὴ ἴσμεν δὲ ἐπιμελῶς, τίς ὁ ἑκάστου ἡμῶν ἄγγελος βλέπων „τοῦ ἐν οὐρανοῖς“ „πατρὸς“ „τὸ πρόσωπον,“ ἀλλὰ φανερόν γε ἐπισκοπήσαντι ἑκάστῳ ἡμῶν γίνεται ὅτι κἀκείνῳ ὀφειλέται τινῶν ἐσμεν. εἰ δὲ καὶ ἐν θεάτρῳ ἐσμὲν κόσμου καὶ ἀγγέλων καὶ ἀνθρώπων. ἰστέον ὅτι, ὥσπερ ὁ ἐν θεάτρῳ ὀφειλέτης ἐστὶ τοῦ τάδε τινὰ εἰπεῖν ἢ ποιῆσαι ἐν ὄψει τῶν θεατῶν, ἅπερ μὴ πράξας τις ὡς τὸ πᾶν ὑβρίσας θέατρον κολάζεται· οὕτως καὶ ἡμεῖς „τῷ“ ὅλῳ „κόσμῳ“ „καὶ“ τοῖς πᾶσιν „ἀγγέλοις“ τῷ τε τῶν ἀνθρώπων γένει ὀφείλομεν ταῦτα, ἃ βουληθέντες ἀπὸ τῆς σοφίας μαθησόμεθα.

χωρὶς δὲ τούτων καθολικωτέρων ὄντων ἔστι τις χήρας προνοουμένης ὑπὸ τῆς ἐκκλησίας ὀφειλὴ καὶ ἑτέρα διακόνου καὶ ἄλλη πρεσβυτέρου. καὶ ἐπισκόπου δὲ ὀφειλὴ βαρυτάτη ἐστὶν, ἀπαιτουμένη ὑπὸ τοῦ τῆς ὅλης ἐκκλησίας σωτῆρος καὶ ἐκδικουμένη, εἰ μὴ ἀποδιδοῖτο. ἤδη δὲ ὁ ἀπόστολος ὀφειλήν τινα κοινὴν ὠνόμασεν ἀνδρὸς καὶ γυναικὸς λέγων· „τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί“· καὶ ἐπιφέρει· „μὴ ἀποστερεῖτε ἀλλήλους.“ καὶ τί με δεῖ λέγειν, παρὸν τὰ ἑαυτῶν ἀναλέγεσθαι ἐκ τῶν εἰρημένων τοὺς ἐντυγχάνοντας τῇδε τῇ γραφῇ, ὅσα ὀφείλοντες ἤτοι μὴ ἀποδιδόντες κατασχεθησόμεθα ἢ ἀποδιδόντες ἐλευθερωθησόμεθα; πλὴν οὐκ ἔστιν ἐν τῷ βίῳ ὄντα πάσης ὥρας νυκτὸς καὶ ἡμέρας μὴ ὀφείλειν.

ἀλλ᾿ ἐν τῷ ὀφείλειν ἤτοι ἀποδίδωσί τις ἢ ἀποστερεῖ τὴν ὀφειλήν· καὶ δυνατόν γε ἐν τῷ βίῳ ἀποδιδόναι. δυνατὸν δὲ καὶ

v.2.p.378
ἀποστερεῖν. καὶ τινὲς μὲν οὐδενὶ ὀφείλουσιν οὐδέν· τινὲς δὲ τὰ πλεῖστα ἀποτιννύντες (ὀλίγα ὀφείλουσι, τινὲς δὲ) ὀλίγα ἀποδιδόντες τὰ πλείονα ὀφείλουσι· καὶ τάχα ἔστιν ὁ μηδὲν ἀποδιδοὺς ἀλλὰ πάντα ὀφείλων. καὶ ὁ ἀποδιδοὺς μέντοι γε πάντα, ὥστε μηδὲν ὀφείλειν, χρόνῳ ποτὲ τοῦτο κατορθοῖ, δεόμενος ἀφέσεως περὶ τῶν προτέρων ὀφειλῶν· ἧστινος ἀφέσεως εὐλόγως δύναται τυχεῖν ὁ φιλοτιμησάμενος ἀπό τινος χρόνου τοιοῦτος γενέσθαι, ὥστε μηδὲν ὀφείλειν τῶν ἐπιβαλλόντων ὡς οὐκ ἀποδιδομένων. αὗται δὲ αἱ παράνομοι ἐνέργειαι, ἐν τῷ ἡγεμονικῷ τυπούμεναι, „τὸ καθ᾿ ἡμῶν“ γίνονται „χειρόγραφον,“ ἀφ᾿ οὗ δικασθησόμεθα, δίκην βίβλων τῶν ὑπὸ πάντων, ἵν᾿ οὕτως εἴπω, κεχειρογραφημένων προαχθησομένων, ὅτε „πάντες παραστησόμεθα τῷ βήματι“ „τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἅ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.“ κατὰ ταύτας τὰς ὀφειλὰς καὶ τὸ ἐν ταῖς Παροιμίαις λέγεται· „μὴ δίδου σεαυτὸν εἰς ἐγγύην ὁ αἰσχυνόμενος πρόσωπον· εἰ γὰρ οὐχ ἕξει πόθεν ἀποδώσει, λήψονται τὸ σὸν στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου.“