De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

καὶ τάχα λέγων δεῖν εὔχεσθαι ὁ σωτὴρ ἡμῶν, ἵνα γένηται „τὸ θέλημα“ τοῦ πατρὸς „ὡς ἐν οὐρανῷ“ οὕτως „καὶ ἐπὶ γῆς,“ οὐ πάντως περὶ τῶν ἐν τόπῳ τῆς „γῆς“ κελεύει γίνεσθαι τὰς εὐχὰς, ὅπως ὁμοιωθῶσι τοῖς ἐν· τόπῳ οὖσιν οὐρανίῳ· ἀλλ᾿ ἔστιν αὐτῷ ἡ πρόσταξις τῆς εὐχῆς, βουλομένῳ ὁμοιωθῆναι πάντα τὰ „ἐπὶ γῆς,“ τουτέστι τὰ χείρονα καὶ τοῖς γηΐνοις ᾠκειωμένα, τοῖς κρείττοσι καὶ ἔχουσι „τὸ πολίτευμα ἐν οὐρανοῖς,“ πᾶσι γενομένοις οὐρανῷ. ὁ μὲν

v.2.p.363
γὰρ ἁμαρτάνων, ὅπου ποτ᾿ ἂν ᾖ, ἐστὶ „γῆ,“ εἰς τὴν συγγενῆ, ἐὰν μὴ μετανοῇ, ἐσόμενός πῃ· ὁ δὲ ποιῶν „τὸ θέλημα“ τοῦ θεοῦ καὶ μὴ παρακούων τῶν σωτηρίων πνευματικῶν νόμων οὐρανός ἐστιν. εἴτε οὖν „γῆ“ ἔτι ἐσμὲν διὰ τὴν ἁμαρτίαν, εὐχώμεθα καὶ ἐφ᾿ ἡμᾶς οὕτω „τὸ θέλημα“ τοῦ θεοῦ διατεῖναι διορθωτικῶς, ὥσπερ ἔφθακεν ἐπὶ τοὺς πρὸ ἡμῶν γενομένους οὐρανὸν ἢ ὄντας οὐρανόν· εἴτε μὴ γῆ ἀλλ᾿ οὐρανὸς ἤδη λελογίσμεθα τῷ θεῷ, ἀξιώσωμεν, ἵνα καὶ „ἐπὶ τῆς γῆς“ ὁμοίως „τῷ οὐρανῷ,“ λέγω δὲ ἐπὶ τῶν χειρόνων, πληρωθῇ „τὸ θέλημα“ τοῦ θεοῦ εἰς τὴν, ἵν᾿ οὕτως εἴπω, οὐρανοποίησιν αὐτῆς, ὥστε μηκέτι ποτὲ εἶναι γῆν ἀλλὰ πάντα γενέσθαι οὐρανόν. ἐὰν γὰρ ὡς „ἐν οὐρανῷ“ κατὰ τὰ ἡρμηνευμένα „τὸ θέλημα“ τοῦ θεοῦ οὕτω γένηται „καὶ ἐπὶ γῆς,“ ἡ γῆ οὐ μενεῖ γῆ· ὡς (εἰ λέγοιμι ἐπὶ ἄλλου παραδείγματος σαφέστερον) ἐὰν, ὥσπερ γεγένηται „τὸ θέλημα“ τοῦ θεοῦ ἐπὶ τοὺς σώφρονας, οὕτω γένηται καὶ ἐπὶ τοὺς ἀκολάστους, οἱ ἀκόλαστοι σώφρονες ἔσονται, ἢ ὡς γεγένηται „τὸ θέλημα“ τοῦ θεοῦ ἐπὶ τοὺς δικαίους, ἐὰν οὕτω γένηται καὶ ἐπὶ τοὺς ἀδίκους, οἱ ἄδικοι δίκαιοι ἔσονται· διὰ τοῦτο ἐὰν, ὡς „ἐν οὐρανῷ“ γεγένηται „τὸ θέλημα“ τοῦ θεοῦ, γένηται „καὶ ἐπὶ γῆς,“ ἐσόμεθα πάντες οὐρανὸς, τῆς μὴ ὠφελούσης σαρκὸς καὶ συγγενοῦς αὐτῇ αἵματος μὴ δυναμένων κληρονομεῖν „βασιλείαν θεοῦ.“ κληρονομεῖν δ᾿ ἂν λεχθησομένων, ἐὰν μεταβάλωσιν ἀπὸ σαρκὸς καὶ γῆς καὶ χοῦ καὶ αἵματος ἐπὶ τὴν οὐράνιον οὐσίαν.

„Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον,“ ἢ ὡς ὁ Λουκᾶς· „τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν καθ᾿ ἡμέραν.“ ἐπεί τινες ὑπολαμβάνουσι περὶ τοῦ σωματικοῦ ἄρτου λέγεσθαι εὔχεσθαι ἡμᾶς, ἄξιον αὐτῶν τὴν ψευδοδοξίαν διὰ τούτων περιελόντας παραστῆσαι τὸ ἀληθὲς περὶ τοῦ ἐπιουσίου ἄρτου. λεκτέον οὖν πρὸς αὐτοὺς ὅτι πῶς ὁ λέγων δεῖν αἰτεῖν ἐπουράνια καὶ μεγάλα, οὔτε ἐπουρανίου ὄντος τοῦ εἰς τὴν σάρκα ἡμῶν ἀναδιδομένου ἄρτου οὔτε μεγάλου αἰτήματος τοῦ περὶ

v.2.p.364
τούτου ἀξιοῦν, ὡσπερεὶ κατ᾿ αὐτοὺς ἐπιλαθόμενος ὧν ἐδίδαξε προστάττει περὶ ἐπιγείου καὶ μικροῦ ἔντευξιν ἀναφέρειν τῷ πατρί;

ἡμεῖς δὲ ἑπόμενοι αὐτῷ διδασκάλῳ, διδάσκοντι τὰ περὶ τοῦ ἄρτου, διὰ πλειόνων ταῦτα παραθησόμεθα. φησὶν ἐν τῷ κατὰ Ἰωάννην πρὸς ἐληλυθότας εἰς Καφαρναοὺμ ζητεῖν αὐτόν· „ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ (με) οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾿ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.“ ὁ γὰρ φαγὼν „ἐκ τῶν“ ὑπὸ Ἰησοῦ εὐλογηθέντων „ἄρτων“ καὶ πληρωθεὶς αὐτῶν μᾶλλον ζητεῖ καταλαβεῖν ἀκριβέστερον τὸν υἱὸν τοῦ θεοῦ καὶ σπεύδει πρὸς αὐτόν. διόπερ καλῶς προστάττει λέγων· „ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἵν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει.“ πρὸς ταῦτα δὲ πυθομένων τῶν ἀκουσάντων καὶ λεγόντων· „τί ποιῶμεν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ; ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ ἔργον τοῦ θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.“ „ἀπέστειλε“ δὲ ὁ θεὸς „τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς,“ ὡς ἐν ψαλμοῖς γέγραπται, δηλονότι τοὺς νενοσηκότας· ᾧ λόγῳ οἱ πιστεύοντες ἐργάζονται „τὰ ἔργα τοῦ θεοῦ,“ ὄντα „βρῶσιν μένουσαν εἰς ζωὴν αἰώνιον.“ καὶ „ὁ πατὴρ“ δέ μου, φησὶ, „δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.“ „ἄρτος“ δὲ ἀληθινός ἐστιν ὁ „τὸν“ „ἀληθινὸν“ τρέφων „ἄνθρωπον,“ τὸν „κατ᾿ εἰκόνα τοῦ θεοῦ“ πεποιημένον, ᾧ ὁ τραφεὶς καὶ „καθ᾿ ὁμοίωσιν“ „τοῦ κτίσαντος“ γίνεται. τί δὲ λόγου τῇ ψυχῇ τροφιμώτερον, ἢ τί τῆς σοφίας τοῦ θεοῦ τῷ νῷ τοῦ χωροῦντος αὐτὴν τιμιώτερον; τί δὲ ἀληθείας τῇ λογικῇ φύσει καταλληλότερον;

ἐὰν δέ τις πρὸς ταῦτα ἀνθυποφέρῃ λέγων μὴ ἂν αὐτὸν διδάσκειν ὡς περὶ ἑτέρου ὄντος ἄρτου τοῦ ἐπιουσίου αἰτεῖν, ἀκουέτω ὅτι καὶ ἐν τῷ κατὰ Ἰωάννην ὅπου μὲν ὡς περὶ ἑτέρου τινὸς παρ᾿ αὐτὸν διαλέγεται, ὅπου δὲ ὡς αὐτὸς ὁ ἄρτος ὤν· ὡς μὲν περὶ ἑτέρου διὰ τούτων· „Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ,“ „οὐ“ „τὸν ἀληθινὸν,“ „ἀλλ᾿ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ

v.2.p.365
οὐρανοῦ τὸν ἀληθινόν“· ὡς δὲ περὶ αὐτοῦ φησι πρὸς εἰπόντας αὐτῷ· „πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον,“ „ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ. καὶ ὀ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε.“ καὶ μετ᾿ ὀλίγα· „ἐγώ εἰμι ὁ ἄρτος (ὁ ζῶν) ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσει εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.“

ἐπεὶ δὲ πᾶσα τροφὴ „ἄρτος“ λέγεται κατὰ τὴν γραφὴν, ὡς δῆλον ἐκ τοῦ περὶ Μωϋσέως ἀναγεγράφθαι „ἄρτον οὐκ“ ἔφαγε „τεσσαράκοντα ἡμέρας καὶ ὕδωρ οὐκ“ ἔπιε, ποικίλος δέ ἐστι καὶ διάφορος ὁ τρόφιμος λόγος, οὐ πάντων δυναμένων τῇ στεῤῥότητι καὶ εὐτονίᾳ τρέφεσθαι τῶν θείων μαθημάτων· διὰ τοῦτο βουλόμενος παραστῆσαι ἀθλητικὴν τελειοτέροις ἁρμόζουσαν τροφήν φησιν· „ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς,“ καὶ μετ᾿ ὀλίγα· „ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα· καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι᾿ ἐμέ.“ αὕτη δέ ἐστιν ἡ „ἀληθὴς“ „βρῶσις,“ „σὰρξ“ Χριστοῦ, ἥτις „λόγος“ οὖσα γέγονε „σὰρξ“ κατὰ τὸ εἰρημένον· „καὶ ὁ λόγος σὰρξ ἐγένετο.“ ὅτε δὲ (φάγοιμεν καὶ) πίοιμεν αὐτὸν, „καὶ ἐσκήνωσεν ἐν ἡμῖν“· ἐπὰν δὲ ἀναδιδῶται, πληροῦται τὸ „ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ.“ „οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.“

v.2.p.366

ὁ δὲ Παῦλος „νηπίοις“ διαλεγόμενος καὶ „κατὰ ἄνθρωπον“ περιπατοῦσι Κορινθίοις φησί· „γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπωγὰρ ἐδύνασθε. ἀλλ᾿ οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γάρ ἐστε σάρκινοι“ καὶ ἐν τῇ πρὸς Ἑβραίους· „καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς. πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστι· τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.“ ἐγὼ δὲ ἡγοῦμαι καὶ τὸ „ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει“ μὴ περὶ σωματικῶν τροφῶν αὐτῷ προηγουμένως λέγεσθαι ἀλλὰ περὶ τῶν τρεφόντων τὴν ψυχὴν λόγων θεοῦ· τοῦ μὲν πιστοτάτου καὶ τελειοτάτου δυναμένου πάντων μεταλαμβάνειν, ὅνπερ δηλοῖ διὰ τοῦ „ὃς μὲν πιστεύει φαγεῖν πάντα,“ τοῦ δὲ ἀσθενεστέρου καὶ ἀτελεστέρου ἁπλουστέροις καὶ μὴ πάνυ εὐτονίαν ἐμποιοῦσι μαθήμασιν ἀρκουμένου, ὅντινα αὐτὸς σημῆναι θέλων λέγει· „ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.“

καὶ τὸ παρὰ τῷ Σολομῶντι δὲ ἐν ταῖς Παροιμίαις λεγόμενον ἡγοῦμαι διδάσκειν ὅτι βελτίων ὁ μὴ χωρῶν τὰ εὐτονώτερα καὶ μείζονα τῶν δογμάτων διὰ τὴν ἁπλότητα (οὐκ ἐσφαλμένα μέντοι γε φρονῶν) τοῦ ἐντρεχεστέρου μὲν καὶ ὀξυτέρου καὶ μειζόνως ἐπιβάλλοντος τοῖς πράγμασι τὸν δὲ τῆς εἰρήνης καὶ συμφωνίας τῶν ὅλων λόγον μὴ τρανοῦντος. ἔχει δὲ οὕτως αὐτῷ ἡ λέξις· „κρείσσων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ μόσχος ἀπὸ φάτνης μετὰ ἔχθρας.“ πολλάκις γοῦν ἀπεδεξάμεθα ἰδιωτικὴν καὶ ἁπλουστέραν μετὰ εὐσυνειδησίας ἑστίασιν, ξενιζόμενοι παρὰ τοῖς πλέον ἡμῖν παρασχεῖν μὴ δυναμένοις, ἤπερ λόγων ὕψος ἐπαιρομένων „κατὰ τῆς γνώσεως τοῦ θεοῦ,“ μετὰ πολλῆς πιθανότητος ἀλλότριον καταγγέλλον τοῦ „τὸν νόμον καὶ τοὺς προφήτας“ δεδωκότος πατρὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ δόγμα. ἵνα τοίνυν μήτε δἰ ἔνδειαν τροφῶν τὴν ψυχὴν νοσήσωμεν μήτε διὰ „λιμὸν λόγου κυρίου“ τῷ θεῷ ἀποθάνωμεν, τὸν ζῶντα ἄρτον, ὅστις ὁ αὐτός ἐστι τῷ ἐπιουσίῳ, πειθόμενοι τῷ διδασκάλῳ σωτῆρι ἡμῶν, πιστεύοντες καὶ βιοῦντες δεξιώτερον, αἰτῶμεν παρὰ τοῦ πατρός.

τί δὲ καὶ τὸ „ἐπιούσιον,“ ἤδη κατανοητέον. πρῶτον δὲ τοῦτο ἰστέον, ὅτι ἡ λέξις ἡ „ἐπιούσιον“ παρ᾿ οὐδενὶ τῶν Ἑλλήνων

v.2.p.367
οὔτε τῶν σοφῶν ὠνόμασται οὔτε ἐν τῇ τῶν ἰδιωτῶν συνηθείᾳ τέτριπται, ἀλλ᾿ ἔοικε πεπλάσθαι ὑπὸ τῶν εὐαγγελιστῶν. συνηνέχθησαν γοῦν ὁ Ματθαῖος καὶ ὁ Λουκᾶς περὶ αὐτῆς μηδαμῶς διαφερούσης, αὐτὴν ἐξενηνοχότες. τὸ ὅμοιον δὲ καὶ ἐπ᾿ ἄλλων οἱ ἑρμηνεύοντες τὰ Ἑβραϊκὰ πεποιήκασιν. τίς γάρ ποτε Ἑλλήνων ἐχρήσατο τῇ „ἐνωτίζου“ προσηγορίᾳ ἢ τῇ „ἀκουτίσθητι“ ἀντὶ τοῦ „εἰς τὰ ὦτα δέξαι“ καὶ „ἀκοῦσαι ποίει σ(ε)“; ἰσομοία τῇ „ἐπιούσιον“ προσηγορίᾳ ἐστὶ παρὰ Μωϋσεῖ γεγραμμένη, ὑπὸ θεοῦ εἰρημένη· „ὑμεῖς δὲ ἔσεσθέ μοι“ „λαὸς περιούσιος.“ καὶ δοκεῖ μοι ἑκατέρα λέξις παρὰ τὴν οὐσίαν πεποιῆσθαι, ἡ μὲν τὸν εἰς τὴν οὐσίαν συμβαλλόμενον ἄρτον δηλοῦσα, ἡ δὲ τὸν περὶ τὴν οὐσίαν καταγινόμενον λαὸν καὶ κοινωνοῦντα αὐτῇ σημαίνουσα.

ἡ μέντοι κυρίως οὐσία τοῖς μὲν προηγουμένην τὴν τῶν ἀσωμάτων ὑπόστασιν εἶναι φάσκουσι νενόμισται κατὰ τὰ ἀσώματα. τὸ εἶναι βεβαίως ἔχοντα καὶ οὔτε προσθήκην χωροῦντα οὔτε ἀφαίρεσιν πάσχοντα (τοῦτο γὰρ ἴδιον σωμάτων, περὶ ἃ γίνεται ἡ αὔξη καὶ ἡ φθίσις παρὰ τὸ εἶναι αὐτὰ ῥευστὰ, δεόμενα τοῦ ὑποστηρίζοντος ἐπεισιόντος καὶ τρέφοντος· ὅπερ ἐὰν πλεῖον ἐν καιρῷ ἐπεισίῃ τοῦ ἀποῤῥέοντος, αὔξησις γίνεται, ἐὰν δὲ ἔλαττον, μείωσις· τάχα δέ τινα οὐδ᾿ ὅλως τὸ ἐπεισιὸν λαμβάνοντα ἐν ἀκράτῳ. ἵν᾿ οὕτως εἴπω,

v.2.p.368
μειώσει γίνεται). τοῖς δὲ ἐπακολουθητικὴν αὐτὴν εἶναι νομίζουσι προηγουμένην δὲ τὴν τῶν σωμάτων ὅροι αὐτῆς ουτοί εἰσιν· οὐσία ἐστὶν ἢ πρώτη τῶν ὄντων ὕλη, καὶ ἐξ ἧς τὰ ὄντα, ἢ τῶν σωμάτων ὕλη, καὶ ἐξ ἧς τὰ σώματα, ἢ τῶν ὀνομαζομένων, καὶ ἐξ ἧς τὰ ὀνομαζόμενα, ἢ τὸ πρῶτον ὑπόστατον ἄποιον ἢ τὸ προϋφιστάμενον τοῖς οὖσιν ἢ τὸ πάσας δεχόμενον τὰς μεταβολάς τε καὶ ἀλλοιώσεις, αὐτὸ δὲ ἀναλλοίωτον κατὰ τὸν ἴδιον λόγον, ἢ τὸ ὑπομένον πᾶσαν ἀλλοίωσιν καὶ μεταβολήν. κατὰ τούτους δὲ ἡ οὐσία ἐστὶν ἄποιός τε καὶ ἀσχημάτιστος κατὰ τὸν ἴδιον λόγον ἀλλ᾿ οὐδὲ μέγεθος ἀποτεταγμένον ἔχουσα, πάσῃ δὲ ἔγκειται ποιότητι καθάπερ ἕτοιμόν τι χωρίον. ποιότητας δὲ διατακτικῶς λέγουσι τὰς ἐνεργείας καὶ τὰς ποιήσεις κοινῶς, ἐν αἷς εἶναι τὰς κινήσεις καὶ σχέσεις συμβέβηκεν· οὐδέ τινος γὰρ τούτων κατὰ τὸν ἴδιον λόγον μετέχειν φασὶ τὴν οὐσίαν, ἀεὶ δέ τινος αὐτῶν ἀχώριστον εἶναι πάθει τήνδε, οὐδὲν ἧττον καὶ ἐπιδεκτὴν πασῶν τῶν τοῦ ποιοῦντος ἐνεργειῶν, ὡς ἂν ἐκεῖνο ποιῇ καὶ μεταβάλλῃ· ὁ γὰρ συνὼν αὐτῇ τόνος καὶ δι᾿ ὅλων κεχωρηκὼς πάσης τε ποιότητος καὶ τῶν περὶ αὐτὴν αἴτιος ἂν οἰκονομιῶν· δι᾿ ὅλων τε μεταβλητὴν καὶ δι᾿ ὅλων διαιρετὴν λέγουσιν εἶναι, καὶ πᾶσαν οὐσίαν πάσῃ συγχεῖσθαι δύνασθαι, ἡνωμένην μέντοι.

ἐπεὶ δὲ περὶ τῆς οὐσίας ζητοῦντες διὰ „τὸν ἐπιούσιον“ „ἄρτον“ καὶ τὸν περιούσιον λαὸν εἰς τὸ τὰ σημαίνοντα διακριθῆναι

v.2.p.369
τῆς οὐσίας ταῦτ᾿ εἰρήκαμεν, ἄρτος δὲ ἐν τοῖς πρὸ τούτων νοητὸς ἦν, ὃν αἰτεῖν ἡμᾶς ἐχρῆν, ἀναγκαῖον συγγενῆ τῷ ἄρτῳ τὴν οὐσίαν εἶναι νοεῖν· ἵν᾿ ὥσπερ ὁ σωματικὸς ἄρτος ἀναδιδόμενος εἰς τὸ τοῦ τρεφομένου σῶμα χωρεῖ αὐτοῦ εἰς τὴν οὐσίαν, οὕτως „ὁ ζῶν“ καὶ „ἐξ οὐρανοῦ“ καταβεβηκὼς „ἄρτος“ ἀναδιδόμενος εἰς τὸν νοῦν καὶ τὴν ψυχὴν μεταδῷ τῆς ἰδίας δυνάμεως τῷ ἐμπαρεσχηκότι ἑαυτὸν τῇ ἀπ᾿ αὐτοῦ τροφῇ· καὶ οὕτως ἔσται ὃν αἰτοῦμεν „ἄρτον“ „ἐπιούσιον.“ καὶ πάλιν ὃν τρόπον κατὰ τὴν ποιότητα τῆς „τροφῆς.“ „στερεᾶς“ οὔσης καὶ ἀθληταῖς ἁρμοζούσης ἢ γαλακτώδους τινὸς καὶ λαχανώδους, ἐν διαφόρῳ δυνάμει ὁ τρεφόμενος γίνεται, οὕτως ἀκόλουθόν ἐστι, τοῦ λόγου τοῦ θεοῦ ἤτοι ὡς γάλακτος παιδίοις ἁρμοζόντως διδομένου ἢ ὡς λαχάνου ἀσθενοῦσιν ἐπιτηδείως ἢ ὡς σαρκὸς ἀγωνιζομένοις προσ(καίρως), ἕκαστον τῶν τρεφομένων κατὰ τὴν ἀναλογίαν, ᾧ ἐμπαρέσχεν ἑαυτὸν λόγῳ, τόδε τι ἢ τόδε δύνασθαι καὶ τοιόνδε ἢ τοιόνδε γίνεσθαι. ἔστι μέντοι γε τὶς νομιζομένη τροφὴ, οὖσα δηλητήριος, καὶ ἑτέρα νοσοποιὸς καὶ ἄλλη μηδὲ ἀναδοθῆναι δυναμένη· ἅπερ πάντα κατ᾿ ἀναλογίαν μετενεκτέον ἐστὶ καὶ ἐπὶ τὰς διαφορὰς τῶν νομιζομένων τροφίμων μαθημάτων. ἐπιούσιος τοίνυν ἄρτος ὁ τῇ φύσει τῇ λογικῇ καταλληλότατος καὶ τῇ οὐσίᾳ αὐτῇ συγγενὴς. ὑγείαν ἅμα καὶ εὐεξίαν καὶ ἰσχὺν περιποιῶν τῇ ψυχῇ καὶ τῆς ἰδίας ἀθανασίας (ἀθάνατος γὰρ ὁ λόγος τοῦ θεοῦ) μεταδιδοὺς τῷ ἐσθίοντι αὐτοῦ.

οὗτος δὴ ὁ ἐπιούσιος ἄρτος ἄλλῳ ὀνόματι δοκεῖ μοι ἐν τῇ γραφῇ „ξύλον ζωῆς“ ὠνομάσθαι, ἐφ᾿ ὅπερ ὁ ἐκτείνας „τὴν χεῖρα“ καὶ λαβὼν ἀπ᾿ αὐτοῦ „ζήσεται εἰς τὸν αἰῶνα.“ καὶ τρίτῳ ὀνόματι τοῦτο τὸ „ξύλον“ „σοφία“ τοῦ θεοῦ ὀνομάζεται παρὰ τῷ Σολομῶντι διὰ τούτων· „ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ὡς ἐπὶ κύριον ἀσφαλής.“ ἐπεὶ δὲ καὶ οἱ ἄγγελοι σοφίᾳ τρέφονται θεοῦ, ἀπὸ τῆς κατὰ τὴν ἀλήθειαν μετὰ σοφίας θεωρίας δυναμούμενοι πρὸς τὸ τὰ ἴδια ἔργα ἐπιτελεῖν, λέγεται ἐν ψαλμοῖς καὶ τοὺς ἀγγέλους τρέφεσθαι. κοινωνούντων τῶν ἀνθρώπων

v.2.p.370
τοῦ θεοῦ, οἵτινες Ἑβραῖοι προσαγορεύονται, τοῖς ἀγγέλοις καὶ οἱονεὶ καὶ συνεστίων αὐτοῖς γινομένων. τοιοῦτον δέ ἐστι τὸ „ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.“ μὴ γὰρ ἐπὶ τοσοῦτον πτωχεύσαι ὁ νοῦς ἡμῶν, ὡς οἰηθῆναι σωματικοῦ τινος ἄρτου, τοῦ ἱστορουμένου οὐρανόθεν ἐπὶ τοὺς ἐξεληλυθότας τὴν Αἴγυπτον καταβεβηκέναι, τοὺς ἀγγέλους ἀεὶ μεταλαμβάνοντας τρέφεσθαι, τούτου αὐτοῦ κεκοινωνηκότων τῶν Ἑβραίων τοῖς ἀγγέλοις, τοῖς λειτουργικοῖς τοῦ θεοῦ πνεύμασιν.

οὐκ ἄκαιρον δὲ ζητοῦσιν ἡμῖν „τὸν ἐπιούσιον“ „ἄρτον“ καὶ τὸ „ξύλον τῆς ζωῆς“ καὶ τὴν σοφίαν τοῦ θεοῦ τήν τε κοινὴν ἁγίων ἀνθρώπων καὶ ἀγγέλων τροφὴν ἐπιστῆσαι καὶ περὶ τῶν ἐν Γενέσει γεγραμμένων τριῶν ἀνδρῶν, καταχθέντων παρὰ τῷ Ἀβραὰμ καὶ μεταλαβόντων πεφυραμένων τριῶν μέτρων „σεμιδάλεως“ εἰς ἐγκρυφιῶν ποίησιν, μή ποτε γυμνῶς τροπικῶς ταῦτα εἴρηται, δυναμένων τῶν ἁγίων μεταδοῦναί ποτε τροφῆς νοητῆς καὶ λογικῆς οὐ μόνον ἀνθρώποις ἀλλὰ καὶ θειοτέραις δυνάμεσιν ἤτοι εἰς ὠφέλειαν αὐτῶν ἢ εἰς ἐπίδειξιν ὧν δεδύνηνται περιποιῆσαι ἑαυτοῖς τροφιμωτάτων, εὐφραινομένων καὶ τρεφομένων ἐν τῇ τοιαύτῃ ἐπιδείξει τῶν ἀγγέλων καὶ ἑτοιμοτέρων γινομένων πρὸς τὸ παντὶ τρόπῳ συνεργῆσαι καὶ πρὸς τὸ ἑξῆς συμπνεῦσαι τῇ πλειόνων καὶ μειζόνων καταλήψει τοῦ ἐπὶ προτέροις παρεσκευασμένου τροφίμοις μαθήμασιν, εὐφράναντος καὶ, ἵν᾿ οὕτως εἴπω, ἀναθρέψαντος αὐτούς. οὐ θαυμαστὸν δὲ εἰ ἀγγέλους τρέφει ἄνθρωπος, ὅπου γε καὶ Χριστὸς ὁμολογεῖ ἑστὼς παρὰ „τὴν θύραν“ κρούειν, ἵν᾿ εἰσελθὼν παρὰ τὸν ἀνοίξαντα αὐτῷ δειπνήσῃ „μετ᾿ αὐτοῦ“ ἐκ τῶν ἐκείνου, μετὰ ταῦτα καὶ αὐτὸς μεταδώσων τῶν ἰδίων τῷ πρότερον ἑστιάσαντι κατὰ τὴν ἰδίαν δύναμιν τὸν υἱὸν τοῦ θεοῦ.

τοῦ μὲν οὖν ἐπιουσίου ὁ μεταλαμβάνων ἄρτου στηριζόμενος τὴν „καρδίαν“ υἱὸς θεοῦ γίνεται· „τοῦ“ δὲ „δράκοντος“ ὁ μετέχων οὐκ ἄλλος ἐστὶ τοῦ νοητοῦ Αἰθίοπος, διὰ τὰς τοῦ „δράκοντος“ ἄρκυς

v.2.p.371
μεταβάλλων καὶ αὐτὸς εἰς ὄφιν, ὥστε ὑπὸ τοῦ λόγου ονειδιζόμενον αὐτὸν, κἂν λέγῃ βαπτίζεσθαι θέλειν, ἀκούειν· „ὄφεις, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;“ λέγει δὲ περὶ τοῦ δρακοντείου σώματος ὑπὸ τῶν Αἰθιόπων ἑστιωμένου ὁ Δαυῒδ ταῦτα· „συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, (σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος,) ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.“ εἰ δὲ μὴ ἀπεμφαίνει. οὐσιωδῶς ὑφεστῶτος τοῦ υἱοῦ τοῦ θεοῦ ὑφεστῶτος δὲ καὶ τοῦ ἀντικειμένου, ἑκάτερον αὐτῶν τροφὴν γίνεσθαι τοῦδε ἢ τοῦδε, τί ὀκνοῦμεν παραδέξασθαι ἐπί γε πασῶν τῶν δυνάμεων κρειττόνων καὶ χειρόνων καὶ ἐπὶ τῶν ἀνθρώπων τὸ δύνασθαι τρέφεσθαι ἀπὸ πάντων τούτων ἕνα ἕκαστον ἡμῶν; κοινωνεῖν γοῦν τῷ ἑκατοντάρχῳ Κορνηλίῳ καὶ τοῖς ἅμα συναχθεῖσιν ἐν τῇ Καισαρείᾳ ὁ Πέτρος μέλλων μετὰ δὲ ταῦτα καὶ τοῖς ἔθνεσι μεταδώσειν τῶν λόγων τοῦ θεοῦ, ὁρᾷ τὸ „τέτταρσιν ἀρχαῖς καθιέμενον“ οὐρανόθεν „σκεῦος.“ „ἐν ᾧ“ „πάντα τὰ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς“· ὅτε καὶ κελεύεται „ἀναστὰς“ θῦσαι καὶ φαγεῖν, προστασσόμενος μετὰ τὸ παραιτούμενον αὐτὸν εἰρηκέναι· σὺ οἶδας „ὅτι οὐδέ ποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου“ „μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον“ τῷ τὰ καθαρθέντα ὑπὸ θεοῦ μὴ δεῖν ὑπὸ Πέτρου κοινοῦσθαι· φησὶ γὰρ ἡ λέξις· „ἃ ὁ θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου.“ οὐκοῦν τὸ καθαρὸν βρῶμα καὶ τὸ ἀκάθαρτον κατὰ τὸν Μωϋσέως νόμον ἐν ὀνομασίαις διακρινόμενον πλειόνων ζῴων, τὴν ἀναφορὰν ἔχον ἐπὶ τὰ διάφορα ἤθη τῶν λογικῶν, διδάσκει τούσδε μὲν τροφίμους ἡμῖν τυγχάνειν τούσδε δὲ ἐναντίως ἔχειν, ἕως καθαρίσας πάντας ποιήσῃ τροφίμους ὁ θεὸς ἢ τοὺς ἀπὸ „παντὸς γένους.“