„Ἐλθέτω ἡ βασιλεία σου.“ εἰ „ἡ βασιλεία τοῦ θεοῦ“ κατὰ τὸν λόγον τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν „μετὰ παρατηρήσεως“ „οὐκ ἔρχεται,“ „οὐδὲ ἐροῦσιν· ἰδοὺ ὧδε ἢ ἰδοὺ ἐκεῖ,“ ἀλλὰ „ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς“ ἡμῶν „ἐστιν“ („ἐγγὺς“ γὰρ „τὸ ῥῆμά ἐστι σφόδρα ἐν τῷ στόματι“ ἡμῶν „καὶ ἐν τῇ καρδίᾳ“ ἡμῶν), δῆλον οτι
v.2.p.357
ὁ εὐχόμενος ἐλθεῖν τὴν βασιλείαν τοῦ θεοῦ περὶ τοῦ τὴν ἐν αὐτῷ βασιλείαν τοῦ θεοῦ ἀνατεῖλαι καὶ καρποφορῆσαι καὶ τελειωθῆναι εὐλόγως εὔχεται· παντὸς μὲν ἁγίου ὑπὸ θεοῦ βασιλευομένου καὶ τοῖς πνευματικοῖς νόμοις τοῦ θεοῦ πειθομένου, οἱονεὶ εὐνομουμένην πόλιν οἰκοῦντος ἑαυτόν· παρόντος αὐτῷ τοῦ πατρὸς καὶ συμβασιλεύοντος τῷ πατρὶ τοῦ Χριστοῦ ἐν τῇ τετελειωμένῃ ψυχῇ κατὰ τὸ εἰρημένον, οὗ πρὸ βραχέος ἐμνημόνευον· „πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾿ αὐτῷ ποιησόμεθα“ (καὶ οἶμαι νοεῖσθαι θεοῦ μὲν βασιλείαν τὴν μακαρίαν τοῦ ἡγεμονικοῦ κατάστασιν καὶ τὸ τεταγμένον τῶν σοφῶν διαλογισμῶν, Χριστοῦ δὲ βασιλείαν τοὺς προϊόντας σωτηρίους τοῖς ἀκούουσι λόγους καὶ τὰ μὲν ἐπιτελούμενα ἔργα δικαιοσύνης καὶ τῶν λοιπῶν ἀρετῶν· λόγος γὰρ καὶ δικαιοσύνη ὁ υἱὸς τοῦ θεοῦ)· παντὸς (δὲ) ἁμαρτωλοῦ κατατυραννουμένου ὑπὸ τοῦ ἄρχοντος „τοῦ αἰῶνος τούτου,“ ἐπεὶ πᾶς ἁμαρτωλὸς τῷ ἐνεστῶτι αἰῶνι πονηρῷ ᾠκείωται, μὴ ἐμπαρέχων ἑαυτὸν τῷ δόντι „ἑαυτὸν περὶ τῶν ἁμαρτωλῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ“ καὶ „ἐξέληται“ „κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν“ κατὰ τὰ ἐν τῇ πρὸς Γαλάτας εἰρημένα ἐπιστολῇ. ὁ δὲ κατατυραννούμενος ὑπὸ τοῦ ἄρχοντος τούτου τοῦ αἰῶνος τῷ ἑκουσίῳ τῆς ἁμαρτίας καὶ βασιλεύεται ὑπὸ τῆς ἁμαρτίας· διόπερ κελευόμεθα ὑπὸ τοῦ Παύλου μηκέτι ὑποτάσσεσθαι θελούσῃ τῇ ἁμαρτίᾳ βασιλεύειν ἡμῶν, καὶ προστασσόμεθά γε διὰ τούτων· „μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις αὐτῆς.“
ἀλλ᾿ ἐρεῖ τις πρὸς ἀμφότερα, τό τε „ἁγιασθήτω τὸ ὄνομά σου“ καὶ τὸ „ἐλθέτω ἡ βασιλεία σου,“ ὅτι, εἰ ὁ εὐχόμενος ἐπὶ τῷ ἐπακούεσθαι εὔχεται καὶ ἐπακούεταί ποτε, δηλονότι ἁγιασθήσεταί ποτε τινὶ κατὰ τὰ προειρημένα „τὸ ὄνομα“ τοῦ θεοῦ, ᾧ
v.2.p.358
καὶ „ἡ βασιλεία“ τοῦ θεοῦ ἐνστήσεται. εἰ δὲ ταῦτ᾿ αὐτῷ ἔσται, πῶς ἔτι καθηκόντως εὔξεται περὶ τῶν παρόντων ἤδη ὡς μὴ παρόντων λέγων· „ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου“; εἰ δὲ τοῦτο, ἔσται ποτὲ καθῆκον μὴ λέγειν· „ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου.“ λεκτέον πρὸς ταῦτα ὅτι, ὥσπερ ὁ εὐχόμενος λόγου „γνώσεως“ τυχεῖν καὶ λόγου „σοφίας“ καθηκόντως ἀεὶ περὶ τούτων εὔξεται, ἀεὶ μὲν πλείονα θεωρήματα „σοφίας“ καὶ „γνώσεως“ ἐν τῷ ἐπακούεσθαι ληψόμενος, πλὴν „ἐκ μέρους“ γινώσκων μὲν ὅσα ποτ᾿ ἂν χωρῆσαι ἐπὶ τοῦ παρόντος δυνηθῇ, τοῦ (δὲ) τελείου καὶ καταργοῦντος „τὸ ἐκ μέρους“ „τότε“ φανερωθησομένου, ὅτε „πρόσωπον πρὸς πρόσωπον“ ὁ νοῦς προσβάλλει χωρὶς αἰσθήσεως τοῖς νοητοῖς· οὕτως „τὸ τέλειον“ τοῦ ἁγιασθῆναι ἑκάστῳ ἡμῶν „τὸ ὄνομα“ τοῦ θεοῦ καὶ τοῦ ἐνστῆναι αὐτοῦ τὴν βασιλείαν οὐχ οἷόν τε ἐστὶν, ἐὰν μὴ „ἔλθῃ“ καὶ „τὸ“ περὶ τῆς „γνώσεως“ καὶ „σοφίας“ „τέλειον“ τάχα δὲ καὶ τῶν λοιπῶν ἀρετῶν. ὁδεύομεν δὲ ἐπὶ τὴν τελειότητα, ἐὰν „τοῖς“ „ἔμπροσθεν“ ἐπεκτεινόμενοι τῶν ὄπισθεν ἐπιλανθανώμεθα. τῇ οὖν ἐν ἡμῖν βασιλείᾳ τοῦ θεοῦ ἡ ἀκρότης ἀδιαλείπτως προκόπτουσιν ἐνστήσεται, ὅταν πληρωθῇ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον, ὅτι ὁ Χριστὸς, πάντων αὐτῷ τῶν ἐχθρῶν ὑποταγέντων, παραδώσει „τὴν βασιλείαν τῷ θεῷ καὶ πατρὶ,“ „ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσι.“ διὰ τοῦτο „ἀδιαλείπτως“ προσευχόμενοι μετὰ διαθέσεως τῷ λόγῳ θεοποιουμένης λέγωμεν τῷ ἐν οὐρανοῖς πατρὶ ἡμῶν· „ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου.“
ἔτι δὲ περὶ τῆς τοῦ θεοῦ βασιλείας καὶ τοῦτο διαληπτέον, ὅτι, ὥσπερ οὐκ ἔστι „μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ“ οὐδὲ „κοινωνία φωτὶ πρὸς σκότος“ οὐδὲ „συμφώνησις Χριστῷ πρὸς Βελίαρ,“ οὕτως ἀσυνύπαρκτόν ἐστι τῇ βασιλείᾳ τοῦ θεοῦ βασιλεία τῆς ἁμαρτίας. εἰ τοίνυν θέλομεν ὑπὸ θεοῦ βασιλεύεσθαι, μηδαμῶς „βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι,“ μηδὲ ὑπακούωμεν τοῖς προστάγμασιν αὐτῆς, ἐπὶ „τὰ ἔργα τῆς σαρκὸς“ καὶ τὰ ἀλλότρια
v.2.p.359
τοῦ θεοῦ προκαλουμένης ἡμῶν τὴν ψυχήν· ἀλλὰ νεκρώσαντες „τὰ μέλη τὰ ἐπὶ τῆς γῆς“ καρποφορῶμεν τοὺς καρποὺς „τοῦ πνεύματος.“ ἵνα ὡς „ἐν“ „παραδείσῳ“ πνευματικῷ κύριος ἡμῖν ἐμπεριπατῇ. βασιλεύων ἡμῶν μόνος σὺν τῷ Χριστῷ αὐτοῦ, ἐν ἡμῖν „ἐκ δεξιῶν“ καθημένῳ ἧς εὐχόμεθα λαβεῖν „δυνάμεως“ πνευματικῆς καὶ καθεζομένῳ, „ἕως“ πάντες οἱ ἐν ἡμῖν ἐχθροὶ αὐτοῦ γένωνται „ὑποπόδιον τῶν ποδῶν“ αὐτοῦ καὶ καταργηθῇ ἀφ᾿ ἡμῶν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις. δυνατὸν γὰρ ταῦτα καθ᾿ ἕκαστον ἡμῶν γενέσθαι καὶ τὸν ἔσχατον ἐχθρὸν καταργηθῆναι, τὸν θάνατον, ἵνα καὶ ἐν ἡμῖν λέγηται ὑπὸ τοῦ Χριστοῦ· „ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος,·“ ἤδη τοίνυν „τὸ φθαρτὸν“ ἡμῶν ἐνδυσάσθω τὴν ἐν ἁγνείᾳ καὶ πάσῃ καθαρότητι ἁγιωσύνην καὶ „ἀφθαρσίαν,“ „καὶ τὸ θνητὸν“ ἀμφιεσάσθω, τοῦ θανάτου κατηργημένου, τὴν πατρικὴν „ἀθανασίαν“· ὥστε ἡμᾶς βασιλευομένους ὑπὸ τοῦ θεοῦ ἤδη εἶναι ἐν τοῖς παλιγγενεσίας καὶ ἀναστάσεως ἀγαθοῖς.
„Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.“ ὁ Λουκᾶς μετὰ τὸ „ἐλθέτω ἡ βασιλεία σου“ ταῦτα παρασιωπήσας ἔταξε· „τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν καθ᾿ ἡμέραν“· διόπερ ἃς προετάξαμεν λέξεις ὡς παρὰ μόνῳ τῷ Ματθαίῳ κειμένας ἐξετάσωμεν ἀκολούθως τοῖς πρὸ τούτων. ἔτι ὄντες „ἐπὶ γῆς“ οἱ εὐχόμενοι, νοοῦντες „ἐν οὐρανῷ“ γεγονέναι „τὸ θέλημα“ τοῦ θεοῦ παρὰ πᾶσι τοῖς οἰκείοις τῶν οὐρανῶν, εὐξώμεθα καὶ ἡμῖν τοῖς „ἐπὶ γῆς“ ὁμοίως ἐκείνοις κατὰ πάντα γενέσθαι „τὸ θέλημα“ τοῦ θεοῦ· ὅπερ συμβήσεται, μηδὲν ἡμῶν παρὰ „τὸ θέλημα“ πραττόντων αὐτοῦ. ἐπὰν δὲ, „ὡς ἐν οὐρανῷ“ „τὸ θέλημά“ ἐστι τοῦ θεοῦ, καὶ ἡμῖν τοῖς „ἐπὶ γῆς“ κατορθωθῇ, ὁμοιωθέντες τοῖς ἐν οὐρανοῖς. ἅτε φορέσαντες παραπλησίως ἐκείνοις „τὴν εἰκόνα τοῦ ἐπουρανίου,“ „βασιλείαν“ οὐρανῶν κληρονομήσομεν, τῶν μεθ᾿
v.2.p.360
ἡμᾶς „ἐπὶ γῆς“ καὶ ἡμῖν, γενομένοις „ἐν οὐρανῷ,“ ὁμοιωθῆναι εὐχομένων.
δύναται μέντοι γε κατὰ μόνον τὸν Ματθαῖον ἀπὸ κοινοῦ τὸ „ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“ λαμβάνεσθαι, ἵν᾿ ᾖ τοιοῦτον τὸ προστασσόμενον ἡμῖν ἐν τῇ εὐχῇ λέγειν· „ἁγιασθήτω τὸ ὄνομά σου“ „ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“· „ἐλθέτω ἡ βασιλεία σου“ „ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“· „γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“· „τό“ τε γὰρ „ὄνομα“ τοῦ θεοῦ ἡγιάσθηπαρὰ τοῖς „ἐν οὐρανῷ,“ καὶ ἐνέστη αὐτοῖς „ἡ“ τοῦ θεοῦ „βασιλεία,“ γεγένηταί τε ἐν αὐτοῖς „τὸ θέλημα“ τοῦ θεοῦ· ἅπερ πάντα ἡμῖν λείπει τοῖς „ἐπὶ γῆς,“ δυνάμενα ἡμῖν ὑπαρχθῆναι ἐν τῷ ἀξίους ἑαυτοὺς κατασκευάζειν ἐπηκόου περὶ τούτων πάντων τοῦ θεοῦ τυχεῖν.
ζητήσαι δ᾿ ἄν τις διὰ τὸ „γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“ λέγων· πῶς γεγένηται „τὸ θέλημα“ τοῦ θεοῦ „ἐν οὐρανῷ,“ ὅπου ἐστὶ „τὰ πνευματικὰ τῆς πονηρίας,“ δι᾿ ἃ μεθυσθήσεται „ἡ μάχαιρα“ τοῦ θεοῦ καὶ „ἐν τῷ οὐρανῷ“; εἰ δὲ οὕτως εὐχόμεθα γενηθῆναι „ἐπὶ“ τῆς „γῆς“ „τὸ θέλημα“ τοῦ θεοῦ, ὥσπερ γίνεται „ἐν οὐρανῷ,“ μή ποτε λεληθότως εὐξώμεθα μένειν „ἐπὶ γῆς“ καὶ τὰ ἐναντία, ὅπου ἀπ᾿ οὐρανοῦ καὶ ταῦτα ἔρχεται, πολλῶν φαύλων γινομένων „ἐπὶ γῆς“ διὰ τὰ ἡττῶντα „πνευματικὰ τῆς πονηρίας,“ ὄντα „ἐν τοῖς ἐπουρανίοις.“ ὁ μὲν οὖν τις ἀλληγορῶν τὸν οὐρανὸν καὶ φάσκων αὐτὸν εἶναι τὸν Χριστὸν, γῆν δὲ τὴν ἐκκλησίαν (τίς γὰρ οὕτως (ἄξι)ος „θρόνος“ τοῦ πατρὸς ὡς ὁ Χριστός; ποῖον δὲ „ὑποπόδιον τῶν ποδῶν“ τοῦ θεοῦ ὡς ἡ ἐκκλησία;) εὐχερῶς λύσει τὰ ζητούμενα, λέγων εὔχεσθαι δεῖν ἕκαστον τῶν ἀπὸ τῆς ἐκκλησίας οὕτω χωρῆσαι „τὸ“ πατρικὸν „θέλημα,“ ὃν τρόπον Χριστὸς κεχώρηκεν, ὁ ἐλθὼν ποιῆσαι „τὸ θέλημα“ αὐτοῦ τοῦ πατρὸς
v.2.p.361
καὶ πᾶν αὐτὸ τελειώσας· δυνατὸν γὰρ κολληθέντα αὐτῷ „ἓν“ γενέσθαι „πνεῦμα“ σὺν αὐτῷ, διὰ τοῦτο χωροῦντα „τὸ θέλημα,“ ἵν᾿ „ὡς“ τετέλεσται „ἐν οὐρανῷ,“ οὕτω τελεσθῇ „καὶ ἐπὶ γῆς“· „ὁ κολλώμενος“ γὰρ „τῷ κυρίῳ“ κατὰ τὸν Παῦλον „ἓν πνεῦμά ἐστι.“ καὶ οἶμαι ὅτι οὐκ εὐκαταφρόνητος ἔσται αὕτη ἡ ἑρμηνεία τῷ ἐπιμελέστερον κατανοοῦντι αὐτήν.