De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

„Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς.“ ἄξιον ἐπιμελέστερον ἐπιτηρῆσαι τὴν λεγομένην παλαιὰν διαθήκην, εἰ ἔστι που εὑρεῖν ἐν αὐτῇ εὐχήν τινος λέγοντος τὸν θεὸν πατέρα· ἐπὶ γὰρ τοῦ παρόντος κατὰ δύναμιν ἐξετάσαντες οὐκ εὕρομεν. οὐ τοῦτο δέ φαμεν, ὅτι ὁ θεὸς πατὴρ οὐκ εἴρηται, ἢ οἱ πεπιστευκέναι νομιζόμενοι θεῷ υἱοὶ οὐκ ὠνομάσθησαν θεοῦ, ἀλλ᾿ ὅτι ἐν προσευχῇ τὴν ἀπὸ τοῦ σωτῆρος κατηγγελμένην παῤῥησίαν περὶ τοῦ ὀνομάσαι τὸν θεὸν πατέρα οὐχ εὕρομέν πω. ὅτι δὲ εἴρηται πατὴρ ὁ θεὸς καὶ υἱοὶ οἱ τῷ λόγῳ τοῦ θεοῦ προσεληλυθότες, πολλαχοῦ ἔστιν ἰδεῖν ὥσπερ καὶ ἐν Δευτερονομίῳ· „θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε,“ καὶ πάλιν· „οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔκτισέ σε,“ καὶ πάλιν· „υἱοὶ, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς“· καὶ ἐν τῷ Ἡσαΐᾳ· „υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν“· καὶ ἐν τῷ Μαλαχίᾳ· „υἱὸς δοξάσει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ. καὶ εἰ πατήρ εἰμι ἐγὼ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος μου;“

καὶ εἰ λέγεται τοίνυν πατὴρ ὁ θεὸς, καὶ υἱοὶ οἱ τῷ λόγῳ τῆς εἰς αὐτὸν πίστεως γεγεννημένοι, τὸ βέβαιόν γε καὶ τὸ ἀμετάπτωτον

v.2.p.347
τῆς υἱότητος οὐκ ἔστιν ἰδεῖν παρὰ τοῖς ἀρχαίοις. αὐτὰ γοῦν ἃ παρεθέμεθα ὑπαιτίους ἐμφαίνει εἶναι τοὺς λεγομένους υἱούς· ἐπεὶ κατὰ τὸν ἀπόστολον, ἕως „ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου. κύριος πάντων ὢν, ἀλλ᾿ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός“· „τὸ“ δὲ „πλήρωμα τοῦ χρόνου“ ἐν τῇ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημίᾳ ἔνεστιν, ὅτε τὴν υἱοθεσίαν ἀπολαμβάνουσιν οἱ βουλόμενοι, ὡς ὁ Παῦλος διδάσκει διὰ τούτων· „οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας εἰς φόβον ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββὰ ὁ πατήρ“· καὶ ἐν τῷ κατὰ Ἰωάννην· „ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ.“ καὶ διὰ τοῦτο τῆς „υἱοθεσίας πνεῦμα“ ἐν τῇ καθολικῇ τοῦ Ἰωάννου ἐπιστολῇ περὶ τῶν ἐκ θεοῦ γεγεννημένων μεμαθήκαμεν ὅτι „πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται.“

εἰ μέντοι νοήσαιμεν, τί ἐστι τὸ „ὅταν προσεύχησθε, λέγετε· πάτερ,“ ὅπερ παρὰ τῷ Λουκᾷ γέγραπται, ὀκνήσομεν μὴ γενόμενοι υἱοὶ γνήσιοι προενέγκασθαι ταύτην τὴν φωνὴν αὐτῷ, μή ποτε πρὸς τοῖς ἄλλοις ἡμῶν ἁμαρτήμασι καὶ ἀσεβείας ἐγκλήματι ἔνοχοι γενώμεθα. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. φησὶν ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους ὁ Παῦλος· „οὐδεὶς δύναται εἰπεῖν· κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ, καὶ οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· ἀνάθεμα Ἰησοῦς,“ τὸ αὐτὸ ὀνομάζων ἅγιον πνεῦμα καὶ πνεῦμα „θεοῦ.“ τί δὲ τὸ εἰπεῖν „ἐν πνεύματι ἁγίῳ“ κύριον Ἰησοῦν, οὐ πάνυ ἐστὶ σαφὲς, προφερομένων τὴν φωνὴν ὑποκριτῶν μυρίων καὶ ἑτεροδόξων πλειόνων, ἐνίοτε καὶ δαιμόνων, νικωμένων ὑπὸ τῆς ἐν τῷ ὀνόματι δυνάμεως. οὐδεὶς οὖν τολμήσει τινὰ τούτων ἀποφήνασθαι „ἐν πνεύματι ἁγίῳ“ λέγειν

v.2.p.348
κύριον Ἰησοῦν· διόπερ οὐδ᾿ ἂν δειχθεῖεν λέγειν κύριον Ἰησοῦν, μόνων τῶν ἀπὸ διαθέσεως λεγόντων ἐν τῷ δουλεύειν τῷ λόγῳ τοῦ θεοῦ καὶ μηδένα παρὰ τοῦτον ἐν τῷ ὅ τι ποτ᾿ οὖν πράττειν ἀναγορευόντων κύριον τό· „κύριος Ἰησοῦς.“ εἰ δὲ τοιοῦτοι οἱ λέγοντες· „κύριος Ἰησοῦς,“ τάχα πᾶς ὁ ἁμαρτάνων, διὰ τοῦ παρανομεῖν ἀναθεματίζων τὸν θεῖον λόγον, διὰ τῶν ἔργων κέκραγεν· „ἀνάθεμα Ἰησοῦς.“ ὥσπερ οὖν ὁ τοιόσδε λέγει· „κύριος Ἰησοῦς“ καὶ ὁ τούτῳ ἐναντίως διακείμενος τὸ „ἀνάθεμα Ἰησοῦς,“ οὕτως „πᾶς ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος“ καὶ μὴ ποιῶν „ἁμαρτίαν“ τῷ σπέρματος μετέχειν θεοῦ, πάσης ἁμαρτίας ἀποτρέποντος, δι᾿ ὧν πράττει λέγει· „πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,“ αὐτοῦ τοῦ πνεύματος συμμαρτυροῦντος „τῷ πνεύματι“ αὐτῶν „ὅτι“ εἰσὶ „τέκνα θεοῦ“ „καὶ κληρονόμοι“ αὐτοῦ „συγκληρονόμοι“ τε τοῦ „Χριστοῦ,“ ἐπεὶ συμπάσχοντες καὶ συνδοξάζεσθαι ἐλπίζουσιν εὐλόγως. ἵνα δὲ μὴ ἐξ ἡμίσους λέγωσι τὸ „πάτερ ἡμῶν“ οἱ τοιοῦτοι. μετὰ τῶν ἔργων καὶ ἡ καρδία, ἡ τῶν καλῶν ἔργων πηγὴ καὶ ἀρχὴ, πιστεύει „εἰς δικαιοσύνην,“ οἷς συμφώνως τὸ στόμα ὁμολογεῖ „εἰς σωτηρίαν.“

πᾶν οὖν ἔργον αὐτοῖς καὶ λόγος καὶ νόημα, ὑπὸ τοῦ μονογενοῦς λόγου μεμορφωμένα κατ᾿ αὐτὸν, μεμίμηται τὴν εἰκόνα „τοῦ θεοῦ τοῦ ἀοράτου“ καὶ γέγονε „κατ᾿ εἰκόνα τοῦ κτίσαντος,“ ἀνατέλλοντος „τὸν ἥλιον“ „ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ“ βρέχοντος „ἐπὶ δικαίους καὶ ἀδίκους,“ ὡς εἶναι ἐν αὐτοῖς „τὴν εἰκόνα τοῦ ἐπουρανίου,“ καὶ αὐτοῦ ὄντος εἰκόνος θεοῦ. „εἰκὼν“ οὖν εἰκόνος οἱ ἅγιοι τυγχάνοντες, τῆς εἰκόνος οὔσης υἱοῦ, ἀπομάττονται υἱότητα, οὐ μόνῳ „τῷ

v.2.p.349
σώματι τῆς δόξης“ τοῦ Χριστοῦ γινόμενοι σύμμορφοι ἀλλὰ καὶ ὄντι ἐν „τῷ σώματι.“ γίνονται δὲ σύμμορφοι τῷ ἐν „σώματι τῆς δόξης,“ μεταμορφούμενοι „τῇ ἀνακαινίσει τοῦ νοός.“ εἰ δ᾿ οἱ τοιοῦτοι δι᾿ ὅλων φασὶ τό· „πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,“ δηλονότι „ὁ ποιῶν τὴν ἁμαρτίαν,“ ὥς φησιν ἐν τῇ καθολικῇ ὁ Ἰωάννης, „ἐκ τοῦ διαβόλου ἐστὶν, ὅτι ἀπ᾿ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.“ καὶ ὥσπερ „σπέρμα“ τοῦ θεοῦ, ἐν τῷ γεγεννημένῳ „ἐκ τοῦ θεοῦ“ μένον, αἴτιον τοῦ μὴ δύνασθαι „ἁμαρτάνειν“ γίνεται τῷ κατὰ τὸν μονογενῆ λόγον μεμορφωμένῳ· οὕτως ἐν παντὶ τῷ ποιοῦντι „τὴν ἁμαρτίαν“ „σπέρμα“ τοῦ διαβόλου ἔνεστιν, ὅσον ἐνυπάρχει τῇ ψυχῇ, μὴ ἐῶν δύνασθαι κατορθοῦν τὸν ἔχοντα αὐτό. ἀλλ᾿ ἐπεὶ „εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου,“ δυνατὸν τῇ εἰς τὴν ψυχὴν ἡμῶν ἐπιδημίᾳ τοῦ λόγου τοῦ θεοῦ, λυθέντων τῶν ἔργων „τοῦ διαβόλου,“ ἐξαφανισθῆναι τὸ ἐντεθὲν ἡμῖν „σπέρμα“ πονηρὸν, καὶ γενέσθαι ἡμᾶς „τέκνα τοῦ θεοῦ.“

μὴ λέξεις τοίνυν νομίσωμεν διδάσκεσθαι λέγειν ἡμᾶς ἔν τινι ἀποτεταγμένῳ τοῦ εὔχεσθαι καιρῷ· ἀλλ᾿ εἰ συνίεμεν τῶν ἡμῖν προεξετασθέντων εἰς τὸ „ἀδιαλείπτως“ προσεύχεσθαι, πᾶς ἡμῶν ὁ βίος „ἀδιαλείπτως“ προσευχομένων λεγέτω τό· „πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,“ „τὸ πολίτευμα“ ἔχων οὐδαμῶς ἐπὶ γῆς ἀλλὰ παντὶ τρόπῳ „ἐν οὐρανοῖς,“ θρόνοις τυγχάνουσι τοῦ θεοῦ διὰ τὸ ἱδρῦσθαι τὴν τοῦ θεοῦ βασιλείαν ἐν πᾶσι τοῖς φοροῦσι „τὴν εἰκόνα τοῦ ἐπουρανίου“ καὶ διὰ τοῦτο γενομένοις ἐπουρανίοις.