De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Ἀλλὰ προσευχόμενοι μὴ βαττολογήσωμεν ἀλλὰ θεολογήσωμεν. βαττολογοῦμεν δὲ, ὅτε μὴ μωμοσκοῦντες ἑαυτοὺς ἢ τοὺς ἀναπεμπομένους τῆς εὐχῆς λόγους λέγομεν τὰ διεφθαρμένα ἔργα ἢ λόγους ἢ νοήματα, ταπεινὰ τυγχάνοντα καὶ ἐπίληπτα, τῆς ἀφθαρσίας ἀλλότρια τοῦ κυρίου. ὁ μέντοι βαττολογῶν ἐν τῷ εὔχεσθαι ἤδη καὶ ἐν τῇ χείρονι τῶν προειρημένων ἡμῖν συναγωγικῇ ἐστι καταστάσει τε (καὶ) χαλεπωτέρᾳ τῶν ἐν ταῖς πλατείαις γωνιῶν ὁδῷ, οὐδὲ ἴχνος σῴζων κἂν ὑποκρίσεως ἀγαθοῦ. βαττολογοῦσι γὰρ κατὰ τὴν λέξιν τοῦ εὐαγγελίου μόνοι „οἱ ἐθνικοὶ,“ οὐδὲ φαντασίαν μεγάλων ἔχοντες ἢ ἐπουρανίων αἰτημάτων. πᾶσαν εὐχὴν (περὶ) τῶν σωματικῶν καὶ τῶν ἐκτὸς ἀναπέμποντες. ἐθνικῷ οὖν βαττολογοῦντι ὁμοιοῦται ὁ τὰ κάτω ἀπὸ τοῦ ἐν οὐρανοῖς καὶ ὑπὲρ τὰ ὕψη τῶν οὐρανῶν κατοικοῦντος κυρίου αἰτῶν.

καὶ ἔοικέ γε ὁ πολυλογῶν βαττολογεῖν, καὶ ὁ βαττολογῶν πολυλογεῖν. οὐδὲν γὰρ ἓν τῆς ὕλης καὶ τῶν σωμάτων. ἀλλ᾿ ἕκαστον τῶν νομιζομένων ἓν ἔσχισται καὶ διακέκοπται καὶ διῄρηται εἰς πλείονα τὴν ἕνωσιν ἀπολωλεκός· ἓν γὰρ τὸ ἀγαθὸν πολλὰ δὲ τὰ αἰσχρὰ, καὶ ἓν ἡ ἀλήθεια πολλὰ δὲ τὰ ψευδῆ, καὶ ἓν ἡ ἀληθὴς δικαιοσύνη, πολλαὶ δὲ ἕξεις ταύτην ὑποκρίνονται, καὶ ἓν ἡ τοῦ θεοῦ σοφία, πολλαὶ δὲ αἱ καταργούμεναι „τοῦ αἰῶνος τούτου“ καὶ „τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου.“ καὶ εἷς μὲν ὁ τοῦ θεοῦ λόγος, πολλοὶ δὲ οἱ ἀλλότριοι τοῦ θεοῦ. διὰ τοῦτο οὐδεὶς ἐκφεύξεται „ἁμαρτίαν“ „ἐκ πολυλογίας,“ καὶ οὐδεὶς δοκῶν „ἐκ πολυλογίας“ εἰσακουσθήσεσθαι

v.2.p.346
εἰσακούεσθαι δύναται. διόπερ οὐχ ὁμοιωτέον ἐστὶ τὰς εὐχὰς ἡμῶν τοῖς ἐθνικοῖς βαττολογοῦσιν ἢ πολυλογοῦσιν ἢ ὅ τι δή ποτε πράττουσι „κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως“· „οἶδε γὰρ“ ὁ τῶν ἁγίων θεὸς, „πατὴρ“ ὢν, „ὧν χρείαν“ ἔχουσιν οἱ υἱοὶ αὐτοῦ, ἐπεὶ ἄξια τυγχάνει τῆς πατρικῆς γνώσεως. εἰ δέ τις ἀγνοεῖ τὸν θεὸν, καὶ τὰ τοῦ θεοῦ ἀγνοεῖ, ἀγνοεῖ δὲ τὰ „ὧν χρείαν“ ἔχει· διημαρτημένα γάρ ἐστι τὰ „ὧν χρείαν“ ἔχειν νομίζει· ὁ δὲ τεθεωρηκὼς ὧν ἐστιν ἐνδεὴς κρειττόνων καὶ θειοτέρων, γινωσκομένων ὑπὸ θεοῦ τεύξεται ὧν τεθεώρηκε καὶ ἐγνωσμένων τῷ πατρὶ καὶ πρὸ τῆς αἰτήσεως. τούτων δὴ εἰς τὰ πρὸ τῆς ἐν τῷ κατὰ Ματθαῖον εὐχῆς εἰρημένων, ἤδη θεασώμεθα καὶ τὰ δηλούμενα ἀπὸ τῆς εὐχῆς.