De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ἐπιμελῶς δὲ ἀκουστέον τοῦ „φανῶσιν,“ ἐπεὶ οὐδὲν φαινόμενον καλόν ἐστιν, οἱονεὶ δοκήσει ὂν καὶ οὐκ ἀληθῶς καὶ τὴν φαντασίαν πλανῶν ἀλλ᾿ οὐκ ἀκριβῶς καὶ ἀληθῶς ἐκτυποῦν. ὥσπερ δὲ οἱ ἐν τοῖς θεάτροις δραμάτων τινῶν ὑποκριταὶ οὐχ ὅπερ λέγουσίν εἰσιν, οὐδ᾿ ὅπερ βλέπονται καθ᾿ ὃ περίκεινται πρόσωπον τοῦτο τυγχάνουσιν· οὕτως καὶ πάντες οἱ ἐπιμορφάζοντες τῷ δοκεῖν τὴν τοῦ καλοῦ φαντασίαν οὐ δίκαιοι ἀλλ᾿ ὑποκριταί εἰσι δικαιοσύνης, καὶ αὐτοὶ ἐν ἰδίῳ θεάτρῳ ὑποκρινόμενοι, „ταῖς συναγωγαῖς καὶ ταῖς γωνίαις τῶν πλατειῶν.“ ὁ δὲ μὴ ὑποκριτὴς ἀλλὰ πᾶν τὸ ἀλλότριον ἀποθέμενος, ἐν τῷ παντὸς τοῦ προειρημένου θεάτρου καθ᾿ ὑπερβολὴν μείζονι ἑαυτὸν ἀρέσκειν εὐτρεπίζων, εἰσέρχεται εἰς τὸ ἑαυτοῦ „ταμεῖον,“ ἐπὶ τοῦ ἐναποτεθησαυρισμένου πλούτου τὸν „τῆς σοφίας καὶ γνώσεως“ θησαυρὸν ἑαυτῷ ἀποκλείσας· καὶ μηδαμῶς ἔξω νεύων μηδὲ περὶ τὰ ἔξω κεχηνὼς πᾶσάν τε „τὴν θύραν“ τῶν αἰσθητηρίων ἀποκλείσας, ἵνα μὴ ἕλκηται ὑπὸ τῶν αἰσθήσεων μηδὲ ἐκείνων ἡ φαντασία τῷ νῷ αὐτοῦ ἐπεισκρίνηται, προσεύχεται τῷ τὸ τοιοῦτον κρυπτὸν μὴ φεύγοντι μηδὲ ἐγκαταλείποντι πατρὶ ἀλλ᾿ ἐν αὐτῷ κατοικοῦντι, συμπαρόντος αὐτῷ καὶ τοῦ μονογενοῦς. ἐγὼ γὰρ, φησὶ, „καὶ ὁ πατὴρ“ „πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾿ αὐτῷ ποιησόμεθα.“ δῆλον δὲ ὅτι τῷ δικαίῳ, ἐὰν δὴ οὕτως εὐχώμεθα, οὐ μόνον θεῷ ἀλλὰ καὶ πατρὶ ἐντευξόμεθα, ὡς υἱῶν μὴ ἀπολειπομένῳ ἀλλὰ παρόντι ἡμῶν „τῷ κρυπτῷ“ καὶ ἐφορῶντι αὐτὸ

v.2.p.345
καὶ πλείονα τὰ ἐν τῷ ταμείῳ ποιοῦντι, ἐὰν αὐτοῦ „τὴν θύραν“ ἀποκλείσωμεν.

Ἀλλὰ προσευχόμενοι μὴ βαττολογήσωμεν ἀλλὰ θεολογήσωμεν. βαττολογοῦμεν δὲ, ὅτε μὴ μωμοσκοῦντες ἑαυτοὺς ἢ τοὺς ἀναπεμπομένους τῆς εὐχῆς λόγους λέγομεν τὰ διεφθαρμένα ἔργα ἢ λόγους ἢ νοήματα, ταπεινὰ τυγχάνοντα καὶ ἐπίληπτα, τῆς ἀφθαρσίας ἀλλότρια τοῦ κυρίου. ὁ μέντοι βαττολογῶν ἐν τῷ εὔχεσθαι ἤδη καὶ ἐν τῇ χείρονι τῶν προειρημένων ἡμῖν συναγωγικῇ ἐστι καταστάσει τε (καὶ) χαλεπωτέρᾳ τῶν ἐν ταῖς πλατείαις γωνιῶν ὁδῷ, οὐδὲ ἴχνος σῴζων κἂν ὑποκρίσεως ἀγαθοῦ. βαττολογοῦσι γὰρ κατὰ τὴν λέξιν τοῦ εὐαγγελίου μόνοι „οἱ ἐθνικοὶ,“ οὐδὲ φαντασίαν μεγάλων ἔχοντες ἢ ἐπουρανίων αἰτημάτων. πᾶσαν εὐχὴν (περὶ) τῶν σωματικῶν καὶ τῶν ἐκτὸς ἀναπέμποντες. ἐθνικῷ οὖν βαττολογοῦντι ὁμοιοῦται ὁ τὰ κάτω ἀπὸ τοῦ ἐν οὐρανοῖς καὶ ὑπὲρ τὰ ὕψη τῶν οὐρανῶν κατοικοῦντος κυρίου αἰτῶν.

καὶ ἔοικέ γε ὁ πολυλογῶν βαττολογεῖν, καὶ ὁ βαττολογῶν πολυλογεῖν. οὐδὲν γὰρ ἓν τῆς ὕλης καὶ τῶν σωμάτων. ἀλλ᾿ ἕκαστον τῶν νομιζομένων ἓν ἔσχισται καὶ διακέκοπται καὶ διῄρηται εἰς πλείονα τὴν ἕνωσιν ἀπολωλεκός· ἓν γὰρ τὸ ἀγαθὸν πολλὰ δὲ τὰ αἰσχρὰ, καὶ ἓν ἡ ἀλήθεια πολλὰ δὲ τὰ ψευδῆ, καὶ ἓν ἡ ἀληθὴς δικαιοσύνη, πολλαὶ δὲ ἕξεις ταύτην ὑποκρίνονται, καὶ ἓν ἡ τοῦ θεοῦ σοφία, πολλαὶ δὲ αἱ καταργούμεναι „τοῦ αἰῶνος τούτου“ καὶ „τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου.“ καὶ εἷς μὲν ὁ τοῦ θεοῦ λόγος, πολλοὶ δὲ οἱ ἀλλότριοι τοῦ θεοῦ. διὰ τοῦτο οὐδεὶς ἐκφεύξεται „ἁμαρτίαν“ „ἐκ πολυλογίας,“ καὶ οὐδεὶς δοκῶν „ἐκ πολυλογίας“ εἰσακουσθήσεσθαι

v.2.p.346
εἰσακούεσθαι δύναται. διόπερ οὐχ ὁμοιωτέον ἐστὶ τὰς εὐχὰς ἡμῶν τοῖς ἐθνικοῖς βαττολογοῦσιν ἢ πολυλογοῦσιν ἢ ὅ τι δή ποτε πράττουσι „κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως“· „οἶδε γὰρ“ ὁ τῶν ἁγίων θεὸς, „πατὴρ“ ὢν, „ὧν χρείαν“ ἔχουσιν οἱ υἱοὶ αὐτοῦ, ἐπεὶ ἄξια τυγχάνει τῆς πατρικῆς γνώσεως. εἰ δέ τις ἀγνοεῖ τὸν θεὸν, καὶ τὰ τοῦ θεοῦ ἀγνοεῖ, ἀγνοεῖ δὲ τὰ „ὧν χρείαν“ ἔχει· διημαρτημένα γάρ ἐστι τὰ „ὧν χρείαν“ ἔχειν νομίζει· ὁ δὲ τεθεωρηκὼς ὧν ἐστιν ἐνδεὴς κρειττόνων καὶ θειοτέρων, γινωσκομένων ὑπὸ θεοῦ τεύξεται ὧν τεθεώρηκε καὶ ἐγνωσμένων τῷ πατρὶ καὶ πρὸ τῆς αἰτήσεως. τούτων δὴ εἰς τὰ πρὸ τῆς ἐν τῷ κατὰ Ματθαῖον εὐχῆς εἰρημένων, ἤδη θεασώμεθα καὶ τὰ δηλούμενα ἀπὸ τῆς εὐχῆς.

„Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς.“ ἄξιον ἐπιμελέστερον ἐπιτηρῆσαι τὴν λεγομένην παλαιὰν διαθήκην, εἰ ἔστι που εὑρεῖν ἐν αὐτῇ εὐχήν τινος λέγοντος τὸν θεὸν πατέρα· ἐπὶ γὰρ τοῦ παρόντος κατὰ δύναμιν ἐξετάσαντες οὐκ εὕρομεν. οὐ τοῦτο δέ φαμεν, ὅτι ὁ θεὸς πατὴρ οὐκ εἴρηται, ἢ οἱ πεπιστευκέναι νομιζόμενοι θεῷ υἱοὶ οὐκ ὠνομάσθησαν θεοῦ, ἀλλ᾿ ὅτι ἐν προσευχῇ τὴν ἀπὸ τοῦ σωτῆρος κατηγγελμένην παῤῥησίαν περὶ τοῦ ὀνομάσαι τὸν θεὸν πατέρα οὐχ εὕρομέν πω. ὅτι δὲ εἴρηται πατὴρ ὁ θεὸς καὶ υἱοὶ οἱ τῷ λόγῳ τοῦ θεοῦ προσεληλυθότες, πολλαχοῦ ἔστιν ἰδεῖν ὥσπερ καὶ ἐν Δευτερονομίῳ· „θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε,“ καὶ πάλιν· „οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔκτισέ σε,“ καὶ πάλιν· „υἱοὶ, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς“· καὶ ἐν τῷ Ἡσαΐᾳ· „υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν“· καὶ ἐν τῷ Μαλαχίᾳ· „υἱὸς δοξάσει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ. καὶ εἰ πατήρ εἰμι ἐγὼ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος μου;“