De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ἐπεὶ τοίνυν τηλικοῦτόν ἐστι τὸ περὶ τῆς εὐχῆς διαλαβεῖν, ὡς δεῖσθαι τοῦ καὶ εἰς τοῦτο φωτίζοντος πατρὸς καὶ αὐτοῦ τοῦ πρωτοτόκου λόγου διδάσκοντος τοῦ τε πνεύματος ἐνεργοῦντος εἰς τὸ νοεῖν καὶ λέγειν ἀξίως τοῦ τηλικούτου προβλήματος, εὐξάμενος ὡς ἄνθρωπος (οὐ γάρ που ἐμαυτῷ δίδωμι χωρεῖν τὴν προσευχὴν) τοῦ πνεύματος πρὸ τοῦ λόγου τυχεῖν τῆς εὐχῆς ἀξιῶ, ἵνα λόγος πληρέστατος καὶ πνευματικὸς ἡμῖν δωρηθῇ, καὶ αἱ ἐν τοῖς εὐαγγελίοις

v.2.p.304
ἀναγεγραμμέναι σαφηνισθῶσιν εὐχαί. ἀρκτέον ουν ἤδη τοῦ περὶ τῆς εὐχῆς λόγου.

Πρῶτον δὴ τὸ ὄνομα τῆς εὐχῆς ὅσον ἐπὶ παρατηρήσει τῇ ἐμῇ εὑρίσκω κείμενον, ἡνίκα ὁ Ἰακὼβ, φυγὰς γενόμενος τῆς ὀργῆς „τοῦ ἀδελφοῦ“ ἑαυτοῦ Ἠσαῦ, ἀπῄει „εἰς τὴν Μεσοποταμίαν“ κατὰ τὰς ὑποθήκας Ἰσαὰκ καὶ Ῥεβέκκας. οὕτω δὲ ἔχει ἡ λέξις· „καὶ ηὔξατο Ἰακὼβ εὐχὴν, λέγων· ἐὰν ᾖ κύριος ὁ θεὸς μετ᾿ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ. ᾗ ἐγὼ πορεύομαι, καὶ δώῃ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου· καὶ ἔσται κύριός μοι εἰς θεὸν, καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος θεοῦ, καὶ πάντων ὧν ἐάν μοι δῷς δεκάτην ἀποδεκατώσω αὐτά σοι.“ . . . . . . . . . . . .

ἔνθα καὶ σημειωτέον ἐστὶν ὅτι τὸ ὄνομα τῆς εὐχῆς παρελήφθη (πολλαχοῦ ἑτέρας οὔσης παρὰ τὴν προσευχὴν) ἐπὶ τοῦ μετὰ εὐχῆς ἐπαγγελλομένου τάδε τινὰ ποιήσειν, εἰ τύχοι ἀπὸ θεοῦ τῶνδε. τάσσεται μέντοι καὶ ἐπὶ τοῖς κατὰ συνήθειαν ἡμῶν λεγομένοις ἡ ὀνομασία· ὥσπερ ἐν Ἐξόδῳ εὕρομεν οὕτως μετὰ τὴν ἐπὶ τοῖς βατράχοις μάστιγα, τῇ τάξει τῶν δέκα οὖσαν δευτέραν, . . . . . . . . . . . .,ἐκάλεσε Φαραὼ Μωϋσέα καὶ Ἀαρὼν καὶ εἶπεν αὐτοῖς· εὔξασθε περὶ ἐμοῦ πρὸς κύριον. καὶ περιελέτω τοὺς βατράχους ἀπ᾿ ἐμοῦ καὶ τοῦ λαοῦ μου· καὶ ἐξαποστελῶ τὸν λαὸν, καὶ θύσωσι κυρίῳ.“ ἐὰν δὲ δυσπειθῶς τις ἔχῃ διὰ τὸ τοῦ Φαραὼ εἶναι φωνὴν τὴν „εὔξασθε“ πρὸς τὸ σημαίνεσθαι ἀπὸ τῆς εὐχῆς πρὸς τῷ προτέρῳ καὶ τὸ σύνηθες,

v.2.p.305
παρατηρητέον καὶ τὸ ἑξῆς οὕτως ἔχον· „εἶπε δὲ Μωϋσῆς πρὸς Φαραώ· τάξαι πρός με. πότε εὔξομαι περὶ σοῦ καὶ περὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου. ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν· πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται.“