De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Ἐπεὶ δὲ, ὡς ἐν τοῖς ἀνωτέροις εἰρήκαμεν, πρῶτον δεῖ καταστῆναί πως καὶ διατεθῆναι τὸν προσευχόμενον εἶθ᾿ οὕτως εὔξασθαι, ἴδωμεν πρὸ τῆς ἐγκειμένης προσευχῆς παρὰ τῷ Ματθαίῳ τοὺς περὶ αὐτῆς ὑπὸ τοῦ σωτῆρος ἡμῶν ἀπηγγελμένους (λόγους), οἵτινες οὕτως ἔχουσιν· „ὅταν προσεύχησθε, οὐκ ἔσεσθε ὥσπερ οἱ ὑποκριταί· οτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι. ὅπως φανῶσι τοῖς ἀνθρώποις. ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων σε ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. προσευχόμενοι δὲ μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. οὕτως οὖν προσεύχεσθε ὑμεῖς.“

πολλαχοῦ τοίνυν φαίνεται ὁ σωτὴρ ἡμῶν ἐνιστάμενος ὡς πρὸς ὀλέθριον πάθος τὴν φιλοδοξίαν· ὅπερ καὶ ἐνθάδε πεποίηκεν, ἀποτρέπων κατὰ τὸν καιρὸν τῆς εὐχῆς ὑποκριτῶν ἔργον ἐπιτελεῖν· ὑποκριτῶν γὰρ ἔργον ἐστὶ τὸ τοῖς ἀνθρώποις ἐναβρύνεσθαι ἐπ᾿ εὐσεβείᾳ θέλειν ἢ τῷ κοινωνικῷ. δέον δὲ μεμνημένους τοῦ „πῶς

v.2.p.342
δύνασθε πιστεῦσαι ὑμεῖς, δόξαν παρὰ ἀνθρώπων λαβόντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε;“ πάσης τῆς παρὰ ἀνθρώποις δόξης, κἂν ἐπὶ τῷ καλῷ γίνεσθαι νομίζηται, καταφρονεῖν καὶ ζητεῖν τὴν κυρίαν δόξαν καὶ ἀληθῆ τὴν ἀπὸ τοῦ μόνου τὸν τῆς δόξης ἄξιον πρεπόντως ἑαυτῷ ὑπὲρ τὴν ἀξίαν τοῦ δοξαζομένου δοξάζοντος. καὶ αὐτὸ οὖν τὸ νομισθὲν ἂν καλὸν εἶναι καὶ ἐπαινετὸν μολύνεται νομιζόμενον γίνεσθαι, ὅτε, „ὅπως“ δοξασθῶμεν „ὑπὸ τῶν ἀνθρώπων“ ἢ „ὅπως“ φανῶμεν „τοῖς ἀνθρώποις,“ ποιοῦμεν αὐτό· διόπερ οὐδεμία ἐπὶ τούτῳ ἀπὸ θεοῦ ἀμοιβὴ ἡμῖν ἕπεται. ἀψευδὴς γὰρ πᾶς ὁ τοῦ Ἰησοῦ λόγος καὶ, εἰ δεῖ βιαζόμενον εἰπεῖν, ἀψευδέστερος γίνεται, ἐπὰν μετὰ τοῦ συνήθους αὐτοῦ ὅρκου λέγηται. φησὶ δὲ περὶ τῶν δι᾿ ἀνθρωπίνην δόξαν εὖ τὸν πέλας δοκούντων ποιεῖν ἢ „ἐν ταῖς συναγωγαῖς καὶ ταῖς γωνίαις τῶν πλατειῶν“ προσευχομένων, „ὅπως φανῶσι τοῖς ἀνθρώποις,“ τὸ αὐτό· „ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν.“ ὥσπερ γὰρ ἀπέσχεν ὁ κατὰ Λουκᾶν πλούσιος „τὰ ἀγαθὰ“ „ἐν τῇ“ ἑαυτοῦ ἀνθρωπίνῃ „ζωῇ,“ διὰ τὸ ἀπεσχηκέναι ταῦτα οὐκέτι χωρῶν τυχεῖν αὐτῶν μετὰ τὸν ἐνεστηκότα βίον· οὕτως ὁ ἀπέχων ἑαυτοῦ „τὸν μισθὸν,“ εἴ τι δώσει τινὶ ἢ ἐν εὐχαῖς, ἅτε μὴ σπείρας „εἰς τὸ πνεῦμα“ ἀλλὰ „εἰς τὴν σάρκα,“ „θερίσει“ μὲν τὴν „φθορὰν,“ οὐ „θερίσει“ δὲ τὴν „αἰώνιον ζωήν.“ „εἰς τὴν σάρκα“ δὲ σπείρει ὁ „ἐν ταῖς συναγωγαῖς καὶ ταῖς ῥύμαις, ὅπως“ δοξασθῇ „ὑπὸ τῶν ἀνθρώπων,“ ποιῶν „ἐλεημοσύνην“ μετὰ σαλπισμοῦ τοῦ „ἔμπροσθεν“ ἑαυτοῦ, ἢ ὁ φιλῶν „ἐν ταῖς συναγωγαῖς καὶ ταῖς γωνίαις τῶν πλατειῶν“ ἑστὼς „προσεύχεσθαι, ὅπως“ φανεὶς „τοῖς ἀνθρώποις“ εὐσεβής τις καὶ ὅσιος εἶναι παρὰ τοῖς ἑωρακόσι νομισθῇ.

ἀλλὰ καὶ πᾶς ὁ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύων ὁδὸν, τὴν ἀπάγουσαν ἐπὶ „τὴν ἀπώλειαν,“ οὐδὲν ὀρθὸν καὶ εὐθὲς ἔχουσαν ἀλλὰ πᾶσαν σκολιὰν τυγχάνουσαν καὶ γεγωνιωμένην (κέκλασται γὰρ

v.2.p.343
ἐπὶ πλεῖστον ἡ εὐθεῖα), ἐν αὐτῇ ἕστηκεν οὐ καλῶς, „ἐν ταῖς γωνίαις τῶν πλατειῶν“ προσευχόμενος, διὰ τῆς φιληδονίας οὐχὶ ἐν μιᾷ ἀλλ᾿ ἐν πλείοσι γινόμενος πλατείαις· ἐν αἷς οἱ „ὡς ἄνθρωποι“ ἀποθνῄσκοντες διὰ τὸ τῆς θεότητος ἀποπεπτωκέναι τυγχάνουσι δοξάζοντες καὶ μακαρίζοντες τοὺς ἐν ταῖς πλατείαις ἀσεβεῖν αὐτοῖς νενομισμένους. πολλοὶ δὲ ἀεὶ οἱ φαινόμενοι ἐν τῷ προσεύχεσθαι „φιλήδονοι μᾶλλον ἢ φιλόθεοι,“ ἐν μέσοις τοῖς συμποσίοις καὶ παρὰ ταῖς μέθαις ἐμπαροινοῦντες τῇ προσευχῇ, ἀληθῶς „ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες“ καὶ προσευχόμενοι· πᾶς γὰρ ὁ κατὰ τὴν ἡδονὴν βιοὺς, τὸ εὐρύχωρον ἀγαπήσας ἐκπέπτωκε τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ Ἰησοῦ Χριστοῦ. οὐδὲ τὴν τυχοῦσαν ἐχούσης κάμπην καὶ οὐδὲ ὅλως γεγωνιωμένης.

Εἰ δέ ἐστι τὶς διαφορὰ ἐκκλησίας καὶ συναγωγῆς (τῆς μὲν κυρίως ἐκκλησίας οὐκ ἐχούσης „σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλὰ“ ἁγίας καὶ ἀμώμου τυγχανούσης, εἰς ἣν οὔτε ὁ „ἐκ πόρνης“ εἰσέρχεται οὔτε ὁ „θλαδίας“ ἢ „ἀποκεκομμένος“ ἀλλ᾿ οὐδὲ Αἰγύπτιος ἢ Ἰδουμαῖος, ἐὰν μὴ υἱῶν γεννηθέντων αὐτοῖς διὰ τὴν τρίτην γενεὰν μόλις δυνηθῶσιν ἐφαρμόσαι τῇ ἐκκλησίᾳ, οὐδὲ ὁ „Μωαβίτης“ καὶ „ Ἀμμανίτης,“ ἐὰν μὴ δεκάτη γενεὰ πληρωθῇ καὶ ὁ αἰὼν τελεσθῇ· τῆς δὲ συναγωγῆς ὑπὸ ἑκατοντάρχου οἰκοδομουμένης, ἐν τοῖς πρὸ τῆς Ἰησοῦ ἐπιδημίας χρόνοις τοῦτο ποιοῦντος, ὅτε οὐδέπω μεμαρτύρηται „πίστιν“ ἔχειν, ὁπόσην „οὐδὲ ἐν τῷ Ἰσραὴλ“ εὗρεν ὁ υἱὸς τοῦ θεοῦ), ὁ φιλῶν δὴ „προσεύχεσθαι“ „ἐν ταῖς συναγωγαῖς“

v.2.p.344
οὐ μακράν ἐστι τῶν γωνιῶν „τῶν πλατειῶν.“ ἀλλ᾿ οὐχ ὁ ἅγιος τοιοῦτος· οὐ φιλεῖ γὰρ „προσεύχεσθαι“ ἀλλὰ ἀγαπᾷ, καὶ οὐκ „ἐν συναγωγαῖς“ ἀλλ᾿ ἐν ἐκκλησίαις, καὶ οὐκ „ἐν γωνίαις πλατειῶν“ ἀλλ᾿ ἐν τῇ εὐθύτητι τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἀλλὰ καὶ οὐκ ἵνα φανῇ „τοῖς ἀνθρώποις“ ἀλλ᾿ ἵν᾿ ὀφθῇ „ἐνώπιον κυρίου τοῦ θεοῦ.“ ἄῤῥην γάρ ἐστι τὸν „δεκτὸν ἐνιαυτὸν κυρίου“ νοῶν καὶ τὴν ἐντολὴν τηρῶν τὴν λέγουσαν· „τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικὸν ἐνώπιον κυρίου τοῦ θεοῦ.“

ἐπιμελῶς δὲ ἀκουστέον τοῦ „φανῶσιν,“ ἐπεὶ οὐδὲν φαινόμενον καλόν ἐστιν, οἱονεὶ δοκήσει ὂν καὶ οὐκ ἀληθῶς καὶ τὴν φαντασίαν πλανῶν ἀλλ᾿ οὐκ ἀκριβῶς καὶ ἀληθῶς ἐκτυποῦν. ὥσπερ δὲ οἱ ἐν τοῖς θεάτροις δραμάτων τινῶν ὑποκριταὶ οὐχ ὅπερ λέγουσίν εἰσιν, οὐδ᾿ ὅπερ βλέπονται καθ᾿ ὃ περίκεινται πρόσωπον τοῦτο τυγχάνουσιν· οὕτως καὶ πάντες οἱ ἐπιμορφάζοντες τῷ δοκεῖν τὴν τοῦ καλοῦ φαντασίαν οὐ δίκαιοι ἀλλ᾿ ὑποκριταί εἰσι δικαιοσύνης, καὶ αὐτοὶ ἐν ἰδίῳ θεάτρῳ ὑποκρινόμενοι, „ταῖς συναγωγαῖς καὶ ταῖς γωνίαις τῶν πλατειῶν.“ ὁ δὲ μὴ ὑποκριτὴς ἀλλὰ πᾶν τὸ ἀλλότριον ἀποθέμενος, ἐν τῷ παντὸς τοῦ προειρημένου θεάτρου καθ᾿ ὑπερβολὴν μείζονι ἑαυτὸν ἀρέσκειν εὐτρεπίζων, εἰσέρχεται εἰς τὸ ἑαυτοῦ „ταμεῖον,“ ἐπὶ τοῦ ἐναποτεθησαυρισμένου πλούτου τὸν „τῆς σοφίας καὶ γνώσεως“ θησαυρὸν ἑαυτῷ ἀποκλείσας· καὶ μηδαμῶς ἔξω νεύων μηδὲ περὶ τὰ ἔξω κεχηνὼς πᾶσάν τε „τὴν θύραν“ τῶν αἰσθητηρίων ἀποκλείσας, ἵνα μὴ ἕλκηται ὑπὸ τῶν αἰσθήσεων μηδὲ ἐκείνων ἡ φαντασία τῷ νῷ αὐτοῦ ἐπεισκρίνηται, προσεύχεται τῷ τὸ τοιοῦτον κρυπτὸν μὴ φεύγοντι μηδὲ ἐγκαταλείποντι πατρὶ ἀλλ᾿ ἐν αὐτῷ κατοικοῦντι, συμπαρόντος αὐτῷ καὶ τοῦ μονογενοῦς. ἐγὼ γὰρ, φησὶ, „καὶ ὁ πατὴρ“ „πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾿ αὐτῷ ποιησόμεθα.“ δῆλον δὲ ὅτι τῷ δικαίῳ, ἐὰν δὴ οὕτως εὐχώμεθα, οὐ μόνον θεῷ ἀλλὰ καὶ πατρὶ ἐντευξόμεθα, ὡς υἱῶν μὴ ἀπολειπομένῳ ἀλλὰ παρόντι ἡμῶν „τῷ κρυπτῷ“ καὶ ἐφορῶντι αὐτὸ

v.2.p.345
καὶ πλείονα τὰ ἐν τῷ ταμείῳ ποιοῦντι, ἐὰν αὐτοῦ „τὴν θύραν“ ἀποκλείσωμεν.

Ἀλλὰ προσευχόμενοι μὴ βαττολογήσωμεν ἀλλὰ θεολογήσωμεν. βαττολογοῦμεν δὲ, ὅτε μὴ μωμοσκοῦντες ἑαυτοὺς ἢ τοὺς ἀναπεμπομένους τῆς εὐχῆς λόγους λέγομεν τὰ διεφθαρμένα ἔργα ἢ λόγους ἢ νοήματα, ταπεινὰ τυγχάνοντα καὶ ἐπίληπτα, τῆς ἀφθαρσίας ἀλλότρια τοῦ κυρίου. ὁ μέντοι βαττολογῶν ἐν τῷ εὔχεσθαι ἤδη καὶ ἐν τῇ χείρονι τῶν προειρημένων ἡμῖν συναγωγικῇ ἐστι καταστάσει τε (καὶ) χαλεπωτέρᾳ τῶν ἐν ταῖς πλατείαις γωνιῶν ὁδῷ, οὐδὲ ἴχνος σῴζων κἂν ὑποκρίσεως ἀγαθοῦ. βαττολογοῦσι γὰρ κατὰ τὴν λέξιν τοῦ εὐαγγελίου μόνοι „οἱ ἐθνικοὶ,“ οὐδὲ φαντασίαν μεγάλων ἔχοντες ἢ ἐπουρανίων αἰτημάτων. πᾶσαν εὐχὴν (περὶ) τῶν σωματικῶν καὶ τῶν ἐκτὸς ἀναπέμποντες. ἐθνικῷ οὖν βαττολογοῦντι ὁμοιοῦται ὁ τὰ κάτω ἀπὸ τοῦ ἐν οὐρανοῖς καὶ ὑπὲρ τὰ ὕψη τῶν οὐρανῶν κατοικοῦντος κυρίου αἰτῶν.