De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

δέησιν μὲν οὖν καὶ ἔντευξιν καὶ εὐχαριστίαν οὐκ ἄτοπον καὶ ἀνθρώποις (ἁγίοις) προσενεγκεῖν· ἀλλὰ τὰ μὲν δύο (λέγω δὴ ἔντευξιν καὶ εὐχαριστίαν) οὐ μόνον ἁγίοις ἀλλὰ δὴ καὶ (ἄλλοις) ἀνθρώποις, τὴν δὲ δέησιν μόνον ἁγίοις, εἴ τις εὑρεθείη Παῦλος ἢ Πέτρος, ἵνα ὠφελήσωσιν ἡμᾶς, ἀξίους ποιοῦντες τοῦ τυχεῖν τῆς δεδομένης αὐτοῖς ἐξουσίας πρὸς τὸ ἁμαρτήματα ἀφιέναι· εἰ μὴ ἄρα, κἂν μὴ ἅγιός τις ᾖ, ἀδικήσωμεν δὲ αὐτὸν, δέδοται συναισθηθέντας τῆς εἰς αὐτὸν ἁμαρτίας τὸ δεηθῆναι καὶ τοῦ τοιούτου, ἵν᾿ ἡμῖν ἠδικηκόσι συγγνώμην ἀπονείμῃ, εἰ δὲ ἀνθρώποις ἁγίοις ταῦτα προσενεκτέον, πόσῳ πλέον τῷ Χριστῷ εὐχαριστητέον, τοσαῦτα ἡμᾶς βουλήσει τοῦ πατρὸς εὐεργετήσαντι; ἀλλὰ καὶ ἐντευκτέον αὐτῷ ὡς ὁ εἰπὼν Στέφανος· „κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην“· μιμούμενοί τε τὸν πατέρα τοῦ σεληνιαζομένου ἐροῦμεν· „δέομαι,“ „κύριε, ἐλέησον“ ἢ „τὸν υἱὸν“ ἢ ἐμὲ αὐτὸν ἢ ὃν δή ποτε.

Ἐὰν δὲ ἀκούωμεν ὅ τι ποτέ ἐστι προσευχὴ, μή ποτε οὐδενὶ τῶν γεννητῶν προσευκτέον ἐστὶν οὐδὲ αὐτῷ τῷ Χριστῷ ἀλλὰ μόνῳ τῷ θεῷ τῶν ὅλων καὶ πατρὶ, ᾧ καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν

v.2.p.334
προσηύχετο, ὡς προπαρεθέμεθα, καὶ διδάσκει ἡμᾶς προσεύχεσθαι. ἀκούσας γάρ· „δίδαξον ἡμᾶς προσεύχεσθαι“ οὐ διδάσκει αὑτῷ „προσεύχεσθαι“ ἀλλὰ τῷ πατρὶ, λέγοντας· „πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς“ καὶ τὰ ἑξῆς. εἰ γὰρ ἕτερος, ὡς ἐν ἄλλοις δείκνυται, κατ᾿ οὐσίαν καὶ ὑποκείμενόν ἐστιν ὁ υἱὸς τοῦ πατρὸς, ἤτοι προσευκτέον τῷ υἱῷ καὶ οὐ τῷ πατρὶ ἢ ἀμφοτέροις ἢ τῷ πατρὶ μόνῳ. τὸ μὲν οὖν τῷ υἱῷ καὶ οὐ τῷ πατρὶ πᾶς ὁστισοῦν ὁμολογήσει εἶναι ἀτοπώτατον καὶ παρὰ τὴν ἐνάργειαν λεχθησόμενον ἄν· εἰ δὲ ἀμφοτέροις, δῆλον ὅτι κἂν ἀξιώσεις προσενέγκοιμεν πληθυντικῶς, παράσχεσθε καὶ εὐεργετήσατε καὶ ἐπιχορηγήσατε καὶ σώσατε, καὶ εἴ τι τούτων ὅμοιον, διὰ τῶν προσευχῶν λέγοντες· ὅπερ καὶ αὐτόθεν ἀπεμφαῖνον, οὐδὲ ἐν ταῖς γραφαῖς ἔχει τις δεῖξαι κείμενον ὑπό τινων λεγόμενον. λείπεται τοίνυν προσεύχεσθαι μόνῳ τῷ θεῷ τῷ τῶν ὅλων πατρὶ, ἀλλὰ μὴ χωρὶς τοῦ ἀρχιερέως, ὅστις „μεθ᾿ ὁρκωμοσίας“ κατεστάθη ὑπὸ τοῦ πατρὸς κατὰ τὸ „ὤμοσε, καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.“