De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ὅσα δὲ καὶ ἕκαστος ἡμῶν, ἐὰν εὐχαρίστως μεμνημένος τῶν εἰς αὑτὸν εὐεργεσιῶν περὶ τούτων αἴνους ἀναπέμπειν τῷ θεῷ βούληται, ἔχει ἐκδιηγήσασθαι; ἄγονοί τε γὰρ ἐπὶ πολὺ γεγενημέναι ψυχαὶ, ᾐσθημέναι τῆς στειρώσεως τῶν ἰδίων ἡγεμονικῶν καὶ τῆς ἀγονίας τοῦ νοῦ ἑαυτῶν, ἀπὸ τοῦ ἁγίου πνεύματος διὰ ἐπιμόνου εὐχῆς κυήσασαι σωτηρίους λόγους, θεωρημάτων ἀληθείας πεπληρωμένους, γεγεννήκασιν. ὅσοι δὲ, ἡμῶν πολλάκις μυριάδων ἀντικειμένης δυνάμεως καταστρατευομένων καὶ ἐξαφανίσαι ἀπὸ τῆς θείας ἡμᾶς πίστεως βουλομένων, πολέμιοι διελύθησαν; θαῤῥησάντων ἡμῶν ὅτι „οὗτοι ἐν ἅρμασιν“ „οὗτοι“ δὲ „ἐν ἵπποις“ ἀλλὰ „ἡμεῖς ἐν ὀνόματι κυρίου“ ἐπικαλούμενοι ὁρῶμεν ὅτι ἀληθῶς „ψευδὴς ἵππος εἰς σωτηρίαν.“ ἀλλὰ καὶ τὸν ἀρχιστρατηγὸν τοῦ ἀντικειμένου ἀπατηλὸν καὶ πιθανὸν λόγον, καταπτήσσειν ποιοῦντα πολλοὺς καὶ τῶν πεπιστευκέναι νομιζομένων. ὁ τῷ πρὸς θεὸν αἴνῳ πεποιθὼς διακόπτει πολλάκις· Ἰουδὴθ γὰρ ἑρμηνεύεται αἴνεσις. ὅσοι τε πάσης φλογὸς καυστικωτέροις περιπεσόντες δυσπεριγενήτοις πολλάκις πειρασμοῖς οὐδὲν ὑπ᾿ αὐτῶν πεπόνθασιν ἀλλὰ πάντῃ ἀβλαβεῖς τούτους διεξεληλύθασιν, οὐδὲ τὸ τυχὸν ὀσμῆς „τοῦ“ πολεμίου „πυρὸς“ βλάβην ἐσχηκότες, τί δεῖ καὶ λέγειν; ἀλλὰ καὶ ἐν ὅσοις θηρίοις, καθ᾿ ἡμῶν ἐξηγριωμένοις, πονηροῖς πνεύμασι καὶ ἀνθρώποις ὠμοῖς παρατυχόντες ταῖς εὐχαῖς αὐτοὺς πολλάκις ἐφίμωσαν. οὐ δεδυνημένων ἐγχρίψαι τοὺς ὀδόντας αὐτῶν τοῖς γεγενημένοις ἡμῶν μέλεσι τοῦ Χριστοῦ; πολλάκις γὰρ καθ᾿ ἕκαστον τῶν ἁγίων „τὰς μύλας τῶν λεόντων συνέθλασε κύριος,“ καὶ ἐξουδενώθησαν „ὡς ὕδωρ παραπορευόμενον.“ ἴσμεν δὲ πολλάκις φυγάδας προσταγμάτων θεοῦ καταποθέντας ὑπὸ τοῦ θανάτου, πρότερον κατ᾿ αὐτῶν ἰσχύσαντος, διὰ τὴν μετάνοιαν σωθέντας ἀπὸ τοῦ τηλικούτου κακοῦ, οὐκ ἀπεγνωκότας τὸ σῴζεσθαι δύνασθαι ἤδη „ἐν τῇ κοιλίᾳ τοῦ“ θανάτου

v.2.p.328
κεκρατημένους· „κατέπιε γὰρ ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.“

ταῦτα δέ μοι ἀναγκαιότατα μετὰ τὸν κατάλογον τῶν ὠφεληθέντων διὰ προσευχῆς εἰρῆσθαι νομίζω, ἀποτρέποντι τὴν πνευματικὴν καὶ τὴν ἐν Χριστῷ ζωὴν ποθοῦντας ἀπὸ τοῦ περὶ τῶν μικρῶν καὶ ἐπιγείων εὔχεσθαι καὶ παρακαλοῦντι ἐπὶ τὰ μυστικὰ. ὧν τύποι ἦσαν τὰ προειρημένα μοι, τοὺς ἐντυχόντας τῇδε τῇ γραφῇ. πᾶσα γὰρ ἡ περὶ τῶν προπαρατεθέντων ἡμῖν πνευματικῶν καὶ μυστικῶν εὐχὴ ἀεὶ ὑπὸ τοῦ μὴ „κατὰ σάρκα“ στρατευομένου ἀλλὰ „πνεύματι τὰς πράξεις τοῦ σώματος“ θανατοῦντος ἐπιτελεῖται. προκρινομένων τῶν ἀπὸ τῆς ἀναγωγῆς μετ᾿ ἐξετάσεως παρισταμένων τῆς ἐμφαινομένης κατὰ τὴν λέξιν γεγονέναι τοῖς προσευξαμένοις εὐεργεσίας. καὶ ἐν ἡμῖν γὰρ ἀσκητέον μὴ ἐγγενέσθαι ἄγονον ἢ στεῖραν, ἀκούουσι τοῦ πνευματικοῦ νόμου ὠσὶ πνευματικοῖς· ἵνα ἀποτιθέμενοι τὸ εἶναι ἄγονοι ἢ στεῖραι ἐπακουσθῶμεν ὡς Ἄννα καὶ Ἐζεκίας, καὶ ἵνα ἀπὸ ἐπιβουλευόντων ἐχθρῶν τῶν πνευματικῶν τῆς πονηρίας ῥυσθῶμεν ὡς Μαρδοχαῖος καὶ Ἐσθὴρ καὶ Ἰουδήθ. καὶ ἐπεὶ κάμινός ἐστι σιδηρᾶ Αἴγυπτος, σύμβολον τυγχάνουσα παντὸς τοῦ περιγείου τόπου, πᾶς ὁ ἐκπεφευγὼς τὴν τοῦ βίου τῶν ἀνθρώπων κακίαν καὶ μὴ πεπυρωμένος ὑπὸ τῆς ἁμαρτίας μηδὲ ὡς κλίβανον πλήρη πυρὸς τὴν καρδίαν ἐσχηκὼς μὴ ἔλαττον εὐχαριστείτω τῶν ἐν πυρὶ „δρόσου“ πεπειραμένων. ἀλλὰ καὶ ὁ ἐν τῷ εὔξασθαι καὶ εἰρηκέναι· „μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι“ ἐπακουσθεὶς καὶ μηδὲν ἀπὸ τῆς ἀσπίδος καὶ τοῦ βασιλίσκου παθὼν τῷ διὰ Χριστὸν αὐτὸν αὐτῶν ἐπιβεβηκέναι καὶ καταπατήσας „λέοντα καὶ δράκοντα“ τῇ τε καλῇ ἐξουσίᾳ ὑπὸ Ἰησοῦ δεδομένῃ χρησάμενος „τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ“ καὶ μηδὲν ὑπὸ τῶν τοσούτων ἀδικηθεὶς πλεῖον τοῦ Δανιὴλ εὐχαριστησάτω, ἅτε ἀπὸ φοβερωτέρων καὶ ἐπιβλαβεστέρων

v.2.p.329
ῥυσθεὶς θηρίων. πρὸς τούτοις ὁ πεπεισμένος, ποίου κήτους τύπος τὸ καταπεπωκὸς τὸν Ἰωνᾶν ἐτύγχανε, καὶ καταλαβὼν δὲ ὅτι ἐκείνου τοῦ ὑπὸ τοῦ Ἰὼβ εἰρημένου· „καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι,“ ἐάν ποτε γένηται διά τινα ἀπειθίαν „ἐν τῇ τοῦ κήτους κοιλίᾳ,“ μετανοῶν εὐξάσθω, κἀκεῖθεν ἐξελεύσεται· ἐξελθών τε ἐπιμένων τῷ πείθεσθαι τοῖς προστάγμασι τοῦ θεοῦ δυνήσεται κατὰ τὴν χρηστότητα τοῦ πνεύματος προφητεύσας καὶ νῦν Νινευΐταις ἀπολλυμένοις πρόφασις αὐτοῖς γενέσθαι σωτηρίας, μὴ δυσαρεστούμενος τῇ χρηστότητι τοῦ θεοῦ μηδὲ ζητῶν ἐπιμένειν αὐτὸν πρὸς τοὺς μετανοοῦντας τῇ ἀποτομίᾳ.