De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Πρὸς δὲ τούτοις δυνάμεως πεπληρωμένους νομίζω τοὺς λόγους τῆς τῶν ἁγίων εὐχῆς, μάλιστα ὅτε προσευχόμενοι „πνεύματι“ προσεύχονται „καὶ τῷ νοΐ,“ φωτὶ ἐοικότι ἀνατέλλοντι ἀπὸ τῆς τοῦ εὐχομένου διανοίας καὶ προϊόντι ἐκ στόματος αὐτοῦ ὑπεκλύειν δυνάμει θεοῦ τὸν ἐνιέμενον νοητὸν ἰὸν ἀπὸ τῶν ἀντικειμένων δυνάμεων τῷ ἡγεμονικῷ τῶν ἀμελούντων τοῦ εὔχεσθαι καὶ τὸ „ἀδιαλείπτως προσεύχεσθε“ ἀκολούθως ταῖς τοῦ Ἰησοῦ προτροπαῖς εἰρημένον παρὰ τῷ Παύλῳ μὴ φυλαττόντων. ὡσπερεὶ γὰρ βέλος ἀπὸ τῆς τοῦ εὐχομένου ψυχῆς τῇ γνώσει καὶ τῷ λόγῳ η τῇ πίστει πρόεισιν ἀπὸ τοῦ ἁγίου, τιτρῶσκον ἐπὶ καθαιρέσει καὶ καταλύσει τὰ ἐχθρὰ τῷ θεῷ πνεύματα, τοῖς τῆς ἁμαρτίας δεσμοῖς περιβαλεῖν ἡμᾶς θέλοντα.

„ἀδιαλείπτως“ δὲ προσεύχεται, καὶ τῶν ἔργων τῆς ἀρετῆς ἢ τῶν ἐντολῶν τῶν ἐπιτελουμένων εἰς εὐχῆς ἀναλαμβανομένων μέρος, ὁ συνάπτων τοῖς δέουσιν ἔργοις τὴν εὐχὴν καὶ τῇ εὐχῇ τὰς

v.2.p.325
πρεπούσας πράξεις. οὕτω γὰρ μόνως τὸ „ἀδιαλείπτως προσεύχεσθε“ ἐκδέξασθαι δυνάμεθα ὡς δυνατὸν ὂν εἰρημένον, εἰ πάντα τὸν βίον τοῦ ἁγίου μίαν συναπτομένην μεγάλην εἴποιμεν εὐχήν· ἧς εὐχῆς μέρος ἐστὶ καὶ ἡ συνήθως ὀνομαζομένη εὐχὴ. ο(??)κ ἔλαττον τοῦ τρὶς ἑκάστης ἡμέρας ἐπιτελεῖσθαι ὀφείλουσα· ὅπερ δῆλόν ἐστιν ἐκ τῶν κατὰ τὸν Δανιὴλ. τηλικούτου ἐπηρτημένου αὐτῷ κινδύνου εὐχόμενον τρὶς τῆς ἡμέρας. καὶ ὁ Πέτρος δὲ ἀναβαίνων εἰς „τὸ δῶμα“ („περὶ“) τὴν „ἕκτην“ „προσεύξασθαι,“ ὅτε καὶ ἑώρα τὸ ἐξ οὐρανοῦ „καθιέμενον“ „σκεῦος“ „τέτρασιν ἀρχαῖς καθιέμενον.“ παρίστησι τὴν μέσην τῶν τριῶν εὐχὴν, τὴν πρὸ αὐτοῦ καὶ παρὰ τοῦ Δαυΐδ λεγομένην· „τὸ πρωῒ εἰσακούσῃ τῆς προσευχῆς μου, τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι“· καὶ τῆς τελευταίας δηλουμένης διὰ τοῦ· „ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.“ ἀλλ᾿ οὐδὲ τὸν τῆς νυκτὸς καιρὸν χωρὶς ταύτης τῆς εὐχῆς καθηκόντως διανύσομεν, τοῦ μὲν Δαυῒδ λέγοντος· „μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου,“ τοῦ δὲ Παύλου. ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων εἴρηται, „κατὰ τὸ μεσονύκτιον“ ἅμα τῷ Σίλᾳ ἐν Φιλίπποις προσευχομένου καὶ ὑμνοῦντος τὸν θεὸν, ὥστε ἐπακροᾶσθαι „αὐτῶν“ καὶ τοὺς δεσμίους.

Εἰ δὲ Ἰησοῦς προσεύχεται καὶ μὴ μάτην προσεύχεται. τυγχάνων ὧν αἰτεῖ διὰ τοῦ εὔχεσθαι, τάχα οὐκ ἂν αὐτὰ εἰληφὼς χωρὶς εὐχῆς, τίς ἡμῶν ἀμελῇ τοῦ εὔχεσθαι; Μάρκος μὲν γάρ φησιν

v.2.p.326
ὅτι „πρωῒ ἔννυχον λίαν ἀναστὰς ἐξῆλθε καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο,“ ὁ δὲ Λουκᾶς· „καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτὸν“ καὶ ἐν ἄλλοις· „καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ“· ὁ δὲ Ἰωάννης εὐχὴν αὐτοῦ ἀναγράφει λέγων· „ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὑτοῦ εἰς τὸν οὐρανὸν εἶπε· πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱὸν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε“· καὶ τὸ „ᾔδειν“ δὲ „ὅτι πάντοτέ μου ἀκούεις“ παρὰ τῷ αὐτῷ ἀναγεγραμμένον ὑπὸ τοῦ κυρίου εἰρημένον δηλοῖ ὅτι „πάντοτε“ εὐχόμενος „πάντοτε“ ἐπακούεται.

τί δὲ δεῖ καταλέγειν τοὺς διὰ τοῦ ὃν δεῖ τρόπον προσεύξασθαι μεγίστων ἐπιτετευχότας ἀπὸ θεοῦ, παρὸν ἑκάστῳ ἑαυτῷ ἀπὸ τῶν γραφῶν ἀναλέξασθαι πλείονα; Ἄννα γὰρ ὑπηρέτησε τῇ γενέσει Σαμουὴλ, τῷ Μωϋσεῖ συναριθμηθέντος, ἐπεὶ μὴ τίκτουσα πιστεύσασα προσηύξατο πρὸς κύριον· Ἐζεκίας δὲ ἔτι ἄπαις τυγχάνων, μαθὼν ἀπὸ τοῦ Ἡσαΐου τεθνήξεσθαι, προσευξάμενος εἰς τὴν τοῦ σωτῆρος γενεαλογίαν ἀνείληπται· ἤδη δὲ ὑφ᾿ ἓν πρόσταγμα ἐξ ἐπιβουλῆς τοῦ Ἀμὰν ἀπόλλυσθαι μέλλοντος τοῦ λαοῦ, προσευχὴ μετὰ νηστείας Μαρδοχαίου καὶ Ἐσθὴρ ἐπακουσθεῖσα πρὸς ταῖς κατὰ Μωϋσέα ἑορταῖς τὴν Μαρδοχαϊκὴν ἐγέννησεν εὐφροσύνης τῷ λαῷ ἡμέραν· ἀλλὰ καὶ Ἰουδὴθ ἁγίαν ἀνενεγκοῦσα προσευχὴν τοῦ Ὀλοφέρνου μετὰ θεοῦ περιγίνεται καὶ μία γυνὴ τῶν Ἑβραίων αἰσχύνην ἐποίησε τῷ οἴκῳ τοῦ Ναβουχοδονόσορ· „Ἀνανίας“ δὲ „καὶ Ἀζαρίας καὶ Μισαὴλ“ „πνεῦμα δρόσου διασυρίζον,“ οὐκ ἐῶν ἐνεργεῖν τὴν φλόγα τοῦ πυρὸς, ἄξιοι γεγόνασιν ἐπακουσθέντες λαβεῖν· οἱ δὲ ἐν τῷ λάκκῳ Βαβυλωνίων λέοντες φιμοῦνται διὰ τὰς τοῦ Δανιὴλ προσευχάς· καὶ Ἰωνᾶς δὲ, οὐκ ἀπογνοὺς τὸ ἐπακουσθήσεσθαι ἐκ

v.2.p.327
κοιλίας τοῦ καταπιόντος αὐτὸν κήτους, τὸ ἐλλιπὲς τῆς πρὸς τοὺς Νινευΐτας προφητείας ἐξελθὼν τὴν τοῦ κήτους γαστέρα ἀναπληροῖ.

ὅσα δὲ καὶ ἕκαστος ἡμῶν, ἐὰν εὐχαρίστως μεμνημένος τῶν εἰς αὑτὸν εὐεργεσιῶν περὶ τούτων αἴνους ἀναπέμπειν τῷ θεῷ βούληται, ἔχει ἐκδιηγήσασθαι; ἄγονοί τε γὰρ ἐπὶ πολὺ γεγενημέναι ψυχαὶ, ᾐσθημέναι τῆς στειρώσεως τῶν ἰδίων ἡγεμονικῶν καὶ τῆς ἀγονίας τοῦ νοῦ ἑαυτῶν, ἀπὸ τοῦ ἁγίου πνεύματος διὰ ἐπιμόνου εὐχῆς κυήσασαι σωτηρίους λόγους, θεωρημάτων ἀληθείας πεπληρωμένους, γεγεννήκασιν. ὅσοι δὲ, ἡμῶν πολλάκις μυριάδων ἀντικειμένης δυνάμεως καταστρατευομένων καὶ ἐξαφανίσαι ἀπὸ τῆς θείας ἡμᾶς πίστεως βουλομένων, πολέμιοι διελύθησαν; θαῤῥησάντων ἡμῶν ὅτι „οὗτοι ἐν ἅρμασιν“ „οὗτοι“ δὲ „ἐν ἵπποις“ ἀλλὰ „ἡμεῖς ἐν ὀνόματι κυρίου“ ἐπικαλούμενοι ὁρῶμεν ὅτι ἀληθῶς „ψευδὴς ἵππος εἰς σωτηρίαν.“ ἀλλὰ καὶ τὸν ἀρχιστρατηγὸν τοῦ ἀντικειμένου ἀπατηλὸν καὶ πιθανὸν λόγον, καταπτήσσειν ποιοῦντα πολλοὺς καὶ τῶν πεπιστευκέναι νομιζομένων. ὁ τῷ πρὸς θεὸν αἴνῳ πεποιθὼς διακόπτει πολλάκις· Ἰουδὴθ γὰρ ἑρμηνεύεται αἴνεσις. ὅσοι τε πάσης φλογὸς καυστικωτέροις περιπεσόντες δυσπεριγενήτοις πολλάκις πειρασμοῖς οὐδὲν ὑπ᾿ αὐτῶν πεπόνθασιν ἀλλὰ πάντῃ ἀβλαβεῖς τούτους διεξεληλύθασιν, οὐδὲ τὸ τυχὸν ὀσμῆς „τοῦ“ πολεμίου „πυρὸς“ βλάβην ἐσχηκότες, τί δεῖ καὶ λέγειν; ἀλλὰ καὶ ἐν ὅσοις θηρίοις, καθ᾿ ἡμῶν ἐξηγριωμένοις, πονηροῖς πνεύμασι καὶ ἀνθρώποις ὠμοῖς παρατυχόντες ταῖς εὐχαῖς αὐτοὺς πολλάκις ἐφίμωσαν. οὐ δεδυνημένων ἐγχρίψαι τοὺς ὀδόντας αὐτῶν τοῖς γεγενημένοις ἡμῶν μέλεσι τοῦ Χριστοῦ; πολλάκις γὰρ καθ᾿ ἕκαστον τῶν ἁγίων „τὰς μύλας τῶν λεόντων συνέθλασε κύριος,“ καὶ ἐξουδενώθησαν „ὡς ὕδωρ παραπορευόμενον.“ ἴσμεν δὲ πολλάκις φυγάδας προσταγμάτων θεοῦ καταποθέντας ὑπὸ τοῦ θανάτου, πρότερον κατ᾿ αὐτῶν ἰσχύσαντος, διὰ τὴν μετάνοιαν σωθέντας ἀπὸ τοῦ τηλικούτου κακοῦ, οὐκ ἀπεγνωκότας τὸ σῴζεσθαι δύνασθαι ἤδη „ἐν τῇ κοιλίᾳ τοῦ“ θανάτου

v.2.p.328
κεκρατημένους· „κατέπιε γὰρ ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.“