De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

εἰ δὲ „ἄγγελοι“ τοῦ θεοῦ προσελθόντες τῷ Ἰησοῦ „διηκόνουν αὐτῷ,“ καὶ μὴ πρέπον ἐστὶν ἡμᾶς πρὸς ὀλίγον χρόνον νοεῖν γεγονέναι τὴν τῶν ἀγγέλων πρὸς τὸν Ἰησοῦν διακονίαν τῆς σωματικῆς αὐτοῦ παρὰ ἀνθρώποις ἐπιδημίας, καὶ αὐτοῦ ἔτι „ἐν μέσῳ“ τῶν πιστευόντων οὐχ ὡς ἀνακειμένου ἀλλὰ ὡς διακονοῦντος· πόσους εἰκὸς ἀγγέλους διακονοῦντας τῷ Ἰησοῦ, βουλομένῳ συνάγειν „τοὺς υἱοὺς Ἰσραὴλ“ „κατὰ ἕνα ἕνα“ καὶ ἀθροίζειν τοὺς ἀπὸ τῆς διασπορᾶς τούς τε φοβουμένους καὶ ἐπικαλουμένους σῴζοντι, μᾶλλον τῶν ἀποστόλων συνεργεῖν τῇ αὐξήσει καὶ τῷ πληθυσμῷ τῆς ἐκκλησίας, ὡς καὶ προεστῶτάς τινας τῶν ἐκκλησιῶν ἀγγέλους λέγεσθαι παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει; οὐ γὰρ μάτην οἱ ἄγγελοι „τοῦ θεοῦ“ ἀναβαίνουσι καὶ καταβαίνουσι „ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου,“ ὁρώμενοι τοῖς τῷ φωτὶ τῆς „γνώσεως“ πεφωτισμένοις ὀφθαλμοῖς.

καὶ παρ᾿ αὐτὸν οὖν τὸν καιρὸν τῆς εὐχῆς ὑπομιμνησκόμενοι ὑπὸ τοῦ εὐχομένου, ὧν δεῖται ὁ εὐχόμενος, ἃ δύνανται ὡς καθολικὴν εἰληφότες ἐντολὴν ἐπιτελοῦσι, χρηστέον δὲ εἰκόνι τινὶ τοιαύτῃ εἰς τὸν λόγον τοῦτον πρὸς τὸ παραδέξασθαι τὸ νενοημένον ἡμῖν. παρέστω τις ἰατρὸς δικαιοσύνης πεφροντικὼς εὐχομένῳ κάμνοντι περὶ τῆς ὑγείας, ἐπιστήμην ἔχων τοῦ ὃν δεῖ τρόπον θεραπεῦσαι περὶ οὗ ὁ δεῖνα ἀναφέρει τὴν εὐχὴν νοσήματος· φανερὸν δὴ ὅτι κινηθήσεται οὗτος πρὸς τὸ ἰάσασθαι τὸν εὐξάμενον, τάχα οὐ μάτην ὑπολαβὼν ὅτι τοῦτ᾿ αὐτὸ γέγονεν ἐν νῷ τοῦ θεοῦ, ἐπακούσαντος τῆς εὐχῆς τοῦ τὴν ἀπαλλαγὴν τῆς νόσου γενέσθαι αὐτῷ εὐξαμένου. ἢ τῶν κεκτημένων τις τὰ τῆς τοῦ βίου χρείας ἐπὶ πλεῖον καὶ κοινωνικὸς ἀκουέτω εὐχῆς πένητος καὶ περὶ τῶν χρειῶν ἀναφέροντος ἔντευξιν τῷ θεῷ· δῆλον δὴ ὅτι καὶ οὗτος τὰ τῆς εὐχῆς ἐκπληρώσει τῷ πένητι, ὑπηρέτης γινόμενος τῆς πατρικῆς βουλῆς (τοῦ) συναγαγόντος κατὰ τὸν καιρὸν τῆς εὐχῆς τὸν παρασχεῖν δυνάμενον ἐπὶ τὸ αὐτὸ τῷ εὐξομένῳ, διὰ τὸ δεξιὸν τῆς προαιρέσεως μὴ δυνάμενον παρορᾶν τὸν δεδεημένον τῶνδέ τινων.