Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ωσπερ εἰς δώδεκα ὥρας διαιρεῖται ἡ ἠμέρα, κατὰ τοῦτο καὶ οἱ δώδεκα πατριάρχαι καὶ ὁ χορὸς τῶν ἀποστόλων ἰσάριθμοι τῶν ὡρῶν τῆς ἡμέρας, ἔχοντες ἥλιον τὸν χριστὸν καὶ θεὸν ἡμῶν, ὅστις καὶ νοητή ἐστιν ἡμέρα, ἐξ οὗ οἱ λόγοι καὶ ὁ τῆς γνώσεως τούτων φωτισμός.

Καὶ πάλιν ἐζήτουν αὐτὸν ἀποκτεῖναι, ὡς πολλάκις εἴρηται. νῦν δὲ ἐκύρωσαν τὴν γνώμην καὶ † ὡς ἔργον τῷ πράγματι κέχρηνται. πάλιν δὲ ἀνθρωπίνως ἐαυτὸν σώζει, καὶ συνεχῶς ταῦτα ποιεῖ. τὴν δὲ αἰτίαν εἶπεν, ὅτι οὔπω ἥκει ἡ ὥρα αὐτοῦ, καὶ νῦν ἐπὶ τῆς ἐρήμου διατρίβει ἐν πόλει λεγομένῃ Ἐφραίμ. καὶ ἔμεινε μετὰ τῶν μαθητῶν αὐτοῦ τὸν ἐπιτήδειον καιρὸν ἀναμένων καὶ τῆς ἐκείνων φειδόμενος απωλείας.