Fragmenta In Evangelium Joannis (In Catenis)

Origen

Origenes, Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Δημιουργὸν τῶν πάντων τιθέμενος αὐτὸν τὸ τοῦ Λόγου ὄνομα κατηγορεῖ αὐτοῦ. ἐπεὶ γὰρ ὡς ἐπίπαν πᾶσα δημιουργία ἤρτηται λόγου, οὐκ ἄλλως ἔδει αὐτὸν τῶν πάντων δηλῶσαι ὄντα ποιητὴν ἔχουσιν (αὕτη δέ ἐστιν ἕξις μετὰ ἀδόλου λόγου ποιητική), ὁ δὲ τοῦ θεοῦ υἱός, οὐκ ἄλλος ὢς ἢ σοφίας καὶ τέχνης δημιουργός, εἰκότως λόγος ὀνομάζεται. οὐ γὰρ ἄλλη τις ὢν οὐσία παρὰ τὸν λόγου δι᾿ αὐτοῦ ποιεὶ τὰ ὄντα, ἀλλ᾿ αὐτός ἐστιν ὁ ποιῶν, θεὸς ὢν λόγος. εἶτ᾿ ἐπεὶ ὁ λόγος οὗτος, θεὸς ὢν κατ’ οὐσίαν καὶ αὐτὸ τοῦτο θεοῦ υἱὸς ὑπάρχων, τῆς τῶν ἀνθρώπων σωτηρίας χάριν ἄνθρωπος γεγένηται, »Σὰρξ« ὁ λόγος ὠνομάσθη. καὶ ἐπεί τινες τῆς ὀρθῆς πίστεως ἐκπεσόντες οἴονται ἀπὸ τότε αὐτὸν μόνον εἶναι ἀφ’ οὑ ἐκ τῆς παρθένου ἄνθρωπος γεγονὼς προῆλθεν, ὀρθότατα πρὸς τοὺς τοιούτους ὁ θεολόγος γράφει τὸ »Ἐν ἀρχῇ ἦν ὁ λόγος« καὶ καταλλήλως τοῖς ῥήμασι χρησάμενος, τῷ μὲν »Ἐγένετο« ἐπὶ τῆς σαρκὸς, τῷ δὲ »Ἦν« ἐπὶ τῆς θεότητος αὐτοῦ σημαίνει]. καὶ ἦν μὲν κυριώτερον ἐπὶ τοῦ θεοῦ λόγου τὸ »Ἔστιν« εἰπεῖν· ἀλλ᾿ ἐπεὶ πρὸς διαφορὰν τῆς ἐνανθρωπήσεως γενομένης ἔν τινι καιρῷ ἐδήλου τὴν ὓπαρξιν τοῦ λόγου, ἀντὶ τοῦ »Ἔστιν« τῷ »Ἦν« ὁ εὐαγγελιστὴς κέχρηται. τῶν δὲ ῥημάτων τὰς κυρίας σημασίας ἐκλαμβάνειν οὐ δεῖ ἐπὶ τῶν ἀιδίων· ὅτε [*](14 Joh. 1, 1.) [*](I V (anonym).] 6 θεοῦ + λόγος καὶ V | > + Pr | 9 ὁ < V | 10 ἄνθρωπος < V | 11 ὁ < V | 13 ὀρθότητα V | 14 τὸ < V | 15 τῷ 1 2] τὸ V | τὴν σάκρα, corr. Br | 16 αὐτοῦ σημαίνει] | V.) [*](II Mosq (unter d. Namen d. Origenes) Μ (anonym)] 3 ὄντα < M | δηλῶσαι ὄντα + Mosq] τῶν πάντων Mosq Μ Cord | 6 υἱός] + ἐπειδὴ Mosq Μ Cord | ἄλλως Μ | δημιουργεῖ? Mosq | 9 εἶτα Mosq | 11 σάρξ] σ . . . Mosq | 15 τῷ1 2] τὸ Μ Cord | 16 αὐτὸν Mosq Cord | 17 ἐπείπερ Mosq | 18 γενάμενος Mosq | 19 τῷ] τοῦ Cord.)

484
μὲν γὰρ τὰ σημαινόμενα ὑπὸ τούτων χρόνῳ συμμετρουμένην ἔχει τὴν ὕπαρξιν, ὡς τὸ Ἦν τὸ μηκέτ’ ὄν, ἀλλά ποτε ὁμοίως τὸ Ἔστι δηλοῖ τὸ νῦν ὑπάρχον, ὡς τὸ Ἔσται τὸ μέλλον ὑπάρξαι]]. ἀλλ᾿ ἐπεὶ ὁ λόγος τοῦ θεοῦ ἀίδιός ἐστι, τυγχάνων θεός, τὰ ῥήματα ἐπ᾿ αὐτοῦ οὐ μετὰ τοῦ προσσημαίνειν χρόνον ἐκλαμβάνειν δεῖ, τοῦ σημαινομένου ὑπ᾿ αὐτῶν οὐχ ὑπὸ χρόνον ὄντος. ἔστι δὲ ἀπ᾿ αὐτῶν τῶν τοῦ θεολόγου φωνῶν θηρεῦσαι τὴν διάνοιαν. εὐθὺς γὰρ ἀρχόμενος τῆς κατ’ αὐτὸν συντάξεως, γράφει· »Ἐν »Ἐν ἀρχῇ ἦν ὁ λόγος( ἦν γὰρ ἐν ἀρχῇ ποιῶν τὸν οὐρανὸν καὶ τὴν γῆν. εἰ γὰρ »Πάντα δι’ αὐτοῦ ἐγένετο«, τῶν πάντων δὲ ὁ οὐρανὸς καὶ ἡ γῆ ὑπῆρχεν, ἐν τῇ τούτων οὐσιώσει αὐτὸς ἠν κτίστης αὐτῶν. εἶτ᾿ ἐπεὶ μὴ εἶπεν έν τῇ τινὸς ἀρχῇ ὁ λόγος ἦν, καθόλου ληπτέον αὐτό, ἕν’ ᾖ τὸ δηλούμενον τοιοῦτον· έν ἀρχῇ τῶν ἀγγέλων, καὶ ἐν ἀρχῇ τῶν ἀρχαγγέλων ἦν ὁ λόγος· καὶ συνελόντι εἰπεῖν, ἐν ἀρχῇ τῶν ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων ἦν ὁ λόγος, πάντων αὐτῶν ὢν ἀρχὴ τε καὶ ποιητής. ἐν Χριστῷ γὰρ »ἐκτίσθη τὰ πάντα«, τά τε »ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τά τε ὀρατὰ καὶ τὰ ἀόρατα, »εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι εἴτε θρόνοι εἴτε κυριότητες· πάντα δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων καὶ τὰ πάντα έν αὐτῷ συνέστηκεν, ὅς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν( εἰ γὰρ τὰ πάντα έν αὐτῷ συνέστηκεν, καὶ πρὸ αὐτῶν ἐστιν, ἀρχὴ αὐτῶν κατὰ τὸ εἶναι αἴτιος ὑπάρχων, ἀκολούθως ῥητέον εἶναι αὐτὸν ἐν τῇ πάντων οὐσιώσει. πῶς γὰρ οὐκ ἔδει αὐτὸν εἶναι πρὸ αὐτῶν καὶ ἐν ἀρχῇ τῆς ὑπάρξεως αὐτῶν κτίστην ὄντα; εἶτ᾿ ἐπεὶ ἐν ἀρχῇ αὐτὸν εἶπεν εἶναι ἔδει δηλῶσαι καὶ πῶς καὶ πρὸς τίνα ὄντα ποιεῖν αὐτὸν ἐχρῆν. διὸ ἐπήγαγεν τῷ »Ἐν τῇ ἀρχῇ ἦν »Ὁ λόγος« καὶ τὸ »Ἧν ὁ λόγος πρὸς τὸν θεόν«· πρὸς ἡμᾶς μὲν γὰρ ἐλθών, ὅτε ἐκ παρθένου ἐτέχθη, ἀπέσταλτο ὑπὸ τοῦ πατρός· διὸ

[*](8 Joh. 1, 1. — 10 Gen. 1, 1. — 13 Joh. 1, 3. - 19 Kol. 1, —18. — 29 Joh. 1, 1.)[*](I V] 2 ὠς u. τὸ + Cord | 3 ὠς — 4 ὑπάρξαι < V | 6 χρόνου V | 7 ἀπ’] ὑπ᾿ V | θεωρῆσαι V | 13 ὁ < | V | 16 τῶν ἀγγέλων — 25 ἀρχὴ αὐτῶν] V ziebt zusammen: τῶν τε ὁρατῶν καὶ ἀοράτων ἦν ὁ λόγος, πάντων αὐτῶν ὢν ἀρχὴ καὶ ποιητής, καὶ πρὸ αὐτῶν ἐστιν ἀρχὴ | 25 αὐτῶν + καὶ? We | 30 τὸ < V | vor πρὸς ist in V ein freier Raum wie ür ein Rubrum.)[*](II Mosq M] 1 χρόνων? Mosq | 2 μηκέτι Mosq | 8 τῆς — 9 τὴν < Mosq | 9 μὲν < Μ | 11 ὁ < Mosq Μ Cord | 19 ὢν] ἦν Cord | ἅπαντα Cord | 20 τοῖς < Cord | 23 ἀρχὴ] + καὶ Cord, ὁ? Μosq | 28 εἶτ᾿ — Schluss < M | 29 τὸ Mosq.)
485

καὶ »Ἐσκήνωσεν ἐν ἡμῖν« καὶ ὄνομα ἔοχεν αὐτὸ δὴ τοῦτο »Μεθ᾿ »ἡμῶν ὁ θεός« ὅτε δὲ ἐδημιούργησεν, ἐπεὶ μὴ ὡς ἄνθρωπος ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς εἰς οὐσίαν ἔφερε τὰ πάντα, καὶ πρὸς τὸν θεὸν ἦν καὶ θεὸς ἦν· λέγεται δὲ καὶ σοφία ὁ τοῦ θεοῦ υἱός, ἀρχὴ ὁδῶν τοῦ θεοῦ κτισθεῖσα κατὰ τὴν τῶν Παροιμιῶν γραφήν, ὅτι ἡ τοῦ θεοῦ σοφία, πρὸς τὸν οὗ ἐστι σοφία ὑπάρχουαα, οὐδεμίαν σχέοιν πρὸς ἕτερόν τινα εἶχεν, ἀλλ᾿ εὐδοκία θεοῦγενόμενος τὰ κτίοματα ὑπάρξαι ἠβονλήθη. ἠθέλησεν οὖν ἀναλαβεῖν αὕτη ἡ σοφία σχέσιν δημιουργικὴν πρὸς τὰ ἐσόμενα καὶ τοῦτό ἐστι τὸ δηλούμενον διὰ τοῦ ἐκτίσθαι αὐτὴν ἀρχὴν ὁδῶν τοῦ θεοῦ, καθ᾿ ἃς ὁδοὺς διαπορεύεται οὐσιῶν διακοσμῶν προνοούμενος, εὐεργετῶν, χαριζόμενος ἐν ταύτῃ τῇ σοφίᾳ κτισθείσῃ. ἀρχὴν οὖν εἶναι τὸν λόγον φασὶν οὐχ ἕτερον ὄντα αὐτῆς κατ᾿ οὐσίαν ἀλλ᾿ ἐπινοίᾳ καὶ σγέσει, ἵν᾿ ᾖ ἡ αὐτὴ ὕπαρξις ἣν νῦν καλοῦσιν κατ᾿ οὐσίαν αἱ γραφαί, ᾗ μὲν ᾠκείωται τῷ θεῷ σοφία, ᾗ δὲ νένευκεν, ἵν᾿ οὕτως εἴπω, πρὸς τὰ δημιουργήματα ὁ δημιονργικὸς λόγος, οὐκ ἐντανῦθα δὲ μόνον ὁ τοῦ θεοῦ υἱὸς λόγος εἴρηται· ἔστι δὲ παραθέσθαι ἡητὰ οὐκ ἐκ τῆς καινῆς μόνον ἀλλὰ καὶ ἐκ τῆς παλαιᾶς· »Τῷ λόγῳ γὰρ κυρίου οὐρανοὶ ἐστερεώθησαν«. καὶ τὸ »Ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς«. καὶ ὁ Λουκᾶς φησιν· »Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ »ὑπηρέται γενόμενοι τοῦ λόγου«.

Ὃ γέγονεν ἐν αὐτῷ, δηλονότι τῷ λόγῳ, ξωὴ ἦν· ἵν᾿ ὥσπερ θεὸς εἰς ὕπαρξιν ἤγαγεν τὰ πάντα, οὕτω καὶ ζωοποιηθῇ τὰ πεφνκότα ζῆν μετονσίᾳ αὐτοῦ. διὸ καὶ ἁρμοδίως εἴρηται τὸ »Καὶ ἡ »ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων«. οὐ γὰρ προσεκτέον τοῖς ἐκ τῆς λέξεως ταύτης γενητὸν εἶναι τὸν λόγον νομίσασι. τὸ γὰρ γενό- [*](1 Job. 1, 14. — Vgl. Jes. 7, 14; 8, 10. — 4 Vgl. Pro v. 8, 22. — 18 Ps. 32, 6. — 19 Ps. 106, 20. — 20 Luk. 1, 1. — 26 Job. 1, 4. I 3 καὶ < V | 12 οὖνovv) + Pr | 13 ἡ + We | 14. 15 ᾗ] ἡ V, corr. We. II Mosq 2 δημιουργεί Mosq | 4 λέγεται bis z. Schluss: ον τέχνη ἦν ἢ λόγος, ἀλλ᾿ [ἃ Cord] ἐν ἄλλοις ἔχει τὸ εἶναι, ὡς ἀρτίως ἐλέγετο περὶ τῶν ἐν ἀν&ρώποις δημιουργῶν, ὡς ἄλλο ἐστὶν αὐτοῖς τὸ ὑτιάρχειν ἐν ἀνθρώποις καὶ ἄλλο τὸ εἶναι τεχνίταις. οὐδένα γοῦν τοὐτων λόγον [καλοῦμεν, ἀλλ᾿ ἔχειν λόγον + Cord] λέγομεν. ἀλλ᾿ οὐχ ὁ δημιονργὸς τοῦ παντὸς τοιοῦτος, τνγγάνων θεὸς λόγος κατ᾿ οὐσίαν, διὸ καὶ Σοφία καὶ Ἀλήθεια ἐν ταῖς θεολογίαις ὀνομάζεται. Mosq Cord. II. I ℵ] 26 nach αὐτοῦ sind c. 3 Bchst. ausradiert V.)

486
μενον οὐκ αὐτό ἐστι ζωή· ὃ οὐκ ἔξωθεν αὐτῷ ἐπῆλθεν, ἐν αὐτῶ γὰρ γέγονεν ἡ ζωή. οὐ γὰρ οἱοί τε ἠσαν οἱ γενητοὶ οὕτως αὐτὸν ἔχειν τυγχάνοντα κατ᾿ οὐσίαν ζωὴν ὡς ἔστι παρὰ τῷ πατρί. εἴρηται γὰρ πρὸς τὸν θεόν· Παρὰ σοὶ πηγὴ ζωῆς«. καὶ ἔστιν ἡ ζωὴ αὓτη παρὰ τῷ πατρὶ οὐ ζωοποιοῦσα αὐτόν· οὐ γὰρ μετουσίᾳ ζωῆς ὁ πατὴρ ζῇ, ἀλλὰ ζωὴ θεὸς ὢν γεννᾷ ζωήν, ὡς καὶ σοφὸς σοφίαν καὶ δυνατὸς δύναμιν. αὕτη ἡ ζωὴ τὰ λογικὰ ὠφελῆσαι βουλομένη σχέσιν τὴν πρὸς αὐτὰ ἀνεδέξατο, ἐπὶ τὸ ζὴν αὐτὰ προσλαβόντα αὐτὴν μετουσίας τρόπῳ· καὶ οὐ περὶ μόνου γε τοῦ κοινοῦ ζῆν αὐτῶν τοῦτο λεκτέον· ἀλλὰ γὰρ καὶ τοῦ κατ᾿ ἀρετὴν καθ᾿ ὃ συμβαίνει εὖ ζῆν. τοῦτο γοῦν παρίσταται καὶ ἐξ αὐτῆς τῆς λέξεως· φησὶ γάρ· »Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων( ὅτι δὲ ἐνταῦθ᾿ οὓτως ἔχει καὶ ἐξ ἐτέρου ἔστι πιστώσασθαι. ὁ τοῦ θεοῦ υἱὸς καὶ λόγος, θεὸς ὢν λόγος, ἐστὶ πρὸς τὸν θεόν, ὡς ἀρτίως εἴρηται, γινόμενος καὶ πρὸς τοὺς ἀνθρώπους ὡς οἷοί τε εἰσὶν χωρεῖν αὐτοῦ τὴν παρουσίαν. εἴρηται γάρ· »Λόγος κυρίου ἐγενήθη πρὸς Ὠσηέ«, καὶ »Ἐγένετο λόγος κυρίου πρὸς Ἰερεμίαν«, καὶ καθόλου· »Ἐκείνους Μὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο«. ὡς οὖν λόγος μὲν πρὸς τὸν θεόν ἐστι, γίνεται δὲ πρὸς τοὺς γενητούς, οὓτως ζωὴ τυγχάνων ἐστὶ παρὰ τῷ πατρί, ζωοποιῶν πρὸς οὓς ἐπιφοιτᾷ, γινομένης ἐν αὐτῷ ζωοποιητικῆς σχέσεως ἁρμονίως ἐχούσης πρὸς ζωοποιούμενα, ἀλλ’ ἐπεὶ πρὸς τῷ ζωοποιῆσαι καὶ γνῶσιν ἀληθείας ἐμποιεῖ, φωτίζουσα τὸν νοῦν τῶν παραδεχομένων αὐτήν, καὶ φῶς ἀνθρώπων ὀνομάζεται. ἀνθρώπων δὲ φῶς οὖσα δῆλον ὃτι καὶ τὰ ὑπερβεβηκότα λογικὰ φωτίζει. εἰ γὰρ τῶν ἐλαττόνων λογικῶν φῶς ἐστι, πολλῷ μᾶλλον τῶν ὑπεραναβεβηκότων.

Τὸ θεολογούμενον φῶς λυτικόν ἐστι πάσης σκοτίας καὶ ἀγνοίας καὶ κακίας ὑφισταμένης. διὸ ἐν τῇ τοιαύτῃ σκοτίᾳ φαῖνον οὐ καταλαμβάνεται ὑπ’ αὐτῆς. ὂν γὰρ τοῦτο τὸ φῶς σοφία καὶ δικαιοσύνη θεοῦ, ᾗ μὲν σοφία ἐστὶ λύει τὴν τοῦ νοῦ ἄγνοιαν, ᾐ δὲ δικαιοσύνη τὰ διαβήματα τῆς ψυχῆς κατευθύνει, καὶ τοῦτό ἐστι τὸ ἐν τῇ σκοτίᾳ φαίνειν αὐτὸ οὐ κωλυόμενον ἐκπέμπειν τὰς οἰκείας αὐγὰς τῷ φωτιζομένῳ ἀνθρώπῳ· διὸ οὐ καταλαμβάνεται ὑπὸ τῆς σκοτίας, λυομένης [*](4 Ps. 35, 10. — 13 Joh. 1, 4. — 16 Hos. 1, 1. — 17 Jer. 1. 4. — Joh. 10,35. 32 Vgl. Ps. 118, 133.) [*](II, I ℵ] 1 ὃν ℵ, corr. Br | 8 τὸ] τῷ? We | αὐτῶν We] αὐτὸν ℵ | 16 ἐγεννήθη S1 | 23 ἀλήθειαν S1 | 25 λογικὸν Rv.)

487
καὶ ἀφανιζομένης τῇ παρουσίᾳ αὐτοῦ. οὐ γὰρ ὑφεστῶσα καὶ ἐνεργοῦσα οὐ καταλαμβάνει αὐτό, ἀλλὰ λυομένη καὶ μηκέτι οὖσα. οἷον ὁ Παῦλος ὅτε ἠγνόει τὸν χριστὸν ἐδίωκεν αὐτόν, πρὸς τοῦτο ἐκ τῆς προσούσης ἀγνοίας, ἣν εἴπομεν εἶναι σκοτίαν· ἀλλὰ τοῦ διωκομένου φωτὸς ὑπ᾿ αὐτῆς ἐκλάμψαντος τὰς οἰκείας αὐγὰς λέλυται ἡ σκοτία, καὶ ταύτῃ καταλαβεῖν αὑ δεδύνυηται τὸ διωκόμενον ὑπ᾿ αὐτῆς φῶς. ὡσαύτως καὶ ὁ μετανοήσας ἐπὶ τῷ λῃστής, πεπηρωμένος τῇ προειρημένῃ σκοτίᾳ ἐδίωκε τὸ φῶς· ἀλλ’ ἡ ἐν τῷ λῃστῇ σκοτία λέλυται, καὶ οὕτως αὐ καταλαμβάνει τὸ φῶς. καὶ ἴνα ἐπὶ τὸ σαφέστερον μεταβάλω τὸ θεώρημα, φῶς ἐστὶν ἡ ἀλήθεια· ὅταν δὲ τὸ ψεῦδος καὶ ἀπάτη πᾶσα, τουτέστι τὸ σκότος, διώκῃ τὸ φῶς, τότε λύεται καὶ ἀφανίζεται πλησίασαν τῷ διωκομένῳ. τῆς γὰρ ἀληθείας φανείσης τὸ ψεῦδος καὶ ἡ ἀπάτη λύεται. καὶ τὸ παράδοξον ἐρῶ, μακρὰν οὐσα ἡ σκοτία διώκει τὸ φῶς, ἐγγίσασα δὲ ἐπὶ τὸ καταλαβεῖν αὐτὸ ἀφανίζεται. καὶ γὰρ τὸ ψεῦδος, ὃσον ἀφέστηκεν τῆς ἀληθείας, κρατεῖ καὶ ἐνεργεῖ έν τῷ ἀνθρώπῳ, ὡς διώκειν τὴν ἀλήθειαν ἀπὸ τοῦ νοῦ· ὅταν δὲ ἐγγίσῃ αὐτῇ, δείκνυται μηδ᾿ ὃλως ὄν. ὅθεν ἀναγκαίως ἀφῆκεν ὁ θεὸς εἶναι κακίαν, δυνάμενος κωλῦσαι, ἳνα τὸ μέγεθος τῆς ἀρετῆς δειχθῇ.

Οὐ τοσοῦτον διὰ τὴν κοινὴν περὶ ἀνθρώπου ἀπόδοσιν ὅσον διὰ τὸ πεφυκέναι αὐτὸν κατ᾿ εἰκόνα καὶ πρὸς θεὸν ὁμοίωσιν. σημειωτέον δὲ ὡς οὐκ ἀεὶ τὸ »Ἐγένετο« τὴν εἰς ὕπαρξιν ἄγουσαν δηλοῖ, ἀλλ᾿ ἐνταῦθα τὸ »Ἐγένετο« ἀναφορὰν ἔχει πρὸς τὸ »Ἀπεσταλ- »μένος παρά θεοῦ«· ἴνα ᾐ τὸ λεγόμενον τοιοῦτο· »Ἐγένετο ἀπεσταλ- μένος παρὰ θεοῦ εἰς μαρτυρίαν«. εἰ δὲ ταῦτα περὶ Ἰωάννου λεγόμενα ὀρθῶς ἔχει, πόσῳ μᾶλλον τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ γραφόμενα ἢ λεγόμενα ὡς λεγομένου ἢ γραφομένου καὶ γινομένου.

Ἳνα πάντες πιστεύσωσιν. Ὅσον ἐφ’ ἑαυτῷ δηλονότι, εἰ καὶ μὴ πάντες ἐπίστευσαν· οὐδὲ γάρ, εἰ μὴ πάντες τὸν παρὰ τοῦ [*](7 Vgl. Luk. 23, 40. — 26 Joh. 1, 6 f.) [*](III. Ι ℵ] 2 οὔσης S1 | 4 σκοτίαν in V durch Wasser verwischt | 6. 9 αὖ We] οὐ ℵ | 11 ἀπάτη] ἀπέστη R | πάση S1 | 15 τὸ 1] τῶ S1 | ψεῦδος] + εἰς S1) [*](IV. + ℵ] 24 #003E; + Br | γένησιν V | 26 τοιοῦτον R | ἀποσταλμένος RV.) [*](V. II Ρ Cord, Ρ. 22. Gramer Ρ. 182 [V bietet das Fragment etwas verändert unter dem Namen des Cyrill].)

488
ἡλίου δέχοιντο φωτισμόν, ἤδη καὶ τὸν ἥλιον φαίη τις ἂν μὴ ἐπὶ τοῦτο ἀνατέλλειν, ἐφ᾿ ᾧ τε πάντας φωτίζεσθαι. ἡ γὰρ πρόθεσις τοῦ πέμψαντος αὐτὸν ἦν πιστεῦσαι πάντας.]

Οὐκ ἠν ἐκεῖνος τὸ φῶς. Τουτέστι τὸ θεολογούμενον· ὑπείληπτο γὰρ τισι διὰ τὸ προσόντα αὐτῷ πλεονεκτήματα ὡς αὐτὸς εἴη ὁ χριστός. διὰ τοῦτο τοῦτό φησιν ἵνα ὁλόριζον τὴν τοιαύτην ἀνέλῃ πλάνην. κἂν γὰρ φῶς Ἰωάννης ᾖ ἀλλ’ οὐκ ἐκεῖνο τὸ περὶ οὑ οἱ ἅγιοι πρὸς τὸν θεόν φασιν· »Ἐν τῷ φωτί σου ὀψόμεθα »φῶς«· ὥστε εἰ καὶ φῶς ἦν Ἰωάννης, κατὰ τὸ εἰρημένον τοῖς »Ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου«· ἀλλ᾿ οὐκ ἐκεῖνο τὸ φῶς τὸ ἀληθινόν. φῶς δὲ ἀληθινὸν οὐ πρὸς ἀντιδιαστολὴν ψεύδους ἀλλὰ πρὸς διαφορὰν εἰκονικοῦ εἵρηται. ἡ γὰρ ἀλήθεια καὶ τὸ ἀληθὲς ὁτέ μὲν τῷ ψεύδει καὶ τῇ ἀπάτῃ, ὁτὲ δὲ εἰκόνι καὶ μιμήματι ἀντιδιαστέλλεται. δυνατὸν δὲ λαβεῖν εἰκονικὸν φῶς τὸ αἰσθητόν, καὶ μάλιστα τὸν ἣλιον, ἀληθινὸν δὲ φῶς τὸ νοητόν· μᾶλλον δὲ τὸ τῶν νοητῶν φωτιστικόν, τῶν ἁγίων δυνάμεων. ὅπερ ἡγοῦμαι εἰρῆσθαι ὑπὸ τῆς γραφῆς· Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνω- »θέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων«. τὸ θεολογούμενον γὰρ φῶς ἦν »τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον »ἐρχόμενον εἰς τὸν κόσμον«. ἀλλ᾿ ἐπεὶ τὸ Ἐρχόμενον εἰς τὸν »κόσμον« ἀμφιβόλως εἴρηται, δυνάμενον σημαίνειν ὁτὲ μὲν τὸ φῶς, ὁτὲ δὲ τὸν ἄνθρωπον, ἑκατέρως αὐτὸ ἐρμηνευτέον. καὶ πρῶτόν γε δεκτέον τὸ φῶς ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον κατὰ τὸν ἐπιδημίας καιρόν, τὸν ἄνθρωπον ὄντα ἐν τῷ κόσμῳ, ὡς εἴρηται, τὸ φῶς ἐρχόμενον εἰς τὸν κόσμον ἐπὶ τῷ φωτίσαι τὸν ἄνθρωπον. εἶτα τὸ φῶς τὸ ἀληθινὸν φωτίζει πάντα τὸν ἐρχόμενον εἰς τὸν κόσμον ἄνθρωπον.

[*](7 Vgl. Cyrill. ΑΙ. in Job. Ι, 17 [I, 94, 17 sqq. Pusey]. — 10 Ps. 35, 10. — 12 Matth. 5, 14. — 19 Jak. 1, 17. — 21 Job. 1, 9.)[*](V. II P] 2 τούτῳ Br | φωτίσεσθαι Cord.)[*](VI. I ℵ] 9 ᾖ + We | 10 ὀψώμεθα RV | 22 ἀλλ’ — 23 κόσμον < S1, + i. mg. | 26 ὄντα ἄνθρωπον ℵ, corr. Pr | 27 τῷ] τὸ S1.)[*](II Μ] (nur 13 φῶς — 24 ἑρμηνευτέον in dieser Form:) ἀληθινὸν φῶς πρὸς ἀντιδιαστολὴν ψεύδους εἴρηται, ἀλλὰ πρὸς διαφορὰν εἰκονικοῦ. εἰκονικὸν δὲ φώς τὸ αἰσθητόν· τὸ γὰρ τυπικὸν φῶς καὶ τὸ αἰσθητὸν, εἰ καὶ μὴ ἀκόλουθον ἀλλ᾿ οὐ ψευδές. τὸ οὖν φῶς τὸ ἀληθινὸν ἀεὶ πᾶν λόγικὸν εὐεργετοῦν φωτίζει πάντα ἄν- θρωπον· ἐπεὶ δὲ τὸ Ἐρχόμενον ἀμφιβόλως εἴρηται, δυνάμενον σημαίνειν, ὁτὲ μὲν τὸ φῶς ὁτὲ δὲ τὸν ἄνθρωπον, ἑκατέρως αὐτὸ ἑρμηνευτέον.)
489

Ἐπεὶ μὴ πάντες ἀπεστράφησαν αὐτόν (πολλοὶ γὰρ ἐξ αὐτῶν προσήκαντο αὐτόν, καὶ μάλιστα οἱ ἀπόστολοι), ἐπιφέρει ὁ εὐαγγελιστής· »Ὅσοι δὲ ἔλαβον αὐτὸν ἔσχον ἐξουσίαν τέκνα θεοῦ γενέσθαι«. οἱ γὰρ πρὸς τὴν πίστιν εἰσαγόμενοι, τάχα δὲ καὶ προκόψαντες, ἐξουσίαν ἔχουσι τέκνα τέκνα θεοῦ γενέσθαι, τότε γενησόμενοι τέως τὴν ἐξουσίαν εἰλήφασιν, ὅταν τελειωθῶσιν έν τῇ ἀρετῇ καὶ τῇ πίστει καὶ γνώσει. τίς δὲ ἡ αἰτία, δι᾿ ἣν ἴσχον τὴν ἐξουσίαν, δηλοῖ γράψας δεδόσθαι αὐτὴν τοῖς πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ, τοῦ φωτὸς δηλονότι. ἐπειδὴ γὰρ οὐ ταὐτὸν τῷ πιστεῦσαι εἰς τὸ ὄνομα τοῦ φωτὸς τὸ πιστεῦσαι εἰς τὸ φῶς, ἐξουσία δίδοται, τουτέστιν ἐπιτηδειότης πρὸς τὸ γενέσθαι τέκνα, τοῖς πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ. εἰ δὲ μετέλθοιεν διὰ προκοπῆς εἰς τὸ πιστεύειν αὐτῷ ἐκ τοῦ πιστεύειν εἰς τὸ ὄνομα αὐτοῦ οὐκέτι δυνάμει ἀλλ᾿ ἐνεργείᾳ εἶεν ἂν θεοῦ τέκνα. οἱ μὲν γὰρ ἁπλουστέρᾳ καὶ μὴ πάνυ διανοίᾳ συγκατατιθέμενοι τῷ φωτὶ πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. οἱ δὲ σὺν ἐπιστημονικῇ ἀποδείξει καὶ διηρθρωμένῃ νοήσει προσεληλυθότες αὐτῶ̣ πιστεύουσιν εἰς αὐτὸν καὶ ἐπικαλοῦνται αὐτόν. ὅθεν Ἰησοῦς μετὰ πολλὴν προκοπὴν τῶν μαθητῶν φησίν· ἐπεὶ »πιστεύετε »εἰς τόν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε« ἀντὶ τοῦ Καιρὸν ἔχετε μεταβῆναι ἀπὸ τοῦ πιστεύειν εἰς τὸ ὄνομά μου, ἵν᾿ ἐμοὶ καὶ τῷ πατρὶ πιστεύσητε. ἀμέλει γοῦν καὶ περὶ μεγίστης θεολογίας ἐξηγησάμενος αὐτοῖς ἐπήγαγεν ὡς πρὸς ἅπαντας· »Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ »πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν«;

Οἱ γὰρ ἐκ θεοῦ γεννηθέντες, τῷ πεπιστευκέναι ὅτι Ἰησοῦς ο χριστός ἐστι καὶ τῷ ποιεῖν δικαιοσύνην ἐκ τοῦ θεοῦ ἐγεννήθησαν. οὐχ ὑπόκεινται δὲ τῇ ἐξ αἱμάτων γεννήσει, τουτέστιν οὐκ ἐξ ὑλικῶν ἔχουσι τὴν γένεσιν. ἀμέλει γοῦν τῷ Πέτρῳ, πιστεύσαντι ὅτι ὁ [*](5 Joh. 1, 12. — 20 Joh. 14, 1. — 24 Joh. 14, 10. — 29 Vgl. Ι Joh. 2, 29. — 30 Vgl. Joh. 1, 13. — 31 Vgl. Matth. 1(5, 16.) [*](VII. I ℵ] 11 δηλονότι — 12 φωτὸς < RV | 15 ἂν + We | 16 οἱ] εἰ RV > + Br | 18 προσεληλυθότας ℵ | 23 ἐξησαμενος SV, ἐξισάμενον R; corr. Br.) [*](II (??) (Cord. p. 26. Gramer p. 185)] (1 ἐπεὶ — 11 δηλονότι) 6 οἱ γὰρ — γενέσθαι < 2 | 9 καὶ γνώσει < ?? | 10 πιστεύουσιν Μ | 11 φωτός] φωτίζοντος Μ.) [*](VIII. Ι ℵ] 31 γοῦν < ℵ; cf. II.) [*](II Ρ (Cord. p. 27)] 29 τῷ] τὸ V | γεγέννηται P; cf. Cord | 30 δὲ < Ρ Cord | γενέσει Ρ Cord.)

490
χριστός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὑπὸ τοῦ σωτῆρος λέγεται· »Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ »σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ έν τοῖς οὐρανοῖς«. καὶ ἐπίστησον εἰ δύναται κατ’ ἐπιβολὴν ἄλλην υἱὸς αἱμάτων εἶναι ὁ νομίζων θεοσεβὴς καὶ υἱὸς θεοῦ εἶναι διὰ τοῦ προσάγειν τὰς κατὰ νόμον αἰσθητὰς θείας. οὑτοι γὰρ διὰ σφαγῶν καὶ ἐκχύσεως αἱμάτων εὐαρεστεῖν τῷ θεῷ οἴονται καὶ ἀνέγκλητον μὲν ἠν τοῦτο ποιεῖν πρότερον, ἡμῖν δὲ οὐκέτι, διὰ τὸ ἀρκούντως πρὸς δικαίωσιν ἔχειν τὸ δοθὲν ὑπὲρ ἡμῶν Ἰηοοῦς αἷμα. ὑπόκεινται δὲ καὶ θελήματι σαρκὸς καὶ γενέσει ἀνδρὸς οἱ πάντα ποιοῦντες πρὸς τὸ φανῆναι τοῖς ἀνθρώποις δίκαιοι. θελήματι γὰρ σαρκὸς εὐαρεστεῖν οὑτοι προτίθενται τὴν σάρκα περιτεμνόμενοι καὶ έν τῷ προφανεῖ ἰουδαΐζειν θέλοντες, μετὰ τοῦ μὴ ἐπιμελεῖσθαι τῆς καρδίας καὶ τοῦ έν κρυπτῷ Ἰουδαϊσμοῦ. ἔχουσι δὲ καὶ τὴν ἐκ θελήματος ἀνδρὸς γένεσιν οἳ προφάσει ἀνθρωπίνης φιλοσοφίας ἀπέχονται μὲν κακίας, ἀρετὴν δὲ ἀναλαμβάνουσιν. καὶ ὑΠὲρ τούτους οὖν ἐστιν ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος τῷ μετὰ τὸ πιστευσαι εἰς το ονομα αυτου αυτῳ πεπιστευκέναι.

Τὸ »Ὡς μονογενοῦς παρὰ πατρὸς‘ νοεῖν ὑποβάλλει ἐκ τῆς οὐσίας τοῦ πατρὸς εἶναι τὸν υἱόν. οὐδὲν γὰρ τῶν κτισμάτων παρὰ πατρός, ἀλλ’ ἐκ θεοῦ διὰ τοῦ λόγου ἔχει τὸ εἶναι. εἰ γὰρ καὶ ἄλλα παρὰ πατρὸς εἶχε τὴν ὕπαρξιν, ματαίως ἡ τοῦ μονογενοῦς ἔκειτο φωνή, πολλῶν ὄντων τῶν παρὰ πατρὸς ἐχόντων τὸ εἶναι. οὗτος δὲ μονογενὴς παρὰ πατρὸς πλήρης χάριτος καὶ ἀληθείας εἴρηται. [*](2 Matth. 16, 17. — 11 Vgl. Matth. 23, 28. — 12 Vgl. Rom. 2, 28. — 13 Vgl öm. 2, 29. — 14 Vgl. Joh. 1, 13. — 20 Joh. 1, 14.) [*](VIII. 1 ℵ] 4 ἐπιβολὴν] ἐκδοχὴν Br | 6 σφαγῶν] σφῶν R | εὐαρεστείη ℵ | 8 ἡμῖν] ἧ RV | τὸ] τοῦ RV | ἀρκοῦντος R | 9 καὶ2] < ℵ | 10 ἀνδρὸς < ℵ | 11 θελήματα ℵ | προστέθηνται S, προστέθεινται (über ε2: η) R; προτέθηνται V, corr. Br 13 μὴ < S1, + ü. d. Ζ. S2 | 16 ὁ < ℵ 1 τὸ] τώ ℵ.) [*](II Ρ (Cord. p. 27)] 1 υἱὸς nach ζῶντος Ρ Cord | 3 δυνατὸν Ρ Cord | 6 ἐκχύσεων Ρ | 8 ἡμἶν] νῦν Ρ | 9 θελήματος Ρ | 11 προτέθεινται Ρ Cord | 16 τῷ] τὸ Ρ.) [*](IX. Ι ℵ] 20 ὁμογενοῦς SV, μογενους R (a. Anf. ist ο ausr.) | 21 οὐδὲ ℵ | 22 τοῦ < ℵ | λόγου] λέγει S.) [*](II (??) (Cord. p. 34)] 20 τὸ] + δὲ 3 Cord | μονογενῆς Μ | 21 γὰρ < Ρ | 22 ἐκ] + τοῦ 3 | 23 ἔχει Ρ Cord | 24 φωνὴ ἔκειτο Ρ | τῶν < Ρ Cord.)

491
οὐκ ἄλλος ὢν τούτων ὡν λέγεται εἶναι πλήρης. αὐτὸς γὰρ ὁ μονογενὴς περὶ ἑαυτοῦ λέγει· »Ἐγώ εἰμι ἡ ἀλήθεια«. ἔσται γὰρ δεκτικὸν ἀληθείας τὸ πληρούμενον ὑπ’ αὐτῆς. ἀλλ’ οὐ δεκτικὴ ἀληθείας ἡ ἀλήθεια κατ᾿ ἐνέργειαν οὐσα τοῦτο ὃ λέγεται εἶναι. τὰ δ᾿ αὐτὰ καὶ περὶ τῆς χάριτος ῥηθείη ἄν. καὶ οὐ παράδοξόν γε περὶ τοῦ μονογενοῦς τοιαῦτα λέγειν, ὁπότε καὶ περὶ τοῦ πατρὸς τοιαῦτα ἀναγέγραπται. αὐτὸς γοῦν περὶ ἑαυτοῦ ἐν τῷ προφήτῃ λέγει· Πλήρης »εἰμί«. εἰκὸς δὲ εἰρῆσθαι τὴν λέξιν ταύτην καὶ διὰ τὸ θεωρηθησόμενον πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας. ὁ διὰ Μωϋσέως νόμος τοὺς ἁμαρτάνοντας ἐκόλαζεν, οὐδενὶ χαριζόμενος τὰ κατὰ παράβασιν αὐτοῦ ἐπιτελεσθέντα. ἔτι μὴν ὁ νόμος οὗτος μυστηρίων τελετὰς δι’ εἰκόνων καὶ σκιογραφιῶν παρεδίδου, χειραγωγῶν καὶ εὐτρεπίζων πρὸς τὴν τοῦ χριστοῦ διδασκαλίαν τοὺς ὑπ᾿ αὐτῶν ἀγομένους· ὅθεν καὶ παιδαγωγὸς ὁ νόμος εἰς Χριστὸν λέγεται. ἐπεὶ τοίνυν ὁ σωτὴρ ἐλήλυθεν οὐ κολάσαι τοὺς ἡμαρτηκότας ἀλλ᾿ ἄφεσιν παρασχεῖν τῶν οὕτως πεπραγμένων, καὶ τέλος ἐπιθεῖναι τῆς διδασκαλίας, καὶ εἰκόνων γνῶσιν τῆς ἀληθείας, αὐτὸς αὐτὴν φανερῶν, μᾶλλον δὲ αὐτὸς ὢν ἡ ἀλήθεια, εἰκότως πλήρης χάριτος καὶ ἀληθείας ὤφθη τοῖς αὐτὸν θεασαμένοις. εἰ γάρ τισι μὲν ἐχαρίζετο τισὶ δὲ οὔ, οὐκ ἦν πλήρης χάριτος, ὡς ἂν εἰ τῆς σκιᾶς τι μὲν ἔπαυεν ἕτερον δέ τι αὐτῆς οὐχί, οὐκ ἦν πλήρης ἀληθείας. ἀλλὰ μὴν πᾶσαν σκιὰν καὶ εἰκόνα περιέγραφεν, καὶ πάντων ἁμαρτημάτων ἄφεσιν παρέχει τοῖς προσφεύγουσι διὰ μετανοίας αὐτῶ̣. πλήρης ἄρα ἀληθείας καὶ χάρι- τός ἐστιν.

Κέκροπες. Οὐ κατὰ τὴν προφορὰν ἀλλὰ κατὰ τὸ τῆς νοήσεως ἐπιτεταμένον. ὁ γὰρ περὶ τῶν μεγάλων δογμάτων ἀπαγγέλλων [*](2 Joh. 14, 6. —7 Jes. 1, 11. - 11 Vgl. Hebr. 10, 1. — 14 Vgl. Gal. 3, 24. — 18 Vgl. Joh. 1, 14. — 21 Vgl. Hebr. 10, 1. — 23 Vgl. Joh. 1, 14. — 27 Joh. 1, 15.) [*](ΙΧ. I ℵ] 3 ἀλήθεια ℵ | ἀ. ἢ ἀ.] ἀλήθεια ἀλήθειαν ℵ | 6 λέγει ℵ | 8 εἰκὸν ℵ | 13 τοὺς — ἀγομένους < ℵ | 19 αὐτῶν, über τ Comp, ür ὸν S | 20 χάριτος] + καὶ ἀληθείας ὤφθη τοῖς αὐτὸν θεασαμένοις S1, äter ausr. | μὲν < ℵ | 22 ἁμαρτημάτων] + τὴν S.) [*](ΙΙ (??) (Cord. p. 34)] 1 τούτου οὗ Μ | πλήρης εἶναι Μ | 2 ἀλήθεια] + ἀδιανόητον δὲ τὴν ἀλήθειαν λέγειν πληροῦσθαι ὑπ᾿ ἄλλης ἀληθείας ?? Cord | 3 ἀλήθεια Μ | 4 τὰ δ’ αὐτὰ) ταύτα δὲ Ρ | 5 μονογενοῦς] + τὰ 2 | 6 τοῦ < 3 Cord | γέγραπται (??) | 8 θεωρησόμενον Ρ | 11 οὗτος < Ρ | ἀκονῶν Μ, εἰκόνων, ει ü. d. Ζ., darunter Ras. Ρ 13 αὐτὸν Μ | 15 κολάσων Μ | ἡμαρτημένους Μ | 16 τῶν εἰκ. τὴν Cord | 18 ὢν] ἦν 2 | 20 χάριτος] + καὶ ἀηθείας Ρ | ὡς ἂν] ὡσαύτως Μ, ὡς αὐτὸς Ρ | μὲν < Ρ | 21 πλήρης] + καὶ Ρ | 23 προστρέχουσι (??).) [*](Χ. Ι ℵ) [*](II Ρ (Cord. p. 35)] 28 ὁ γὰρ — Ζ. 492, 9 ὑπάρχων).)

492
ὡς δεῖ μεγαλοφώνως κατὰ τὴν νόησιν αὐτὰ προφέρει. ἀκουστέον δὲ τοῦ »Πρῶτος« ἀντὶ τοῦ . ὅμως ὃ λέγει τοιοῦτόν ἐστι· πρὸ ἐμοῦ καὶ πρότερός μου τυγχάνων Ἰησοῦς ὀπίσω μου καὶ μετ ἐμὲ ἠλθεν, οὐκ ἐπὶ τῷ ὀπίσω μου μεῖναι ἀλλὰ τῷ πρὸ ἐμοῦ γενέσθαι. ἀκουστέον δὲ τοῦ ὀπίσω αὐτὸν ἔρχεσθαι τοῦ Ἰωάννου κατὰ χρόνον τῆς ἀποτέξεως. πρὸ γὰρ ἓξ μηνῶν Ἰωάννης συνελήφθη τοῦ συλληφθῆναι τὸν Ἰησοῦν. τούτῳ τῷ τρόπῳ ὀπίσω αὐτοῦ ἐλθὼν ὁ Ἴησοῦς ἔμπροσθεν αὐτοῦ γέγονεν ἀναδειχθεὶς θεὸς καὶ δημιουργὸς αὐτοῦ ὑπάρχων. λεχθείη δ᾿ ἂν καὶ οὕτως· δόξει πᾶς ὁ μανθάνων τῷ διδασκάλῳ καὶ ταύτῃ ὀπίσω αὐτοῦ λέγεται βαδίζειν. ἐπεὶ τοίνυν καὶ ὁ σωτὴρ βαπτίζοντι τῷ Ἰωάννῃ προσῆλθε βαπτισθῆναι, κατὰ τὸ βαπτίζεσθαι αὐτὸν ὑπὸ Ἰωάννου ὀπίσω τοῦ βαπτίζοντος ἔρχεσθαι εἴρηται, κατὰ δὲ τὸ ἡγιακέναι καὶ μεμαρτυρῆσθαι ὑπὸ τοῦ πατρὸς ἔμπροσθεν τοῦ βαπτίζοντος γέγονεν, τιμιώτερος καὶ ὑπερέχων αὐτοῦ ἀναδειχθείς. εὖ δὲ καὶ τὸ φάναι· »Ἔμπροσθέν μου γέ- »γονεν«, ὡς τὴν ὕπαρξιν προτέραν εἶναι τοῦ γεγονέναι αὐτόν. καὶ τοῦτο δὲ ἐπίστησον μεθ’ ὅσης ἀκριβείας εἴρηται. οὐ γέγραπται >Ὁ ὀπίσω μου ὤν ἠδύνατο πρὸ αὐτοῦ εἶναι. ἀλλ᾿ οὐκ ἀδύνατον τὸν πρῶτον ὄντα ὀπίσω ἐλθεῖν. ῥηθείη δ᾿ ἂν καὶ ἑτέρως. »Ὅτι, φησίν, ἐκ τοῦ » πληρώματος αὐτοῦ πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος«· πάλιν γὰρ αἰτίαν ἀποδιδοὺς τοῦ ἔμπροσθεν αὐτοῦ γεγονέναι αὐτοῦ ὄντα πρῶτον ἐπήγαγεν τὸ »Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες »ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος«. πῶς γὰρ οὐκ ἔμπροσθεν κατὰ τὸ προύχειν, καὶ πρῶτος τῶν πληρουμένων ὁ πληρῶν; εἰ γὰρ αὐτὸς τελειοῖ καὶ πληροῖ ἀρετῆς καὶ σοφίας τοὺς ἐφ’ ἁγιότητα ἐρχομένους, πῶς οὐ πρῶτος καὶ προύχων αὐτῶν ὑπάρχει; πρόσχες δὲ τῇ ἀκριβείᾳ τῶν γεγραμμένων. οὐκ εἴρηται Τὸ πλήρωμα , ἀλλ’ »Ἐκ »τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν«. οἱ γὰρ ἐν τῷ βίῳ τούτῳ ἁγιότητος μετέχοντες καὶ γνώσεως τῆς ἀληθείας τὸ ἐκ μέρους γινώσκειν καὶ ἐκ μέρους προφητεύειν ἐκ τοῦ πληρώματος αὐτοῦ, ἀλλ’ οὐ πλήρωμα αὐτοῦ ἔχουσιν. σχοῖεν δ᾿ ἂν αὐτὸ τὴν ἐπίκαιρον ζωὴν ἐν τοῖς μέλλουσιν αἰῶσι κατὰ τὸν ἀπόστολον· [*](15 Joh. 1, 15. — 20 Joh 1, 16. — 23 Joh. 1, 16. — 30 Vgl. Ι Kor. 13, 9.) [*](Χ. Ι ℵ] 4 ἐμὲ] + καὶ μετ᾿ ἐμοῦ Si, später ausr. | οὐκ R | τῷ1 2 We] τὸ 6 ἀποτάξεωςRV, ἀποτόξεως? S | 9. 20. 32 δ᾿ ἂν δὲ, corr. Pr | πασῶν R | 23 < R | ἡμεῖς < R | 26 σοφίαν S1.) [*](II Ρ (Cord. p. 35)] 3 < μου Ρ | 4 τὸ 1] τῷ Ρ < τὸ2 P Cord | 5 κατὰ] + τὸν Ρ Cord 7 Ἰησοῦν] υἱὸν θݲνݲ st. ιݲνݲ Ρ | ἐλθὼν ὁ] ἦλθεν Ρ Cord | Ἰηοοῦς + καὶ P Cord.)
493
Ὅταν ἔλθῃ, φησί, τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται·. τούτῳ συνῳδὰ καὶ τὰ ἐν τῇ καθολικῇ Ἰωάννου· Καὶ οὔπω ἐφανε- ρώθη τί ἐσόμεθα· οἴδαμεν δὲ ὄντι ἐὰν φανερωθῇ ὅμοιοι † αὐτοῦ »ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθὼς ἔστι« τουτέστι· καθώς ἐστι δυνατὸν τοῖς γενητοῖς γνῶναι τὸν θεόν· οὐ γὰρ οἷόν τε ἐκλαμβάνειν τὸ καθὼς ἔστιν ὁ θεὸς αὐτός. καὶ γὰρ ἕξομέν τι πλέον τῆς παρούσης καταστάσεως, εἰ μηκέτι ἐκ μέρους ἀλλὰ γυμνοὶ ἀγνοίας τῇ ἀκραιφνεστάτῃ ἀληθείᾳ προσβαλοῦμεν κατὰ τὸ δυνατὸν αὐτὸν ὀψόμενοι. διὰ τὸ τοίνυν ἐκ τοῦ πληρώματος Ἰησοῦ εἰληφέναι ὁ Ἰωάννης λέγει περὶ αὑτοῦ ὅτι »Ἔμπροσθέν μου γέγονεν« οὗ ἴσχον ἐκ τοῦ πληρώματος. καὶ τὸ μὴ ἕνα ἀλλὰ πάντας τοὺς ἁγίους ἐκλαμβάνειν ἐκ τοῦ πληρώματος τοῦ Ἰησοῦ τὴν ὑπεροχὴν τοῦ πληροῦντος καὶ τελειοῦντος φανεροῖ. εἰ γὰρ πάντες ἅγιοι ἐπληρώθησαν οὐκ ἐξ ὅλου τοῦ πληρώματος ἀλλ᾿ ἐκ τινὸς μορίου αὐτοῦ, πολὺ ἀπολειπόμενοι ὀφθήσονται οἱ ἐκ τοῦ πληρώματος λαμβάνοντες τοῦ παρασχόντος αὐτοῖς.

Τῶν ἀρετῶν τὸ μὲν οἴκοθεν ἔχομεν καὶ παρ᾿ ἑαυτῶν, ὃ προαιρετικῶς κτώμεθα, τὸ δὲ ἐκ θεοῦ, πιστεύσαντες γοῦν τῷ σωτῆρι καὶ τῷ πατρὶ αὐτοῦ ὡς ἐνεδέχετο ἐκ τοῦ ἐφ᾿ ἡμῖν γενέσθαι. λείπεται ἡμῖν καὶ τὸ ἐκ θεοῦ αἰτεῖν, καθὼς καὶ οἱ μαθηταὶ Ἰησοῦ φασὶν αὐτῶ̣· »Πρόσθες ἡμῖν πίστιν«. ἡ γὰρ λέζις ἡ »Πρόσθες« σημαίνει ἀπαιτεῖν αὐτοὺς θεοδώρητον πίστιν πρὸς ᾐ εἶχον προαιρετικῶς. ἀμέλει καὶ ὁ Παῦλος γράφων φησί· »Κατ᾿ ἀναλογίαν πί- στεως‘ τῆς ἐνούσης ἐκ τοῦ ἐφ’ ἡμῖν τὰς δωρεὰς τοῦ πνεύματος δίδοσθαι· »Ἑτέρῳ δίδοται πίστις, φησίν, ἐν τῷ αὐτῷ πνεύματι«. εἰ δὲ πίστις δίδοταί τινι κατὰ ἀναλογίαν ἧς ἔχει πίστεως, φανερὸν ὅτι τῇ ἐφ’ ἡμῖν κατορθωθείσῃ ἡ θεόπεμπτος παραγίνεται πίστις. ἅπερ δὲ περὶ πίστεως ἔρηται, λεκτέον καὶ περὶ τῶν λοιπῶν ἀρετῶν. ἐπεὶ οὖν ἡ ἀρετὴ χάρις ἐστὶ κεχαριτωμένον ποιοῦσα τὸν ἔχοντα, [*](1 Ι Kor. 13, 10. — 2 Ι Joh. 3, 2. — 23 Luk. 17, 5. — 25 Rom. 12, 6. — 27 Ι Kor. 12. 9.) [*](Χ. Ι ℵ] 2 τοῦτο ℵ, corr. Br | τὰ] τὸ ℵ, corr. Br | 3 ἐσώμεθα RV | † αὐτοῦ) z. 1. αὐτῷ mit Τ | 7 εἰ) + We | 8 ἀκρεφνεστάτη ℵ, corr. Br | προσβαλουμε ℵ, corr. We | 9 τὸ] τοῦτο R | 13 πληρώματος ℵ, corr. Br.) [*](XI. Ι ℵ] 19 μὲν] μέντοι ℵ, corr. Br | 24 ἡ S V*; V2 R ἣν | 29 ἐφ᾿] ἐξ ℵ, corr. Br | 31 nach ἔχοντα Ras. von c. 9 Bchst. S.)

494
ὅταν ἡμῖν προαιρετικῶς κατορθωθῇ αὐτή, τηνικαῦτα τὸ ἐκ θεοῦ παραγίνεται, καὶ τοῦτό ἐστι τὸ δίδοσθαι παρὰ θεοῦ χάριν ἀντὶ χάριτος.

Διά Μωσέως δὲ ὁ νόμος ἐδόθη ἀλλ’ οὐχ ὑπ’ αὐτοῦ, ἀλλ’ ὑπὸ τοῦ θεοῦ. θεοῦ γὰρ ὁ νόμος κατὰ τὸ γεγραμμένον· »Ὁ νόμος Κυ- »ρίου ἄμωμος, ἐπιστρέφων ψυχάς«. πλὴν εἰ καὶ διὰ Μωσέως ὁ νόμος δίδοται, ἀλλά γε »Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ »ἐγένετο«, τῆς χάριτος δι᾿ ἀφέσεως ἁμαρτημάτων κωλυούσης τὴν ἐκ τοῦ νόμου κατὰ τῶν ἁμαρτωλῶν κόλασιν· καὶ τῆς ἀληθείας ὑπερβαινούσης τὰς σκιὰς καὶ τοὺς τύπους. ἐπίστησον δὲ καὶ τοῖς λεχθησομένοις. ἐπεὶ καὶ ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου Παρείλκυσαν, ὡς αὐτὸν πέρας γεγονέναι τῆς παλαιᾶς γραφῆς, μεθ’ ἣν ἡ ἐπιδημία τοῦ σωτῆρος γέγονε, πάνυ συνᾳδόντως τὸ »Ὁ ὀπίσω ’μου ἐρχόμενος ἔμπροσθεν μου γέγονεν« εἴρηται. ἐπειδὴ γὰρ προανεφωνεῖτο ἡ τοῦ σωτῆρος κάθοδος ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, ἐλθὼν ὀπίσω ἐληλυθέναι λέγεται. ἀλλ’ εἰ καὶ ὀπίσω ἐλήλυθεν, ἀλλ᾿ οὐν πληρώσας νόμον καὶ προφήτας τῷ τὸ ἔνθεον αὐτῶν Πεφανερωκέναι ἔμπροσθεν γέγονε, καὶ δηλωθεὶς αἴτιος εἶναι πάσης ἐκείνης τῆς θεοπνεύστου γραφῆς, παρελκυσάσης ἕως τοῦ βαπτιστοῦ Ἰωάννου.

Διτιοῦ τοῦ θεωρεῖν ὄντος, αἰσθητικοῦ τε καὶ νοητικοῦ, τὸ μὲν τῶν σωμάτων τὸ δὲ τῶν ἀσωμάτων ἐστὶν ἀντικληπτικόν. διὸ καὶ τὰ ὑποκείμενα τῷ νῷ καὶ τὰ ὑπὸ τούτου θεωρούμενα ἀόρατά φαμεν, οὐ τῷ μὴ ὁρᾶσθαι ἀλλὰ τῷ μὴ πεφυκέναι βλέπεσθαι. οὐδὲν [*](6 Joh. 1, 17. — 7 Ps. 18, 8. —9 Joh. 1, 17. — 13 Vgl. Luk. 16, 16. — 15 Joh. 1, 15.) [*](XII. I ℵ] 6 ἀλλ᾿2 < ℵ cf. II | 7 θεοῦ2 < ℵ | 15 πάνυ — 16 γὰρ < R | συναδόντος SV | 16 εἰρημένον SV, corr. Βr | 20 γέγονε καὶ] γεγονέναι ℵ, corr. Br. II Ρ (Cord. p. 37)] (6 διὰ Μωσέως [δι᾿ αὐτοῦ] — 12 τύπους) 6 διὰ Μωσέως] αὐτοῦ Ρ Cord | δὲ < Ρ Cord | ἐδόθη ἀλλ᾿ < Ρ Cord | 7 κατὰ] + γὰρ Ρ | κυρίου] ἦν (aus κݲυݲ verlesen) Ρ | 9 δέδοται Ρ | χάρις u. ἀλήθεια vertauscbt XIII. Ι ℵ] (anonym; der zuletzt genannte Name ist Origenes; vgl II zu S. 495, 8) 27 ὑπερκείμενα ℵ, corr. Br | ὑπὸ] ὑπὲρ S1.)

495
γὰρ τῶν σωμάτων ἀόρατον, κἂν ἔζω ποτὲ τυγχάνον τῆς ὄψεως μὴ ὁρᾶται. οὐ γὰρ τὸ μὴ ὁρᾶσθαι σημαίνει τὸ ἀόρατον, ἀλλὰ τὸ μὴ πεφυκέναι πρὸς τοῦτο. διὸ οὐδὲ ἀντιστρέφει πρὸς ἑαυτὸ τὸ μὴ ὁρᾶσθαι καὶ τὸ ἀνόρατον. τῷ μὲν γὰρ ἀοράτῳ ἀκολουθεῖ τὸ μὴ ὁρᾶσθαι τὸ ἀόρατον. πολλὰ γὰρ τῶν σωμάτων, καίτοι ὄντα ὁρατά, οὐχ ὁρᾶται, ἤτοι σκεπαζόμενα ἢ τῷ μὴ εἶναι ἔνθα ταῦτα τυγχάνει. ταύτης τῆς διαστολῆς ὀρθῶς ἐχούσης ἐκλαμβάνειν δεῖ τὸ εἰρημένον ὡς περὶ ἀοράτου. οὐδὲ γὰρ αἱ ἀνωτάτω δυνάμεις θεὸν ὁρῶσιν, οὐ διὰ τὴν σφῶν ἀσθένειαν ἀλλὰ διὰ τὴν τοῦ θεοῦ ἀσωματότητα. ἀλλ οὐδὲ νῷ ὁρατός ἐστιν ἁπλῶς, ἀλλὰ τῷ πάσης ἀγνοίας καὶ κακίας καὶ ὕλης ἀπηλλαγμένῳ. »Μακάριοι, γάρ φησιν, οἱ καθαροὶ τῇ καρδίᾳ, »ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται«. καρδίαν δὲ τὸν νοῦν ὀνομάζει. ὅστις καθαρὸς τῷ εἰρημένῳ τρόπῳ γεγονὼς τελειωθεὶς κατ᾿ ἀρετὴν προσβάλλει θεῷ καθ’ ὃ ἐφικτόν. τούτων οὕτως ἐχόντων ὁ νοῦς ὁ ἔτι ὑποκείμενος γενέσει, καὶ διὰ τοῦτο καὶ χρόνῳ, οὐχ ὁρᾷ τὸν θεὸν ὡς διὸ διὸ οὐ καθάπαξ εἴρηκεν· »Θεὸν οὐδεὶς ἑώρακεν«, ἀλλὰ μετὰ προσθήκης τῆς »Πώποτε«, σημαινούσης χρονικόν τι, ἵν᾿ ᾖ τὸ λεγόμενον τοιοῦτον· ὅσον χρόνον τὸ »Πώποτε« δύναται λέγεσθαι, ὡς σημαῖνόν τι ὑποκείμενον, ὁ νοῦς ἐμπέπραται τῇ ἐνύλῳ ςωῇ. διὸ ἰδεῖν τὸν θεὸν οὐ δύναται κατὰ προσβολὴν νοήσεως. καὶ ἡμεῖς μὲν ἐκ τῶν περὶ αὐτοῦ θεολογουμένων ἐννοιῶν καὶ ὡν ἔχομεν ἀμυδρῶς αὐτὸν νοοῦμεν ὡς οἶόν τε· αὐτὸς δὲ ὁ θεὸς οὐ διά τινος τοιούτου ἀλλ’ οἰκειότητι τῇ πρὸς ἑαυτὸν νόησιν ἔχει περὶ ἑαυτοῦ, αὐτὸς ὢν καὶ ἡ νόησις καὶ τὸ νοούμενον. διὸ μ·όνος ἐπίσταται αὐτὸν ὁ υἱὸς ὑπὸ τοῦ πατρὸς νοούμενος καὶ νοῶν τὸν πατέρα.

Καταλλήλως δὲ τῷ μονογενῆ θεὸν καὶ υἱὸν αὐτὸν εἶναι πατρὸς ὠνομάσθησαν κόλποι. ἐπεὶ γὰρ τὰ περὶ τῆς θεότητος πάντα ἀκατονόμαστα δηλοῦται ἡμῖν ταῦτα ἀνθρώποις οὖσι διὰ λέξεων ἀνθρωπίνων, εἰκότως ἀφ’ ὧν ἴσμεν σημαίνεσθαι τὴν πρὸς τὸν πατέρα [*](11 Matth. 5, 8. — 16 Joh. 1, 18.) [*](XIII. I ??] 6 ἔνθα — 7 εἰρημένον < R | 8 οὐδὲ We, οὔτε ?? | θεὸν < ?? | 9 διὰ < ?? | 10 τῷ] τὸ R | 11 καὶ ὕλης < ??, Cf. II | 13 γεγονὸς ??, corr. Br | 18 τοιοῦτο S2RV τοιοῦτον S1, τοιοῦτον V | 21 αὐτοῦ θεολογουμένων] αὐθεολογουμένων ?? | 23 αὐτὸν R.) [*](II P (Cord. p. 39)] (8 οὔτε — 12 ὀνομάζει) | 8 γὰρ < Ρ Cord | 9 ἀλλὰ] + διὰ κίας τε Ρ Cord | 11 ἀπηλλαγμένος Ρ.) [*](XIV. I ??] (in V anonym) 31 τὴν] τῆς SV.)

496
οἰκειότητα γέγραφεν ὁ εὐαγγελιστής· »Ὁ ὢν εἰς τὸν κόλπον τοῦ »πατρός«. ὡς γὰρ ἐπὶ τῶν σωζομένων πάντων καὶ τὰς ἐπαγγελίας τοῦ θεοῦ λαμβανόντων γράφεται ὅτι γενήσονται εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ, οὐκ ἄλλο τι ἢ ὅτι πατὴρ πιστῶν χρηματίζει· οὕτω καὶ ὁ θεοῦ υἱὸς ὢν ἐν κόλποις τοῦ γεννήσαντος λέγεται. καὶ ὥσπερ ἄνθρωποι πιστοὶ ἐν κόλποις πιστοῦ τοῦ Ἀβραὰμ γίνονται, οὕτως καὶ ὁ υἱὸς ὢν ἐν κόλποις. κόλπον δὲ πατρὸς ἀκούειν δεῖ ὡς καὶ τὰ ἄλλα τὰ λεγόμενα ἀνθρωπίνως περὶ θεοῦ. εἰ δὲ περὶ τῶν προφητῶν ἢ πατριαρχῶν ἢ ἀγγέλων λέγεται ὡς θεὸν ἑωρακότων, οὐκ ἀντικείμενα ἑαυτῇ φησιν ἡ θεία γραφή. θεὸν γὰρ οὐδεὶς ὁρᾷ προσβαλὼν νοήσει τῇ ἑαυτοῦ, ὥσπερ κατ´ ἐπιβολὴν ὄψεως ὁρᾶν λεγόμεθα τὰ ὁρατά. ὁρᾶται δὲ καὶ θεὸς οἷς ἐὰν κρίνῃ ὁραθήναι ἀποκαλύπτων ἑαυτόν. εἰ γὰρ ἑώρα τις τὸν θεόν, οὕτως ἐθεώρει αὐτόν, ἵν´ οὕτως εἴπω, οἷος καὶ ὅσος ἐστίν. ἐπεὶ δὲ μὴ αὐτὸς ὁρᾷ ἀλλὰ θεὸς ἑαυτὸν δείκνυσιν, ὡς οἷόν τέ ἐστιν τοῖς γενητοῖς παρέχει ἑαυτὸν εἰς κατανόησιν· καθὼς καὶ ὁ σωτήρ φησι· »Καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν«. οὐ γὰρ εἶπεν· ἐκεῖνός με ἴδῃ, ἀλλ´ ἐγὼ ἐμαυτὸν ἐκείνῳ ἐμφανίσω· καὶ αὕτη ἐστίν * * *

XV. XVI sind aus der Philocalia o. S. 98ff. abgedruckt.

XV. XVI sind aus der Philocalia o. S. 98ff. abgedruckt.

Ὁ πρόδρομος κατὰ διαφόρους ἐπινοίας τοῦ σωτῆρος ὑπάρχων· ὡς θεοῦ προφήτης· ὡς φωτὸς λύχνος, προφωτίζων τοὺς ἐν νυκτὶ τῆς ἀγνοίας ὄντας καὶ προεθίζων τῆς ψυχῆς τὸ ὄμμα πρὸς τὸ δυνηθῆναι καὶ τῷ μεγάλῳ φωτὶ προσδραμεῖν· [[ὡς ἑωσφόρος ἡλίου προάγγελος τῆς μελλούσης ἐφ´ ἡμᾶς διαυγάζειν ἡμέρας κατασημαίνων τὴν ἄφιξιν]] ὡς λόγου φωνή· ἀνάγκη γὰρ πρὸ λόγου φωνὴν γίνεσθαι. [*](1 Joh. 1, 18. — Vgl. Luk. 16, 22f. — 4 Vgl. Röm. 4, 11. — 6 Vgl. Luk. 16, 22f. — 16 Joh. 14, 21. — 26 Vgl. VI, 18. o. S. 127, 21 ff. XIV. I ℵ] 4 ὅτι] + ὁ R | 6 οὗτος SR1V | 10 ἑαυτῇ φησιν < S1, + a. R. S2 | 12 καὶ < RV | 18 ἐστίν] Der Schluss ist verloren gegangen. XVII. I ℵ] 27 πρὸ λόγου] προλέγει S1 | 25 ὡς — 27 ἄφιξιν < ℵ, cf. III. II ABBREV (Cord. p. 42)] 23 ὡς < Μ | ἐν τῇ P | 25 τῷ < P Cord | ὡς — 27 ἄφιξιν < ΑΒBREV; cf. III. III ABC] 22 ὁ < ΑBC | πρόδρομον Α | πρόδρομος] + γὰρ ABC | διαφόρου Α | ὑπάρχων] ὁ Ἰωάννης ABC | 24 ὄντες Β | ὄμμα] ὄνομα Α | 25 δύνασθαι ΒC | τῷ < ABC | ἡλίου] ἥλιος Α.)

497
διό φησιν· »Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ«, βοῶντα λέγων τὸν λόγον, ἔρημον δὲ τὴν πρὸς τὴν θείαν διδασκαίαν ἄγνωστον ψυχήν. πῶς γὰρ οὐκ ἔρηημος, στερουμένη θεοῦ λόγου καὶ τῆς δηλούσης αὐτὸν φωνῆς; ἔργον δὲ τῆς φωνῆς σαφηνίζειν τὸ σημαινόμενον, ὃπως ἀσυγχύτως ἐπιβάλλειν δυνηθῶσιν τῷ δηλουμένῳ λόγῳ. τί δὲ προστάττει ἡ τοῦ βοῶντος φωνὴ τῇ ἐρήμῳ; »Εὐθύνατε, φησί, τὴν'' »ὁδὸν κυρίου«. δηλοῖ δὲ ἡ ἔρημος πάντας τοὺς ἀφνοοῦντας τὸν μετὰ τὴν φωνὴν ἐρχόμενον. ὡς γὰρ ὁ βασιλέως προοδεύσας προστάττει τοῖς πρὸς οὓς ὁ βασιλεὺς ἔρχεται εὐθεῖαν ποιῆσαι τὴν ὁδὸν τῶν ἐρχομένων πρὸς τὴν τοῦ λόγου διδασκαλίαν, [[οὓτως ὁ Ἰωάννης τοῦ λόγου. ὡς γὰρ φωνὴ λόγου προτρέχει, οὓτω καὶ τοῦ χριστοῦ, λόγου ὄντος, ὡς φωνὴ ὁ Ἰωάννης.]]

Τί δὲ βούλεται τὸ ὑπὸ Ἰωάννου λεχθέν· »Μέσος ὑμῶν ἔστηκεν »ὃν ὑμεῖς οὐκ οἴδατε«, οὔπω τότε τοῦ Ἰησοῦ ὄντος ἐκεῖ; ἐν γὰρ τοῖς ἑξῆς λέγεται· »Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς »αὐτὸν« ὡς οὐκ ὄντα ἐκεῖ δηλονότι ὅτε ἔφασκε· »Μέσος ὑμῶν »ἓστηκε« μαρτυρῶν ὁ Ἰωάννης περὶ τοῦ φωτός. ᾔδει γὰρ ὃτι καὶ θεὸς λόγος ἦν· οὖτος δὲ παντὶ λογικῷ πάρεστι. καὶ ἐπεὶ ὑπονοεῖταί τισιν ἐν τῷ μεσαιτάτῳ ἡμῶν εἶναι τὸ διανοητικόν, ὅ τινες ἡγεμονικὸν καλοῦσιν, ἐκεῖ δέ ἐστιν ὁ λόγος καθ'ὃν ἐσμεν λογικοί, ὁ αὐτὸς ὤν τῇ εἰκόνι τοῦ θεοῦ καθ' ἣν γέγονεν ὁ ἄνθρωπος κατ'εἰκόνα θεοῦ, δεικνὺς ὅτι ὁ τοῦ θεοῦ λόγος ἐστὶν ὁ μέλλων ἔρεχεσθαι βαπτισ- [*](1 Joh. 1, 23. — Vgl. VI, 18 o. S. 127, 20ff. — 6 Joh. 1, 23. — 15 Joh. 1, 26 — 17 Joh. 1, 29. — 23 Vgl. Gen. 1, 26. XVII. I ℵ]2 ἄγνωστον < ℵ, cf. II | 3 λόγον RV | 4 τὸν]ℵ, cf II | βασίλέως] βασιλεὺς ℵ cf. II III | 10 οὓτως — 12 Ἰωάννης <ℵ, cf Cord. II = (Cord. p. 42)] 1 ἐγὤ < Μ|λέγων nach 2 λόγον Ρ|2 ἄγνωστον]ἀγνοῶν Cord, < Ρ|4 φωνῆς — 5 ὃπως < Ρ|σαφηνίξει Μ |τὸν] τό Μ |5 δυνηθῶσιν ἐπὶβάλλειν Μ |6 τῇ]+ ἐν τῇ Μ |εὐθύνατε — 7 κυρίου hinter 8 ἐρχόμενον = Cord 7 ἡ < |8 ἐχόμενον Ρ |προστάττει τοῖς]λέγει Μ, < =Cord|10 τῶ ἐρχομένω Μ | λόγου] δούλου Ρ Cord | οὓτως — 12 Ἰωάννης < =. ΙΙΙ ABC] ἐγὼ — 8 ἐρχόμενον < ABC |8 γὰρ] δὲ ABC |προστάττει τοῖς < ABC |9 εὐθεῖαν]+ φησί ABC |ποίήσατε BC ποιήσαται Α |10 τῶν ἐρχομένων] τῶν ψυχῶν [+ ἡμῶν ΑC] ABC |πρὸς — 12 Ἰωάννης < ABC. XVIII. I ℵ] II P (Cοrd. r. 450)] 15 τί δὲ — 16 οἴδατε < Ρ Cord | 17 Ἰησοῦν] Ἰωαννην Ρ |18 ὃτε]τότε Ρ |19 ὁ < Cord | 21 ἐν τῷ < Ρ |22 καθ' ὃ Ρ.)

498
θῆναι ὑπ᾿ αὐτοῦ, φησί· »Μέσος ὑμῶν ἕστηκεν« ἀγνοούμενος ὑφ᾿ ὐμῶν· διὰ τοῦτο δὲ ὑμῖν ἀγνοεῖται, ἐπεὶ δέον ἔχοντας αὐτὸν μέσον ἐνεργεῖν τὰ ἐπιβάλλοντα ἠρεμοῦντα αὐτὸν καί, ἵν᾿ οὕτως εἴπω, ἀνενέργητον ἔχετε παρ᾿ ἑαυτοῖς, οὐδὲν πράττοντες ἢ νοοῦντες λογικῶς. ταῦτα περὶ τῆς οὐσίας τοῦ λόγου εἰπὼν συνάπτει ἑξῆς καὶ τὰ περὶ τῆς ἐπιδημίας αὐτοῦ, λέγων· »Ὁ ὀπίσω μου ἐρχόμενος« μετὰ τὸν νόμον καὶ τοὺς προφήτας· ἐγὼ γὰρ εἰμι σύμβολον καὶ τέλος ἐκείνων. ἔρχεται δὲ ὀπίσω μου πληρῶν πάντα τὰ προφητευθέντα περὶ αὐτοῦ. ὀπίσν γὰρ καὶ μετὰ τὰ προαναφωνηθέντα ὁ προφητευόμενος ἔρχεται· »μέσος δὲ ὑμῶν ἕστηκεν«, ὡ ἤδη ἀποδεδώκαμεν, »οὗ οὐκ εἰμὶ ἄξιος λῦσαι τὸνν ἱμάντα τοῦ ὑποδήματος«. »ἱμάντα δὲ ὑποδήματος« νοήσεις οὕτως. ὁ τοῦ θεοῦ λόγος ἃ εἰς ἀνθρώπους οἰκονομεῖ οὐ γυμνῇ τῇ θεότητι ἐνεργεῖ, ἀλλὰ μορφὴν δούλου λαβών, ὡς τὴν πορείανν αὐτοῦ τὴνν κατὰ τὴν ἐνέργειαν τῆς οἰκονομίας κεκαλυμμένην εἶναι. τοῦτο γοῦν καὶ ἐν Ψαλμοῖς περὶ αὐτοῦ λέγεται· »Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ »τοὺς πόδας αὐτοῦ«. [[σκοτεινόν τι περὶ τὴν πορείαν αὐτοῦ διὰ τὸ ἀσαφὲς ὑπάρχειν.]] ἱμὰς τοίνυν ὑποδήματος αὐτοῦ, τουτέστι τοῦ γνόφους τοῦ περὶ τοὺς πόδας αὐτοῦ, ὁ τῆς δυσκαταληψίας ἐστὶ λόγος, συσφίγγων καὶ συγκρατῶν τὸ ὑπόκημα περὶ τοὺς πόδας αὐτοῦ, ὡς λύσιν τοῦ ἱμάντος εἶναι τὸ σαφηνίσαι καὶ παραστῆσαι λόγῳ τίνα τρόπον θεὸς ἀνέλαβε σῶμα, σκεπάζων καὶ κρύπτωνν αὐτοῦ τὴν ἐπὶ τὴν οἰκονομίαν πορευτικὴν δύναμιν. ἐπεὶ τοίνυν οὐδενὶ ἀνθρώπων δυνατὸν τὸ δεῖξαι ἀπόδειξιν τῆς ἑνώσεως τὸν τρόπον, εἰκότως ὁ περισσότερον προφήτου ἔχων, οὗ μηδεὶς μείζων ἐν γεννητοῖς γυναικῶν, ὁμολογεῖ μὴ ἱκανὸς εἶναι λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ.

[*](6 Joh. 1, 15. — 11 Joh. 1, 27. — 13 Vgl. Phil. 2, 7. — 16 Ps. 17, 10 (ℵa). — 25 Vgl. Matth. 11, 9. — Vgl. Matth. 11, 11. XNIII. I ℵ] 1 ἕστηκεν] + ὁ S | 3 ἐνεργεῖν] ἐνεργοῦντα ℵ, corr. Br | 4 ἔχεται ℵ | 12 ὑποδήματα RV | 17 σκιοτεινὸν — 18 ὑπάρχειν < ℵ, cf. II | 18 αὐτοῦ — 19 πόδας < ℵ, cf. II | 21 λύσιν]λυ S, λύσις RV | λόγον ℵ | 25 περισσότερος ℵ. II P Cord] 1 ἡμῶν P | 2 ἐπεὶ δέον ἔχοντας] ἐπειδὴ ἔχοντες P, ἐπεὶ τὸ ἔχειν Cord | αὐτὸν]λόγον Cord | 3 ἐνεργοῦντα P Cord | ἐπιβάλλοντα] + καὶ P | αὐτὸν < P | 6 τοῦ λέγοντος P | 9 ὀπίσω — 11 ὑποδήματος < P Cord | 12 δὲ] < P Cord | 18 τοίνυν] οὖν τοῦ P γνόφου P | λόγος ἐστὶνν P Cord | 24 ἀνθρώπου P.)
499

Εὖ δὲ καὶ φάναι· »Ὁ αἴρων τὴν ἁμαρτίαν« οὐχ >ὁ ἄρας ἢ μέλλων αἴρειν<. ἀεὶ γὰρ ἐνεργεῖ τὸ αἴρεσθαι τὴν ἁμαρτίαν τῶν 5 προσφευγόντων αὐτῷ. παρίσταμεν οὖν ἐκ τούτου ὅτι καὶ ᾗρεν καὶ αἴρει καὶ ἀρεῖ, καθ᾿ ἕκαστον καιρὸν ἐφαρμοττομένου τοῦ αἴρειν.

Κἀγὼ οὐκ ᾔδειν αὐτόν. Ὁ διδάσκων, φησίν, ἐγὼ οὐ κατὰ φύσιν οὐδὲ κατὰ κοινὴν ἀνθρώπων ἔννοιαν ταῦτα περὶ χριστοῦ εἶπον· οὐ γὰρ ᾔδειν αὐτόν, ἀλλὰ τοῦ πνεύματος τοῦ ἁγίου καὶ τοῦ πατρὸς φανερώσαντός μοι τὰς περὶ αὐτοῦ μαρτυρίας εἶπον. ἐπεστάλην γὰρ μαρτυρῆσαι περὶ τοῦ φωτός, τότε ἀρχὴν τῆς γνώσεως τοῦ μαρτυρουμένου λαβὼν ὅτε ἀπεστάλην. ἐπιχειρητέον δὲ καὶ ἄλλως τι δὲ μὴ εἰδέναι. κἂν λέγῃ οὖν περὶ τοῦ σωτῆρος· »Κἀγὼ »οὐκ ᾔδειν αὐτὸν« οὐκ ἀντικείμενα τοῖς ὑπ᾿ αὐτοῦ μαρτυρηθεῖσι λέγει, δηλοῦται δὲ διὰ τῆς λέξεως τὸ πρότερον μὲν ἀγνοεῖν, νῦν δὲ εἰδέναι αὐτὸν τοῦτον, τοῦ θεοῦ φανερώσαντος αὐτῷ. τοῦτο δὲ παρίσταται ἐκ τῶν εὐθέως λεχθηυσομένων. πάλιν γὰρ αὐτὸς ὁ Ἰωάννης τεθεᾶσθαι λέγει τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς κατελθὸν ἐπὶ τὸν κύριον. »Κἀγὼ οὐκ ᾔδειν αὐτόν, φησίν, ἀλλ᾿ ὁ πέμψας με »βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφ᾿ ὃν ἂν ἴδῆς τὸ πνεῦμα »καταβαῖνον ἐπ᾿ αὐτόν, οὗτός ἐστιν ὁ υἱός μου. κἀγὼ ἑώρακα καὶ »μεμαρτύρηκα«. εἰ τοίνυν καὶ πρὸ τῆς καθόδου τοῦ πνεύματος [*](3 Joh. 1, 29.—9 Joh. 1, 31. — 13 Vgl. Joh. 1, 8.—21 Vgl. Joh. 1. 31. —22 Joh. 1, 33f.—25 Vgl. Joh. 1, 29. XIX. I ℵ] 11 παρίσταμεν οὖν] παρισταμένων ℵ, corr. Br. II P (Cord. p. 48)] 3 εὖ — ἁγίου] < Ρ, εὖ — ἁμαρτίαν < Cord | οὐχ ὁ] οὐκ Ρ | ἄρα Ρ | ἤμελλον Ρ | 4 τὴν < Ρ Cord | 5 παρισταμένων Ρ Cord. XX. I ℵ] 11 ἀλλὰ — ἁγίου] ὁ διδάσκων φησι τοῦ ἁγίου, darüber ἀλλὰ πνεύματος τοῦ S | 12 ἀπεστάλη V | 14 ἀπεστάλη RV | 18 νῦν] ἡ S1 | 21 λέγειν ℵ, corr. Br | κατελθὼν V | 25 καὶ] ἡ ℵ, corr. Br. II P (Cord. p. 48)] (9 κἀγὼ — 14 ἀπεστάλην) | κἀγὼ — < Ρ Cord | 10 περὶ] + τοῦ Cord.)

500
ἀμνὸν καὶ ἄνδρα καὶ τὸν προφήτην καὶ τὸν χριστὸν καὶ τὸ φῶς τὸ ἀληθινὸν αὐτὸν ᾔδει, ἀλλ᾿ οὖν ἔλειπεν αὐτῷ ἡ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ γνῶσις, καὶ ὅτι αὐτὸς ἐστὶν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ, ἥντινα ἔσχεν ὀφθέντος τοῦ δοθέντος σημείου. τούτων οὖν οὕτως ἐχόντων ζητητέον πῶς λέγει τεθεᾶσθαι τὸ πνεῦμα ὁ Ἰωάννης· οὐ γὰρ θεμιτὸν νομίζειν αἰσθητῶς ὁρᾶσθαι τὸ πνεῦμα νοητὴν ὕπαρξιν ἔχον. τῷ προκειμένῳ οὖν συνεξετασθήσεται, καθόλου τοῦ προβλήματος γινομένου, τὰ ἐν ταῖς προφητείαις ὁμοιοτρόπως λεχθέντα. ποολλοὶ γὰρ τῶν προφητῶν καὶ ἁπαξαπλῶς τῶν ἁγίων ἀνδρῶν ὀπτασίας καὶ ὁράσεις ἑωρακότες ἀνεγράφησαν τεθεωρηκέναι. ἐπειδὴ γὰρ καὶ ἐν ἄλλοις τὸ ἰδεῖν καὶ ὁρᾶς διχῶς ἐτμήθη, εἴς τε τὴν αἴσθησιν καὶ τὴν νόησιν, τὸ μὲν αἰσθητῶς ἑωρακέναι θεὸν τοὺς ἁγίους ἄνδρας ἀδύνατόν ἐστι καὶ συνόλως τὴν τριάδα ἢ τὰ ὑπὸ ταύτην νοητὴν ὕπαρξιν ἔχοντα· λείπεται δὲ κατὰ τὴν νόησιν τεθεωρηκέναι αὐτοὺς τὰς ὀπτασίας οὐχ ὡς ἔχουσιν ὑποστάσεως, ἀλλ᾿ ὡς ὁρᾶς δύνανται δι᾿ ἀναλόγου τινός. ἀμέλει γοῦν τοῦ ἁγίου πνεύματος σχῆμα ἢ μορφὴν ἢ συνόλως εἶδος οὐκ ἔχοντος, ὡς περιστερᾶς νόησιν δέχεται, καὶ τοῦ ἁγίου πνεύματος, μεταβατικῶς οὐ κινουμένου, κάθοδον βλέπει γινομένην ἐπὶ τὸν βαπτιζόμενον Ἰησοῦν ἐκ τοῦ οὐρανοῦ. καὶ ὅτι οὐδενὸς τούτων αἰσθητικὴ ἡ ἀντίληψις τὸ ἐπιφερόμενον δηλοῖ· »Ἐφ᾿ ὃν γὰρ ἂν ἴδῃς, φησί, καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν«. κατάβασιν μὲν γάρ τινος καὶ αἰσθητικῶς ἔστιν ἰδεῖν, ὅτε σῶμα τυγχάνει. † οὐ μὴν καὶ δι᾿ ὄψεως ἀλλὰ καὶ διὰ νοήσεως ὀρᾶται τὸ κατεληλυθὸς μὲν ἐφ᾿ ὃν κατελήλυθεν· οὐχὶ δὲ καὶ μενόντων ἀντιληπτικὴ μὲν ἐφ᾿ ὃν κατελήλυθεν· οὐχὺ δὲ καὶ μενόντων ἀντιληπτικὴ ἡ αἴσθησις πρὸς τὸ βεβαιῶσαι τὴν θεωρίαν ταύτην. καὶ δι᾿ ἑτέρας δὲ ἀποδείξεως ῥητέον ὡς οἱ ἕτεροι εὐαγγελισταὶ τὴν κατάβασιν τοῦ πνεύματος ἐπὶ τὸν υἱὸν ἑωρᾶσθαι τῷ Ἰωάννῃ λέγουσιν, ἰδόντι καὶ ἀνοιχθέντας ἢ σχισθέντας τοὺς οὐρανούς. ἄνοιξιν δὲ ἢ σχίσιν οὐρανῶν αἰσθητικῶς οὐκ ἔστιν ἰδεῖν, ὁπότε οὐδὲ τῶν παχυτέρων σωμάτων, ὕδατος καὶ ἀέρος λέγω, ἔστω δὲ καὶ αἰθέρος, εἴ γε ἄλλο παρὰ τοὺς οὐρανούς ἐστι. τὰ γὰρ διερχόμενα διὰ τῶν συνεχῶν σωμάτων, ὅτε μὴ σκληρά ἐστι, διαβαίνει διὰ τούτων, οὐ ἄλλοθεν αὐτοῖς τῆς ἀνοίξεως καὶ διόδου γινομένης. αὐτὰ γὰρ τὰ διαβαίνοντα ἀνοίγουσιν αὐτὰ ἑνούμενα μετὰ τὴν δίοδον τῶν διαβεβη- [*](1 Vg. Joh. 1, 21. 20. 9. — 21 Joh. 1, 33. — 27 Vgl. Matth. 3, 16; Mark. 1, 10; Luk. 3, 21. XX. I ℵ] 2 ἔλειπερι RV (in S ἔλειπ) | 7 οὖν + We | 9 ὁμοιότροπος V | 14 δὲ + We | αὐτοῦ ℵ, corr. Br | οὐ μὺ ἀλλὰ καὶ δ. ὄ. καὶ . . . ? We | καὶ1 str. Br | 24 μὲν] μένειν Br | μελλόντων ℵ, corr. Br | 27 βλέπουσιν ἰδόντα ℵ, corr. Br | 31 οὐρανοὺς] ἀνθρώπους R | 33 τῆς] τοῖς SV, corr. R.)
501
κότων. Διαιρέσεις γοῦν ὕδατος οὐκ ἔστιν ἰδεῖν ἄνευ τοῦ παρεμβεβλῆσθαι στερεώτερον σῶμα. εἰ δὲ τοῦτο, οὐχ ὑποπέσοι; ἂν ὄψει οὐρανῶν ἄνοιξις, οὐδὲ γὰρ σῶμά ἐστι τὸ ἐκεῖθεν καταβεβκὸς ἅγιον πνεῦμα. νοητῶς ἄρα καὶ ταῦτα τῷ βαπτιστῇ τεθεώρηται. ἐπιστατέον δὲ καὶ τῷ μεμενηκέναι τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ μόνον τὸν Ἰησοῦν, εἰ γὰρ καὶ ἐπ᾿ ἄλλον ἔμενεν κατελθόν, οὐκ ἦν σημεῖον δεικνύον τὸν βαπτίζοντα ἐν ἁγίῳ πνεύματι. ἀπιδεικτέον δὲ καὶ τοῦτο οὕτως· τὸ πνεῦμα τὸ ἅγιον ἀχράντοις καὶ καθαραῖς ψυχαῖς ἐνοικίζεται, οὐχ ὑπομένον εἶναι ἔνθα ἁμαρτία. »Ἅγιον γὰρ πνεῦμα »παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ γογισμῶν ἀσυνέτων«. καὶ ὁ Δαυεὶδ ἐν τινὶ ἁμαρτίᾳ γεγονὼς ἀξιοῖ τὸν θεὸν λέγων· »Τὸ »πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ«. ἐπεὶ οὖν Ἰησοῦς Μόνος ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἔσχεν ἐν τῷ στόματι αὐτοῦ (περὶ μόνου γὰρ αὐτοῦ εἴρηται· »Τὸν μὴ γνόντα ἁμαρτίαν«). εἰκότως κατελθὸν ἐπ᾿ αὐτὸν τὸ ἅγιον πνεῦμα ἔμεινεν. ταῦτα δὲ πάντα, τὸ κατελθεῖν λέγω ἐξ οὐρανοῦ τὸ πνεῦμα ἐπὶ τὸν Ἰησοῦν καὶ μεῖναι ἐπ᾿ αὐτόν, οἰκονομίας ἕνεκεν γέγραπται, οὐχ ἱστορικὴν διήγησιν ἔχοντα, ἀλλὰ θεωρίαν νοητήν, ὡς ἤδη εἴρηται. ἀχώριστον γὰρ τοῦ υἱοῦ τὸ ἅγιον πνεῦμα· οὐδὲ γὰρ ὁ υἱὸς ἐν τόπῳ οὐδ᾿ αὖ ὁ πατήρ, ἵνα καὶ τὸ ἅγιον πνεῦμα μεταβατικῶς κινούμενον ἐκ τοῦ πατρὸς εἰς τὸν υἱὸν μεταβαίνῃ. καθόλου γὰρ τὰ περὶ τῆς θεότητος νοητῶς ἐκλαμβάνειν προςῆκεν, κἂν ἀνρωπίνως λέγηται, οἷον τὸ ἴστασθαι καὶ τὸ καθῆσθαι καὶ τὸ ἀναβαίνειν [[καὶ ὅσα ὅμοια τουτοις γέγραπται περὶ τῆς θεότητος]].