Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

διόπερ, ὡς εἰκός, τῶν γραμματέων καὶ νομικῶν τὸν ἐλπιζόμενον, ἀπὸ τῶν θείων γραφῶν καταγαγόντων αὐτοῦ τὸν χρόνον, ἤδη προσόοκώντων, ἐπεφύησαν Θευδᾶς, οὐκ ὀλίγον πλῆθος ὡς Χριστός, οἶμαι, συναγαγών, καὶ μετ᾿ ἐκεῖνον [*](1 Matth. 11, 4f. — 6 Vgl. Job. 1, 19. — 22 Job. 1, 21. — 24 Job. 1, 22. — 34 Vgl. Act. 5, 36 f. — 35 Joseph. Antiq. XX, δ, 1f.) [*](13 ἐμφα[ινόντων μὲν ὑπόνοιαν] a. Ras. | εἴη ὁ] εἴης darüber ABBREV corr. We, εἴης ὁ V | 21 ἠρώτησαν] ἐρωτησιν, ν. II. Hd. zu ἐρωτήσειν corr., ἐρωτῶσι V, corr. Br I 23 οὔ über d. Z.)

119
»Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς τῆς ἀπογραφῆς ἡμέραις«. εἰκότως οὖν θερμότερον τῆς Χριστοῦ ἐπιδημίας προσδοκωμένης καὶ λαλουμένης οἱ Ἰουδαῖοι ἀπὸ Ἱεροσολύμων τοὺς ἱερεῖς καὶ Λευΐτας πέμπουσι πρὸς τὸν Ἰωάννην διὰ τοῦ Σὺ τίς εἶ;« μαθεῖν βουλόμενοι, εἰ αὐτὸς Χριστὸς εἶναι ὁμολογήσει.

1,21. Καὶ ἡρώτησαν αυτόν· Τί οἶν; οὺ Ἠλίας εἶ; λέγει Οὐκ εἰμί.

Τίς οὐκ ἂν ζητήσαι τῶν ἀκουόντων Ἰησοῦ λέγοντος περὶ Ἰωάννου· »Εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι«, πῶς πρὸς τοὺς ἐρωτῶντας τὸ Σὺ Ἠλίας εἶ;« λέγει Ἰωάννης· »Οὐκ εἰμμί«· πῶς δὲ καὶ νοῆσαι δεῖ τὸν Ἰωάννην αὐτὸν εἶναι Ἠλίαν τὸν μέλλοντα ἔρχεσθαι κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Μαλαχίου οὕτως ἔχον· Καὶ ἰδού, ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὁς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, »μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην»;

καὶ ὁ τοῦ ὀφθέντος δὲ τῷ Ζαχαρίᾳ ἀγγέλου κυρίου ἑστῶτος ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος λόγος πρὸς τὸν Ζαχαρίαν παραπλήσιόν τι ἐμφαίνει τοῖς ὑπὸ τοῦ Μαλαχίου εἰρημένοις διὰ τούτων· Καὶ ἡ γυνή σου Ἐλισάβετ »γεννήσει υἱόν σοι καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἱωάννην·« καὶ μετ ὀλίγα· »Αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας Πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρο- »νήσει δικαίων, ἑτοιμά΄σαι κυρίῳ λαὸν κατεσκευσμένον«.

πρὸς δὴ τὸ πρῶτον ὁ μέν τις ἐρεῖ ὅτι ἑαυτὸν ἠγνόει Ἰωάννης Ἠλίαν ὄντα· καὶ τάχα τούτῳ χρήσονται οἱ ἐκ τούτων τῷ περὶ μετενσωματώσεως παριστάμενοι λόγῳ, ὡς τῆς ψυχῆς μεταμφιεννυμένης σώματα καὶ οὐ πάντως μεμνημένης τῶν προτέρων βίων. οἱ δ᾿ αὐτοὶ οὑτοι ἐροῦσι καί τινας τῶν Ἰουδαίων τῷ δόγματι συγκατατιθεμέ΄νους περὶ τοῦ σωτῆρος εἰρηκέναι ὡς ἄρα εἷς τις εἴη τῶν ἀρχαίων προφητῶν ἀναστὰς οὐκ ἀπὸ τῶν μνημείων ἀλλ’ ἀπὸ τῆς γενέσεως.

πῶς γὰρ ἐδύναντο, σαφῶς δεικνυμένης τῆς μητρὸς αὐτοῦ Μαρίας ὑπολαμβανομένου τε πατρὸς αὐτῷ τυγχάνειν Ἰωσὴφ τοῦ τέκτονος νομίζειν ἕνα τινὰ τῶν προφητῶν αὐτὸν τυγχάνοντα ἐγηγέρθαι ἀπὸ τῶν νεκρῶν; καὶ [*](3 Vgl. Joh. 1, 19. — 9 Matth. 11, 14. — 13 Mal. 4, 4f. (3, 22 f.) — 16 Vgl. Luk. 1, 11. — 19 Luk. 1, 13. — 21 Luk. 1, 17. — 25 Basilides bei Clemens ΑΙ., Excerpta ex Theod. 28. Vgl. Hilgenfeld, Ketzergesch. d. Urchristent. 213. 225. — 29 Vgl. Luk. 9, 19. — 31 Vgl. Matth. 13, 55. Mark. 6, 3. — 32 Vgl. Luk. 9, 8; Matth. 14, 2.) [*](1 εἰκός, corr. We | 15 πρὸς über d. Ζ. M1 | 19 εἰρη|ειρημενοις, Punkte ν. II. Hd. | 25 τούτων] viell. τοι ούτων z. 1. | 30 ἐδύνατο Μ, corr. V.)

120
τῷ »ἐξαλείψω δὲ πᾶσαν τὴν ἐξανάστασιν« ἀναγεγραμμένῳ ἐν τῇ Γενέσει οἱ αὐτοὶ χρώμενοι τὸν πεφροντικότα πιθανότητας ἀπατηλὰς προσαγομένας ἀπὸ τῶν γραφῶν λύειν εἰς ἀγῶνα παραστήσουσιν ἱστάμενον πρὸς τὸ δόγμα.

ΧΙ. Ἕτερος δὲ τις ἐκκλησιαστικὸς τὸν περὶ τῆς μετενσωματώσεως ἀποπτύων ὡς ψευδῆ λόγον, μὴ προσιέμενος τὸ τὴν ψυχὴν Ἰωάννου Ἠλίαν ποτὲ γεγονέναι, τῷ προειρημένῳ λόγῳ τοῦ ἀγγέλου χρήσεται ψυχὴν Ἠλίου μὴ ὀνομάσαντος ἐπὶ τῆς Ἰωάννου γενέσεως ἀλλὰ πνεῦμα καὶ δύναμιν διὰ τοῦ Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύ- »ματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα« διὰ μυρίων δυνάμενος ἀποδεικνύναι γραφῶν ἕτερον εἶναι τὸ πνεῦμα τῆς ψυχῆς καὶ ὀνομαζομένην δύναμιν τοῦ πνεύματος καὶ τῆς ψυχῆς· περὶ ὧν οὐκ εὔκαιρον νῦν παρατίθεσθαι τὰ πολλά, ἵνα μὴ πάνυ τὸν λόγον περισπάσωμεν.

ἀρκεσθήσεται δὲ ἐπὶ τοῦ παρόντος πρὸς μὲν τὸ διαφέρειν δύναμιν Πνεύματος τὸ »Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ »σὲ καὶ δύναμις ὐψίστου ἐπισκιάσει σοι«· πρὸς δὲ τὸ τὰ ἐν τοῖς προφήταις πνεύματα, ἅτε δεδωρημένα αὐτοῖς ὑπὸ θεοῦ οἱονεὶ ἐκείνων ὀνομάζεσθαι κτήματα τὸ »Πνεύματα προφητῶν προφήταις ὑποτάσσε- »ται«· καὶ τὸ »Ἀναπέπαυται τὸ πνεῦμα Ἡλίου ἐπὶ Ἐλισσαιέ«. οὕτω γὰρ οὐδὲν ἄτπον, φησίν, ἔσται τὸν Ἰωάννην ἐν πνεύματι καὶ δυνάμει Ἠλίου ἐπιστρέφοντα καρδίας πατέρων ἐπὶ τέκνα, διὰ τοῦτο τὸ πνεῦμα Ἠλίαν λέγεσθαι τὸν μέλλοντα ἔρχεσθαι.

εἰς παραμυθίαν δὲ τούτων καὶ τούτῳ χρήσεται τῷ λόγῳ· εἰ ὁ τῶν ὅλων θεὸς οἰκειωθεὶς τοῖς ἁγίοις θεὸς αὐτῶν γίνεται, οὕτως ὀνομαζόμενος θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, πόσῳ πλέον τὸ ἅγιον πνεῦμα οἰκεινθὲν τοῖς προφήταις πνεῦμα αὐτῶν χρηματίζειν οἷόν τε ἔσται, ἕν’ ᾖ οὕτως πνεῦμα Ἠλίου καὶ πνεῦμα Ἡσαΐου λεγόμενον τὸ πνεῦμα;

ὁ αὐτός τε οὗτος ἐκκλησιαστικὸς ἐρεῖ δύνασθαι μὲν τοὺς ὑπειληφότας ἕνα τῶν προφητῶν εἶναι τὸν Ἰησοῦν ἀναστάντα ἐκ νεκρῶν ἠπατῆσθαι κατά τε τὸ προειρημένον δόγμα καὶ κατὰ τὸ ὑπολαμβάνειν αὐτὸν ἕνα τῶν προφητῶν τυγχάνειν, δύνασθαι δὲ πρὸς τῷ κατὰ τὸ νομίζειν αὐτὸν τῶν προφητῶν εἶναι ἕνα πταίειν καὶ ψευδοδοφεῖν καὶ κατὰ τὸ ἀγνοεῖν αὐτοῦ τὸν λεγόμενον πατέρα καὶ τὴν οὐσαν μητέρα, οἴεσθαί τε αὐτὸν ἀπὸ τῶν μνημείων ἐγηγέρθαι.

καὶ πρὸς τὸ ἐν τῇ Γενέσει [*](1 Gen. 7, 4. — 7 Vgl. S. 119, 21. — 9 Luk. 1, 17. — 15 Luk. 1, 35. — 18 I Kor. 14, 32. — 19 11 Kön. 2, 15. — 21 Vgl. Matth. 10, 35. Luk. 12, 53. — 24 Vgl. Ex. 3, 6.) [*](3 παραστήσουσιν] περιστήσουσιν, corr. V | 6 προσιέμενος bis Ἰωάννου a. Ras. 1 15 τὸ2] τῶ, corr. Hu | 16 τὸ + We | 18 τὸ] τώ, corr. Hu | 19 τὸ] τώ, corr. Hu | Ελισ[σαιέ] a. Ras. | 22 πνεῦμα auf d. Rand M2 | 32 εἶναι a. Ras.)

121
δὲ περὶ τῆς ἐξαναστάσεως ἀπαντήσεται ὁ ἐκκλησιαστικὸς χρώμενος τῷ »ἐξανέστησε γὰρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ἃν ἀπέ- »κτεινε Κάϊν« τῆς »ἐξαναστάσεως« καὶ ἐπὶ »γενέσεως« κειμένης. οὑτος δὴ πρὸς τὸ πρῶτον ἀπορηθὲν ἑτέρως παρὰ τὸν ὑπολαμβάνοντα μετενσωμάτωσιν ἀπολογούμενος ἐρεῖ διὰ μὲν τὰ ἀρτίως κατασκευασθέντα λόγῳ τινὶ εἶναι τὸν Ἰωάννην Ἠλίαν τὸν μέλλοντα ερχεσθαι, ἀποκεκρίσθαι δὲ πρὸς τοὺς ἱερεῖς. καὶ Λευίτας τὸ »Οὐκ εἰμὶ« στοχασάμενον τοῦ βουλήματος τῆς ἐρωτήσεως αὐτῶν.

οὐ γὰρ τοῦτο ἤθελεν ἡ προγενομένη ἐξέτασις τῷ Ἰωάννῆ ἀπὸ τῶν ἱερέων καὶ Λευϊτῶν, τὸ μαθεῖν δἰ τὸ αὐτὸ πνεῦμα ἐν ἀμφοτέροις ἐτύγχανεν, ἀλλ᾿ δἰ ὁ Ἰωάν- νης αὐτὸς Ἠλίας ὁ ἀναληφθεὶς νῦν ἐπιφαινόμενος κατὰ τὸ Ἰουδαίοις προσδοκώμενον χωρὶς γενέσεως, ἣν τάχα καὶ ἠγνόουν οἱ ἀπὸ Ἱεροσολύμων ἀποσταλέντες· πρὸς ἣν πεῦσιν εἰκότως ἀποκρίνεται τὸ »Οὐκ εἰμί«· οὐ γὰρ Ἠλίας ὁ ἀναληφθεὶς ἀμείψας σῶμα ἐληλύθει Ἰωάννης ὀνομάζόμενος.

ΧΙΙ. Ὁ δὲ πρῶτος, οὗ τὸν νοῦν παρεθήκαμεν οἰομένου μετενσωμάτωσιν ἐντεῦθεν κατασκευάζεσθαι, προσδιατρίβων τῇ βασάνῳ τῆς λέξεως ἐρεῖ πρὸς τὸν δεύτερον, ὅτι οὐκ ἀκόλουθον τὸν τηλικούτου ἱερέως Ζαχαρίου υἱὸν ἐπὶ γήρᾳ γεγεννημένον ἀμφοτέροις τοῖς γονεῦσιν παρὰ πᾶσαν ἀνθρωπίνην προσδοκίαν ἀγνοεῖσθαι ὑπὸ τῶν τοσούτων ἐν Ἱεροσολύμοις Ἰουδαίων καὶ τῶν παμφθέντων ὑπ᾿ αὐτῶν Λευϊτῶν καὶ ἱερέων, οὐ γινωσκόντων τὸ γεγεννῆσθαι 〈οὕτως〉 αὐτόν· καὶ μάλιστα Λουκᾶ μαρτυροῦντος ὅτι »Ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτοὺς« (δῆλον δὲ ὅτι τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ) »καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ »ῥήματα ταῦτα«.

εἰ δὲ οὐκ ἠγνοεῖτο ἡ ἐκ Ζαχαρίου γένεσις Ἰωάννου, ἔπεμπον δὲ οἱ ἀπὸ Ἱεροσολύμων Ἰουδαῖοι διὰ τῶν Λευϊτῶν καὶ ἱερέων πευσόμενοι τὸ Νυ Ἠλίας εἷ;« δῆλον ὅτι τοῦτο ἔλεγον τὸ περὶ μετενσωματώσεως δόγμα οἰόμενοι εἶναι ἀληθὲς ὡς πάτριον τυγχάνον καὶ οὐκ ἀλλότριον τῆς ἐν ἀπορρήτοις διδασκαλίας αὐτῶν. διὰ τοῦτο οὖν λέγει »Οὐκ εἰμὶ Ἠλίας« ὁ Ἰωάννης, ἐπεὶ ἀγνοεῖ τὸν ἴδιον πρότερον βίον.

Τούτων δὴ οὐκ εὐκαταφρόνητον πιθανότητα ἐχόντων, πάλιν ὁ ἐκκλησιαστικὸς ἀπορήσει πρὸς τὸν πρότερον εἰ κατὰ τὸν προφήτην ἐστὶν τὸν ὑπὸ τοῦ πνεύματος φωτιζόμενον καὶ ὑπὸ [*](2 Gen. 4, 25. — 7 Vgl. Joh. 1, 21. — 23 Luk. 1, 35. — 35 Vgl. Luk. 1, 35.) [*](1 δὲ] τε, corr. We, oder τε ist zu γε γραμμένον zu erg. | 9 προ . . νομένη Μ γε verblichen, νο könnte als γο gelesen werden; προγενομένη V | 10 εἰ ü. d. Z. | 19 γεγενημένον, corr. Pr | 22 γεγενῆσθαι, corr. Pr| | 〈οὕτως) + We | 35 τὸν) + Pr.)

122
Ἡσαΐου προφητευόμενον, ὑπό τε τηλικούτου [τοῦ] ἀγγέλου πρὶν γεννηθῆναι τεχθήσεσθαι προειρημένον, ἐκ τοῦ πληρώματος Χριστοῦ εἰληφότα, χάριτος τηλικαύτης μετεσχηκότα, τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ γεγενῆσθαι νενοηκότα, περὶ θεοῦ καὶ τοῦ μονογενοῦς τοῦ εἰς τὸν κόλπον τοῦ πατρὸς διηγησάμενον τὰ τοσαῦτα, τὸ ψεύσασθαι καὶ ὅπερ ἦν οὐκ ἐγνωκότα κἂν ἐπισχεῖν.

ἐχρῆν γὰρ περὶ τῶν ἀδηλοτέρων ἐπέχειν ὁμολογεῖν, καὶ μήτε μήτε μήτε μήτε τὴν πρότασιν. πῶς δὲ οὐκ ἡν εὔλογον, δἰ πολλῶν τοῦτο δόγμα ἐτύγχανεν, ἐπισχεῖν τὸν Ἰωάννην περὶ αὑτοῦ, μήποτε ἡ ψυχὴ αὐτοῦ ποτε ἐν Ἠλίᾳ ἦν;

καὶ ἐπὶ τὴν ἱστορίαν δὲ ὁ ἐκκλησιαστικὸς προκαλέσεται τὸν πρότερον πευσόμενον παρὰ τῶν τὰ ἀπόρρητα ἐγνωκέναι παρ’ Ἑβραίοις ἐπαγγελλομένων, εἰ τοιοῦτόν τι δόγμα ἐστὶ παρ’ αὐτοῖς· ἐὰν γὰρ μηδαμῶς φαίνηται τοῦθ᾿ οὕτως ἔχον, δῆλον ὅτι ἐσκέδασται ὁ τοῦ προτέρου λόγος.

οὐδὲν τοίνυν ἡττον ὁ ἐκκλησιαστικὸς χρήσεται τῇ προα- ποδεδομένῃ λύσει, ἔτι καὶ αὐτὸς τὸ βούλημα τῶν πυθομένων παραστῆσαι ἀπαιτούμενος. εἰ γάρ, ὡς κατεσκεύασεν, οἱ πέμψαντες ἴσασι γεγενημένον ἐκ Ζαχαρίου καὶ Ἐλισάβετ τὸν Ἰωάννην, καὶ πολλῷ πλέον οἱ πεμφθέντες γένους ὄντες ἱερατικοῦ, οὓς οὐκ ἂν ἔλαθεν ἡ τοῦ οὕτως ἐπιφανοῦς συγγενοῦς Ζαχαρίου παράδοξος εὐπαιδία, τί νοήσαντες πυνθάνονται τὸ »Σὺ Ἠλίας εἶ;« ἄνδρες ἀνεγνωκότες ἀνειλῆφθαι αὐτὸν ὡς εἰς τὸν οὐρανὸν κα προσδοκῶντες ἐπιδημίαν αὐτοῦ;

τάχα οὖν, ἐπεὶ πρὸς τῇ συντελείᾳ προσδοκῶσιν Ἠλίαν πρὸ Χριστοῦ καὶ ἐπὶ τούτῳ Χριστόν, οἱονεὶ τροπικώτερον φαίνονται ἐρωτῶντες Εἰ σὺ εἶ ὁ προκαταγγέλλων τὸν πρὸ Χριστοῦ ἐπὶ συντελείᾳ ἐλευσόμενον λόγον; καὶ ἐπιστημόνως πρὸς τοῦτο ἀποκρίνεται τὸ »Οὐκ »εἰμί«.

Ἔτι δὲ ὁ ἐκκλησιαστικὸς ἱστάμενος πρὸς τὰ ἐξητασμένα ὑπὸ τοῦ ἑτέρου ἀποδεικνύναι πειρωμένου μὴ ἂν λεληθέναι τοὺς ἱερεῖς οὕτως ἐπιφανῆ γεγενημένην τὴν Ἰωάννου γένεσιν διὰ τὸ »ἐν τῇ »ὀρεινῇ τῆς Ἰουδαίας« διαλελαλῆσθαι »πάντα τὰ ῥήματα ταῦτα«, φήσει τὴν παραπλησίαν ἀπάτην πολλοῖς γεγονέναι καὶ περὶ τοῦ σωτῆρος, ἐπεὶ »Οἱ μὲν ἔλεγον αὐτὸν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι »δὲ Ἠλίαν, † ἄλλοι δὲ Ἰερεμίαν ἢ ἔνα τῶν προφητῶν«, ὡς καὶ οἱ μαθηταὶ πυνθανομένῳ τῷ κυρίῳ γενομένῳ ἐν τοῖς μέρεσι Καισαρείας [*](1 Vgl. Jes. 40, 3. — Vgl. Luk. 1, 11. — 2 Vgl. Joh. 1, 1611. — 14 Vgl. S. 121, 3ff. — 30 Joh. 1, 21. — 22 Vgl. Schürer, Gesch. d. jüd. V. ΙΙΙ3, 524f. — 29 Vgl. Luk. 1, 65. — 32 Matth. 16, 14.) [*](6 καὶ] wohl ἢ z. 1. | 8 δόγμα] δόγματα, corr. Hu | 14 λόγος] λόγου, corr. V | ἐκκλησιαστικὸς] ος a. Ras. | 16 κατεσκεύασεν] κατεσκεύασαν, corr. Br | 17 τὸν aus τῶν corr. | 33 ἄλλοι statt ἕτεροι wohl nur Gedächtnisfehler.)

123
τῆς Φιλίππου εἰρήκασι.

καὶ ὁ Ἡρώδης δὲ λέγων· »Ὄν ἐγὼ ἀπεκε- »φάλισα Ἰωάννην, αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν‘ περὶ τοῦ χριστοῦ ἔοικε μὴ εἰδέναι τὰ λεγόμενα ὑπὸ τῶν φασκόντων· »Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελ- »φοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελ- »φαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν«;