Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἐπισκεπτέον δὲ τῷ ἐντυγχάνοντι τὰ έν τοῖς προτέροις ἡμῖν εἰρημένα μετὰ παραθέσεως πλειόνων παραδειγμάτων περὶ τοῦ τί σημαίνεται κατὰ τὴν γραφὴν ἐκ τῆς »Κόσμος« φωνῆς· οὐ γὰρ εὔλογον ἡγησάμην παλιλλογεῖν. οὐκ ἀγνοοῦμεν δέ τινα κόσμον ἐξειληφέναι τὴν ἐκκλησίαν μόνην, κόσμον κόσμον τοῦ κόσμου, ἐπεὶ καὶ φῶς λέγεται τοῦ κόσμου· »Ὑμεῖς γάρ ἐστε, φησί, τὸ φῶς τοῦ κόσμου·« κόσμος δὲ τοῦ κόσμου ἡ ἐκκλησία, κόσμου αὐτῆς γινομένου Χριστοῦ, τοῦ πρώτου φωτὸς τοῦ κόσμου.

κατανοητέον δὲ εἰ μὴ τοῦ αὐτοῦ κόσμου φῶς εἶναι λέγεται ὁ χριστὸς καὶ οἱ μαθηταὶ αὐτοῦ· ἀλλ' ὅτε μὲν Χριστὸς φῶς τοῦ κόσμου ἐστίν, τάχα τῆς ἐκκλησίας ἐστὶ φῶς· ὅτε δὲ οἱ μαθηταὶ αὐτοῦ φῶς τοῦκόσμου, μήποτε τῶν παρακαλουμένων εἰσὶ φῶς, ἑτέρων ὄντων παρὰ τὴν ἐκκλησίαν, ὥσπερ τῷ Παύλῳ περὶ τούτων εἴρηται ἐν τῷ προοιμίῳ τῆς προτέρας πρὸς Κορινθίους ἐπιστολῆς στολῆς γράφοντι· »Τῇ ἐκκλησίᾳ τοῦ θεοῦ σὺν πᾶσι τοῖς ἐπικαλου- »μένοις τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ Χριστοῦ«· ἐάν οὐν τις τοῦ κόσμου φῶς λέγεσθαι τὴν ἐκκλησίαν, οἱονεὶ τοῦ λοιποῦ γένους τῶν ἀνθρώπων καὶ τῶν ἀπίστων, εἰ μὲν προφητικῶς τοῦτο διὰ τὸν [*](2 Vgl. Job. 1, 29. — 12 Job. 1, –23 Matth. 5, 14. — 27 Vgl. Joh. 1, 9. 28 Vgl. Matth. 5, 14. — 31 I Kor. 1, 2.) [*](1 στάχυας πεδίων] στάχυση πεδίον, von Μ 1 zu στάχυας πεδίων corr. | 2 x003E; + V | κόσ Μ | 6 ἔρχεται] ἄρχεται, corr. V | 7 μία] διὰ, corr. We; ἔνια Br | 8 nach ἐστιν ist etwas ausgefallen, etwa ἄρχεσθαι vgl. Ζ. 10 | 11 ἀναινεθῆναι, corr. We | 16 μὴ + Ferrarius | 25 δὲ] δὴ, corr. V | 28 ἐπικαλουμένων? vgl. z. 31. S. 168, 6 | ἐπιστολῆς] ἐπιστολῆ, corr. V 32 <οὖν> + We.)

168
περὶ τέλους λόγον ἐκλήψεται, τάχε ἔχει χώραν τὸ λεγόμενον· εἰ δὲ ὡς ἤδη γινόμενον , ἐπεὶ τὸ φῶς τινος φωτίζει ἐκεῖνο, οὑ ἐστι φῶς, δεικνύτωσαν πῶς τὸ λοιπὸν γένος φωτίζεται ὑπὸ τῆς παρεπιδημούσης τῷ κόσμῳ ἐκκλησίας.

εἰ δὲ τοῦτο δεικνύναι οὐ δύνανται, ἐπιστησάτωσαν μήποτε ὑγιῶς ἐξειλήφαμεν φῶς μὲν εἶναι τὴν ἐκκλησίαν, κόσμον δὲ τοὺς ἐπικαλουμένους. ἡ δὲ δὲ φωνή, κειμένη ἐν τῷ κατὰ Ματθαῖον, τῷ ἐπιμελέστατα ἐρευνῶντι τὰς γραφὰς παραστήσει τὴν διήγησιν· »Ὑμεὶς, γάρ φησιν, ἐστὲ τὸ ἅλα τῆς γῆς«· τάχα τῆς γῆς τῶν λοιπῶν ἀνθρώπων νοουμένων, ὧν ἅλας εἰσὶν οἱ πεπιστευκότες, αἴτιοι τοῦ τηρεῖσθαι τὸν κόσμον διὰ τοῦ πιστεύειν τυγχάνοντες· τότε γὰρ ἡ συντέλεια ἔσται ἐὰν τὸ ἄλα μωρανθῇ« καὶ μηκέτι ᾐ τὸ ἁλίζον καὶ συντηροῦν τὴν γῆν, ἐπεὶ σαφὲς ὅτι ἐὰν πληθυνθῇ ἡ ἀνομία, καὶ ψυγῇ ἡ ἀγάπη ἐπὶ τῆς γῆς ὡς καὶ αὐτὸν τὸν σωτῆρα διστακτικὴν προενέγκασθαι περὶ τῶν ἐν τῇ ἐπιδημίᾳ ἑαυτοῦ φωνὴν λέγοντα· »Πλῆν ὁ υἹὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν »ἐπὶ τῆς γῆς;«) τότε συντέλεια ἔσται τοῦ πρὸ αἰῶνος.

λεγέσθω τοίνυν ἡ ἐκκλησία κόσμος ὅτε ὑπὸ τοῦ σωτῆρος φωτίζεται· ἡμεῖς δὲ ζητοῦμεν εἰ κατὰ τὸ »Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν »τοῦ κόσμου« κόσμον νοητέον ὑγιῶς τὴν ἐκκλησίαν, περικλειομένου τοῦ αἴρεσθαι τὴν ἁμαρτίαν εἰς μόνην τὴν ἐκκλησίαν.

πῶς γὰρ τὸ ἐν τῇ ἐπιστολῇ ὑπὸ τοῦ αὐτοῦ μαθητοῦ εἰρημένον περὶ τοῦ σωτῆρος ἱλασμοῦ περὶ τῶν ἁμαρτιῶν τυγχάνοντος διηγησόμεθα οὕτως ἔχον· Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν »Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ »περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου«; καὶ τὸ παρὰ τῷ Παύλῳ δὲ τούτω νομίζω εἶναι παραπλήσιον οὕτως ἔχον· »Ὅς έστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν«.

Πάλιν ἐν τῷ τόπῳ ὁ Ἡρακλέων γενόμενος χωρὶς πάσης κατασκευῆς καὶ παραθέσεως μαρτυριῶν ἀποφαίνεται ὅτι τὸ μὲν »Ἀμνὸς τοῦ θεοῦ« ὡς προφήτης φησὶν ὁ Ἰωάννης, τὸ δὲ »Ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου« ὡς περισσότερον προφήτου. καὶ οἴεται τὸ μὲν πρότερον περὶ τοῦ σώματος αὐτοῦ λέγεσθαι, τὸ δὲ δεύτερον περὶ τοῦ ἐν τῷ σώματι, τῷ τὸν ἀμνὸν ατελῆ εἶναι ἐν τῷ τῶν προβάτων γένει,

οὕτω δὲ καὶ τὸ σῶμα παραθέσει τοῦ ἐνοικοῦντος [*](7 Vgl. Job. 5, 39. — 8 Matth. 5, 13. — 12 Matth. 24, 12. — 25 Luk. 18, 8. — 18 Job. 1, 29. - 23 I Job. 2, If. — 27 I Tim. 4, 10. — 30 Job. 1, 29. — 31 Vgl. Mattb. 11, 9.) [*](5 ἐκκλησίαν] σιαν ü. d. Z. | 9. 11. ἅλα Μ (= D*), ἅλας V nacb Τ | 15 λέγοντα] λέγονται, corr. V | 26 τὸ] τῶ, corr. V.)

169
αὐτῷ. τὸ δὲ τέλειον εἰ ἐβούλετο, φησί, τῷ σώματι μαρτυρῆσαι, κριὸν εἶπεν ἂν τὸ μέλλον θύεσθαι. οὐχ ἡγοῦμαι δὲ εἶναι ἀναγκαῖον μετὰ τηλικαύτας γεγενημένας ἐξετάσεις τευταζειν περὶ τὸν τόπον, ἀγωνιζομένους πρὸς τὰ εὐτελῶς ὑπὸ τοῦ Ἡρακλέωνος εἰρημένα. μόνον δὲ τοῦτο ἐπισημειωτέον, ὅτι ὥσπερ μόγις ἐχώρησεν ὁ κόσμος τὸν κενώσαντα ἑαυτόν, οὕτως ἀμνοῦ καὶ οὐ κριοῦ ἐδεήθη, ἵνα ἀρθῇ αὐτοῦ ἡ ἁμαρτία.

* * * ** * * ** * * ** * * ** * * ** * * * * * * ** * * ** * * ** * * ** * * ** * * * * * * ** * * ** * * ** * * ** * * *

[*](5 Vgl. Phil. 2, 7.)[*](1 σώματι] σῶμα τὸ, corr. V | 2 εἶπεν ἂν] εἴπεῖν αὐτὸ, corr. Β | 7 Der Schluss fehlt, wie der Anfang v. Buoh X. Wahrscheinlich war in der Urhandschrift ein Blatt herausgerissen.)