Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰ γὰρ καὶ πρὸς τὸ συμφέρον δίδοται τὰ χαρίσματα, καὶ οὐ μόνον »κατὰ« τὴν ἀναλογίαν τῆς πίστεως«, φιλανθρώπου ἂν εἴη θεοῦ ἔργον, ποροορωμένου βλάβην ἀπὸ οἰήματος ἐπακολουθήσοντος ἢ φυσιώσεως, τὸ καὶ τῷ ἀξίῳ ποτὲ μὴ διδόναι τὴν ἱκανότητα· οἰκεῖον δὲ τῆς χρηστότητος τοῦ θεοῦ νικᾶν ἐν τῷ εὐεργετεῖν τὸν εὐεργετούμενον, προλαμβάνοντα τὸν ἐσόμενον ἄξιον, καὶ πρὶν γένηται ἄξιος κοσμοῦντα αὐτὸν τῇ ἱκανότητι, ἵνα μετὰ τὴν ἱκανότητα ἔλθῃ ἐπὶ τὸ γενέσθαι ἄξιος, καὶ μὴ πάντως ἀπὸ τοῦ εἶναι ἄξιος, φθάνων τὸν δωρούμενον καὶ προλαβὼν αὐτοῦ τὰς χάριτας, ἔλθῃ ἐπὶ τὸ γενέσθαι ἱκανός.

ὁ τοίνυν Ἰωάννης φησὶ παρὰ μὲν τοῖς τρισὶν οὐκ εἶναι » ἱκανός«, παρὰ δὲ τῷ Ἰωάννῃ οὐκ εἶναι »ἄξιος«. οὐκ ἀποκλείεται δὲ ὅς γε ἔλεγεν οὐδέπω ὢν ἱκανὸς γεγονέναι ἱκανός, εἰ καὶ μὴ ἄξιός πω ἦν· καὶ πάλιν ὅς γε ἔλεγεν οὐκ εἶναι ἄξιος, οὐκ ὢν ἄξιος ἐφθακέναι ἐπὶ τὸ γεγονέναι ἄξιος.

εἰ μὴ ἄρα τις ἐρεῖ, ἐπὶ τὸ κατ’ ἀξίαν τῆς λύσεως καὶ βαστάξεως μὴ χωροῦσαν τὴν θνητὴν φύσιν † ἥκειν ποτὲ ἀληθευόμενον ἔχειν τὸ μηδέποτε γενέσθαι ἱκανὸν λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων καὶ ἄξιον τοῦ αὐτοῦ. ὅσα δὲ ἐὰν χωρήσωμεν, ἔτι ὑπολείπεται τὰ μηδέπω νενοημένα, ἐπεὶ »Ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται, καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται« κατὰ τὴν Ἰησοῦ υἱοῦ Σειρὰχ Σοφίαν.

Ἔτι περὶ τῶν ὑποδημάτων τῶν παρὰ τοῖς τρισὶν οὕτως ὀνομασθέντων εὐαγγελισταῖς διαλάβωμεν, συγκρίνοντες ἐκεῖνα τῷ παρὰ τῷ μαθητῇ Ἰωάννῃ ἑνικῶς ὀνομασθέντι· »Οὑκ εἰμί, γάρ »φησιν, ἐγὼ ἄξιος ἴνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος«.

τάχα οὖν νικώμενος ὑπὸ τῆς τοῦ θεοῦ χάριτος δωρεὰν εἰληφεν, μηδέπω τὸ ὅσον ἐφ’ ἑαυτῷ ἄξιος ὢν λῦσαι τὸν ἱμάντα τοῦ ἑτέρου τῶν ὑποδημάτων , νοήσας αὐτοῦ τὴν ἐν ἀνθρώποις ἐπιδημίαν, περὶ ἡς καὶ μαρτυρεῖ· ἐπεὶ δὲ ἔλειπεν αὐτῷ ἡ περὶ τῶν ἑξῆς κατάληψις, οὐκ εἰδότι πότερον Ἰησοῦς ἐστιν ὁ κἀκεὶ ἐρχόμενος, ὅπου ἀπὸ τῆς φυλακῆς γίνεσθαι ἕμελλεν ἀποκεφαλισθείς, ἢ ἕτερον προσδοκᾶν ἐχρῆν, διὰ τοῦτο τὴν σαφέστερον ὕστερον ἐπαπόρησιν ἡμῖν δηλουμένην καὶ νῦν αἰνιττόμενος φησὶ τὸ »Οὐκ εἰμὶ ἐγὼ ἄξιος, ἵνα λύσω αὐτοῦ τὸν [*](1 Vgl. Matth. 3, 11 u. Par. — 2 Vgl. Joh. 1, 26. — 4 Vgl. Rom. 12, —12 Vgl. Matth. 3, 11 u. Parall. — 13 Vgl. Job. 1, 26. — 21 Sir. 18, (6) 7. — 27 Vgl. Matth. 10, 8. — 31 Vgl. Matth. 11, 3. — 34 Job. 1. 27.) [*](2 ὄντα ἄξιον a. Ras. | 3 εἰ Μ 1 ü. d. Ζ. | 11 προλαμβάνων V, wohl wegen φθάνων u. viell. mit Recht | 14 ὢν] εἶναι We | 15 ὅς γε] ὅτε, corr. We | 17 ’ + Hu | 18 ἥκειν wohl verderbt; ἀεί ποτε oder πάντοτε vermutet We | 30 κατάλημψις Μ*.)

146
»ἱμάντα τοῦ ὑποδήματος«.

ὁ δὲ οἰόμενος περιεργότερον τοῦτο εἰρῆσθαι εἰς ταὐτὸν συνάξει τὸ τῶν ὑποδημάτων καὶ τοῦ ὑποδήματος, ἵνα οἱονεὶ λέγῃ· Οὐδαμῶς ἄξιός εἰμι λῦσαι τὸν ἱμάντα οὐδὲ κατὰ τὴν ἀρχήν, κἂν τοῦ ἑνὸς ὑποδήματος· ἢ καὶ οὕτως δυνατὸν εἰς ὲν συνάγεσθαι τὰ παρὰ τοῖς τέσσαρσιν εἰρημένα.

εἰ γὰρ ὁ Ἰωάννης συνίει μὲν τὰ περὶ τῆς ἐνταῦθα αὐτοῦ ἐπιδημίας, ἐνηπόρει δὲ περὶ τῶν ἐξῆς, ἀληθεύει λέγων καὶ τὸ μὴ εἶναι ἱκανὸν λύειν τὸν ἱμάντα τῶν ὑποδημάτων, οὐ γὰρ λύει ἀμφότερα λύσας τοῦ ἑνός, ἀληθεύει δὲ λέγων καὶ τὸν ἱμάντα τοῦ ὑποδήματος, ἐπεί, ὡς προείρηται, ἔτι διαπορεῖ περὶ τοῦ πότερον αὐτός έστιν ἐρχόμενος ἢ ἕτερος, ὁ κἀκεὶ προσδοχητέος.

Καὶ περὶ δὲ τοῦ Μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς »οὐκ οἴδατε« ταῦτα διαληπτέον περὶ τοῦ υἱοῦ τοῦ θεοῦ. τοῦ λόγου, δἰ οὑ τὰ πάντα γέγονεν , ὑφεστηκότος οὐσιωδῶς κατὰ τὸ ὑποκείμενον, τοῦ αὐτοῦ ὄντος τῇ σοφίᾳ. οὑτος γὰρ δἰ ὅλης πεφοίτηκεν τῆς κτίσεως, ἵνα ἀεὶ τὰ γινόμενα δι' αὐτοῦ γίνηται, καὶ περὶ παντὸς οὑτινοσοῦν ἀεὶ ἀληθὲς ᾐ τὸ »Πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς »αὐτοῦ ἐγένετο οὐδὲ ἕν«,

καὶ τὸ »Πάντα έν σοφίᾳ ἐποίησας( εἰ δὲ δι' ὅλης τῆς κτίσεως πεφοίτηκεν, δῆλον ὅτι καὶ τῶν πυνθανομένων » Τί οὐν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προ- »φήτης;« »μέσος« ἕστηκεν ὁ αὐτὸς καὶ βέβαιος ὢν λόγος, ὑπὸ τοῦ πατρὸς ἐστηριγμένος πανταχοῦ· ἢ τὸ » Μέσος ὑμῶν ἕστηκεν« ἀκουέσθω οτι υμων των ανθρωπων διὰ τὸ εἰναι ὑμᾶς λογικοὺς μέσος ὑμῶν ἑστώς, τῷ τοῦ παντὸς σώματος έν μέσῳ εῖναι τὸ ἡγεμονικὸν ἀποδείκνυσθαι, κατὰ τὰς γραφὰς ἐν τῇ καρδίᾳ τυγχάνον.

οἱ τοίνυν ἔχοντες τὸν λόγον ἐν μέσῳ ἑαυτῶν, μὴ διαλαμβάνοντες δὲ περὶ τῆς φύσεως αὐτοῦ, μηδὲ ἀπὸ ποίας πηγῆς κοὶ ἀρχῆς ἐλήλυθεν, μηδ' ὅπως ποτὲ συνέστη ἐν αὐτοῖς, οὑτοι μέσον αὐτὸν ἔχοντες οὐκ ἴσασιν. ὁ δὲ Ἰωάννης αὐτὸν οἶδεν. τὸ γὰρ »Ὃν ὑμεῖς οὐκ οἰδατε« ὀνειδιστικῶς λεγόμενον πρὸς τοὺς Φαρισαίους, ἐμφαίνει τὸν λόγον τῷ ἐπιμελῶς ἐγνωκέναι τὸ ὑπ' ἐκείνων ἀγνοούμενον.

δι' ὃ καὶ γινώσκων αὐτὸν ὁ βαπτιστὴς οἶδεν ὀπίσω αὐτοῦ ἐρχόμενον τὸν ἐν μέσῳ τυγχάνοντα, τοῦτ' ἔστιν μετ' αὐτὸν καὶ τὴν ὑπ’ αὐτοῦ ἐν τῷ βαπτίσματι διδασκαλίαν ἐπιδημοῦντα τοῖς κατὰ λόγον ἀπολουσαμένοις. οὐ ταὐτὸν δὲ [*](10 Vgl. S. 145, 31 ff. - 12 Job. 1, 26. — 14 Vgl. Job. 1, 3. — 15 Vgl. I, 19 [S. 23, 18 ff.]. — 16 Vgl. Job. 1, 3. Kol. 1, 16. — 17 Job. 1, 3. — 18 Ps. 103, 24. — 20 Job. 1, 25. — 29 Job. 1, 26.) [*](8 δὲ M 1 ü. d. Z. | 12 δὲ M 1 ii. d. Z. | τοῖ] τοῦ δὲ, corr. V | 17 ᾖ] ἦν, corr. Pr καὶ — 18 ἐγένετο a. Ras. | 23 ὑμῶν 1] ἡμῶν aus ὑμῶν corr. Μ | 24 ἀποδείκνυται, corr. Br | 28 συνέστη ἐν] συνέστησεν, corr. We | μέσον αὐτῶν ἔχοντες αὐτὸν V | 30 λεγόμενον] γενόμενον, corr. V.)

147
σημαίνεται ἐκ τῆς »ὀπίσω« φωνῆς ἐνθάδε, καὶ ὅταν ὁ Ἰησοῦς πέμπῃ ἡμᾶς ὀπίσω ἑαυτοῦ.

ἐκεῖ μὲν μὰρ ἴνα κατ’ ἴχην βαίνοντες αὐτοῦ φθάσωμεν πρὸς τὸν πατέρα, ὀπίσω αὐτοῦ γίνεσθαι κελευόμεθα· ἐνθάδε δὲ ἴνα δηλωθῇ τὸ μετὰ τὰς Ἰωάννου διδασκαλίας (ἐπεὶ οὗτος »ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ«) τοῖς προευτρεπισαμένοις ἐπιδημεῖν προκεκαθαρμένοις διὰ τῶν ἡττόνων καὶ τὸν τέλειον λόγον.

προηγουμένως μὲν οὐν ἕστηκεν ὁ πατὴρ ἄτρεπτος καὶ ἀναλλοίωτος ὤν· ἕστηκεν δὲ καὶ ὁ λόγος αὐτοῦ ἀεὶ ἐν τῷ σώζειν, κἂν γένηται σάρξ, κἂν μέσος ᾖ ἀνθρώπων, οὐ καταλαμβανόμενος ἀλλ’ οὐδὲ βλεπόμενος. ἕστηκεν δὲ καὶ διδάσκων, προκαλούμενος πάντας ἐπὶ τὸ πίνειν ἀπὸ τῆς ἀφθόνου πηγῆς αὐτοῦ· » Εἱστήκει γὰρ ὁ Ἰησοῦς καὶ ἔκραζε λέγων· »Ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς ἐμὲ καὶ πινέτω«.

Τό) Ὁ δὲ Ἡρακλέων τὸ »Μέσος ὑμῶν στήκει« φησὶν ἀντὶ τοῦ Ἤδη πάρεστιν καὶ ἔστιν έν τῷ κόσμῳ καὶ ἐν ἀνθρώποις, καὶ ἐμφανής ἐστιν ἤδη πᾶσιν ὑμῖν. διὰ τούτων δὲ περιαιρεῖ τὸ παρασταθὲν περὶ τοῦ διαπεφοιτηκέναι αὐτὸν δι' ὅλου τοῦ κόσμου.

λεκτέον γὰρ πρὸς αὐτόν· πότε γὰρ οὐ πάρεστιν; πότε δὲ οὐκ ἔστιν ἐν τῷ κόσμῳ; καὶ ταῦτα τοῦ εὐαγγελίου λέγοντος· »Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ »ἐγένετος«. καὶ διὰ τοῦτο καὶ οὗτοι, πρὸς οὓς ὁ λόγος ὁ »Ὃν »ὑμεῖς οὐκ οἴδατε«, οὐκ οἴδασιν αὐτόν , ἐπεὶ οὐδέπω τοῦ κόσμου ἐξεληλύθασιν,

»ὁ δὲ κόσμος αὐτὸν οὐκ ἔγνω( ποῖον δὲ χρόνον διέλειπεν τοῦ ἐν ἀνθρώποις εἶναι; ἢ οὐκ ἐν Ἡσαΐᾳ ἦν λέγοντι· »Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με« καὶ »Ἐμφανὴς »ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν«; λεγέτωσαν δὲ εἰ μὴ καὶ ἐν Δαβὶδ ἠν, οὐκ ἀφ' αὑτοῦ λέγοντι· »Ἐγὼ δὲ κατεστάθην βασιλεὺς »ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦς«, καὶ ὅσα ἐκ προσώπου Χριστοῦ ἐν ψαλμοῖς ἀναγέγραπται.

καὶ τί με δεῖ καθ’ ἕκαστον ἀποδεικνύναι, δυσεξαριθμήτων ὄντων τῶν ἐναργῶς δυναμένων, ὅτι ἀεὶ ἐν ἀνθρώποις ἦν, πρὸς τὸ ἐλέγξαι οὐχ ὑγιῶς εἰρημένον τὸ Ἤδη πάρεστιν καὶ ἔστιν ἐν κόσμῳ [*](1 Vgl. Mark. 1, 17. 20. 8, 34. Matth. 4, 19. 10, 38. 16, 24 u. Ö. — 5 Job. 1, 7. — 9 Vgl. Joh. 1, 11. — 11 Job. 7, 37. — 13 Job. 1, 26. — 19 Job. 1, 10. — 20 Job. 1, 26. — 22 Job. 1, 11. — 24 Jes. 61, 1. — Jes. 65, 1 (= ℵ AQ). Vgl. öm. 10, 20. — 26 Ps. 2, 6 (= ARbi.) [*](4 δὲ + V | 7 ἀναλλοίωτος] να Μ 2 ü. d. Z. | 13 στήκει] sonst ist ἔστηκεν da es sieb öglicherweise um Herakleons Lesart bandelt, ist nicbts zu ändern. Docb las viell. Origenes selbst so; vgl. z. S. 139, 27 | 15 ἀνθρώποις M 1 ἀνθρώπω Μ | 23. 30 ἀνθρώποις Μ 1, ἀνθρώπω Μ | 29 δυσεξαριθμήτων] δυσεξαρίθμητον, ο a. Ras.; δυσεξαριθμήτου V, corr. Br | ὄντων] ὄντων] Μ, ὄντος V; corr. Br | τῶν + Br | 30 δυνάμενων] δυναμένω Μ, δυναμένον V; corr.)

148
καὶ ἐν ἀνθρώποις εἰς δήγησιν παρὰ τῷ Ἡρακλέωνι τοῦ »Μέ- »σος ὑμῶν «; οὐκ ἀπιθάνως δὲ παρ’ αὐτῷ λέγεται ὅτι τὸ »Ὀπίσω μου ἐρχόμενος‘ τὸ πρόδρομον εἶναι τὸν Ἰωάννην τοῦ χριστοῦ δηλοῖ· ἀληθῶς γὰρ ὡσπερεὶ οἰκέτης ἐστὶν προτρέχων τοῦ κυρίου.

πολὺ δὲ ἁπλούστερον τὸ »Οὐκ εἰμὶ ἄξιος, »ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος‘ ἐξείληφεν ὅτι οὐδὲ τῆς ἀτιμοτάτης ὑπηρεσίας τῆς πρὸς τὸν χριστὸν ἄξιος εἶναι διὰ τούτων ὁ βαπτιστὴς ὁμολογεὶ. πλὴν μετὰ ταύτην τὴν ἀκδοχὴν οὐκ ἀπιθάνως ὑποβέβληκεν τὸ Οὐκ ἐγώ εἰμι ἱκανός, ἵνα δἰ ἐμὲ κατέλθῃ ἀπὸ μεγέθους καὶ σάρκα λάβῃ ὡς ὑπόδημα, περὶ ἧς ἐγὼ λόγον ἀποδοῦναι οὐ δύναμαι οὐδὲ διηγήσασθαι ἢ ἐπιλῦσαι τὴν περὶ αὐτῆς οἰκονομίαν.

ἁδρότερον δὲ καὶ μεγαλοφυέστερον ὁ αὐτὸς Ἡρακλέων κόσμον τὸ ὑπόδημα ἐκδεξάμενος μετέστη ἐπὶ τὸ ἀσεβέστερον ἀποφήνασθαι ταῦτα πάντα δεῖν ἀκούεσθαι καὶ περὶ τοῦ προσώπου τοῦ διὰ τοῦ Ἰωάννου νοουμένου.

οἴεται γὰρ τὸν δημιουργὸν τοῦ κόσμου ἐλάττονα ὄντα τοῦ χριστοῦ τοῦτο ὁμολογεῖν διὰ τούτων τῶν λέξεων, ὅπερ ἐστὶν πάντων ἀσεβέστατον· ὁ γὰρ Πέμψας αὐτὸν πατήρ, ὁ τῶν ζώντων θεός, ὡς αὐτὸς Ἰησοῦς μαρτυρεῖ, τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ, ὁ διὰ τοῦτο κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι πεποίηκεν αὐτά, οὑτος καὶ μόνος ἀγαθὸς καὶ μείζων τοῦ πεμφθέντος.