Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

"δῶσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου. καὶ μετὰ τὸ ψώμιον τότε εἶπεν οὖν τοῦτο ἐστὶν ᾧ ἐγὼ βάψω τὸ ψωμίιον λαμβάνει καὶ δίεἰσῆλθεν εἰς ἐκεῖνον ὀ Ἰησοῦς, οὐ δυνηθεὶς πρότερον ε'σελθεῖν, οὐδὲ εὐδέως ἅμα τῷ βεβληκέναι εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης.

ἐχρῆν γάρ, οἶμαι, δὶὰ τῆς δόσεως τοῦ ψωμίου ἀντιλαβεῖν αὐτὸ ἀπὸ τοῦ ἀναξίου ἔχειν τὸ κρεῖττον ὃ ἐδόκει ἔχειν· ἀπὸ γὰρ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεὶ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ.

ἀφαιρεθεὶς οὖν ὁ Ἰούδας ὡς ἀνάξιος τοῦ κρείττονος τοῦ εἰπόντος, κεχώρηκε τὴν εἰς αὐτὸν τοῦ Σατανᾶ εἴσοδον.

παραδείγματος δὲ ἕνεκεν ἵνα νοηθῇ πῶς ψωμίον μὲν ἔχωκεν ὁ κύριος τῲ Ἰούδᾳ, ἐκεῖνος δὲ τότε ἀπέθετο κρεῖττόν τε ἐνυπάρχον ἐν ἀῦτῷ, καὶ τάχα τὴν εἰρήνην. ὑποστρέφουσαν ἀπὸ τοῦ ἀκούσαντος καὶ μὴ παραδεξαμένου ἐπὶ τὸν εἰπόντα, κατὰ τὸ λελεγμένον ὅτι »Ἐὰν μὲν ᾖ ἐκεῖ υἱὸς »εἰρήνης, ἡ εἰρήνη ὑμῶν ἐπ᾿ αὐτὸν ἀναπαύσεται· ἐὰν δὲ μὴ ᾖ ἐκεῖ »υἱὸς εἰρήνης, ἡ εἰρήνη ὑμῶν ἐφ᾿ ὑμᾶς ἀνακάμψει«, παραθησόμεθα καὶ ἀπὸ τῆς πρὸς Κορινθίους δευτέρας ἐπιστολῆς ταῦτα οὕτως γεγραμμένα· »Τὸ ὑμῶν περίσσευμα εἰς το ἐκείνων ὑστέρημα,ἵνα καὶ »τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα«.

κατανοήσας γὰρ τὴν ἐν τούτοις ἀντίδοσιν χοϊκῶν πρὸς πνευματικά, δυνήσῃ ἰδεῖν πῶς τῷ μὴ ἐαξίῳ ἄρτου ψωμίον ἐπιδέδωκεν, ἵνα διὰ τοῦ ψωμίου ἀφέλῃ αὐτοῦ, ὠς ἀναξίου ἔτι ἀκούειν· » Καὶ γὰρ ὁ ἄνθρωπος »τῆς εἰρήνης μου« τὴν εἰρήνην (»ὁ ῥυπαρὸς γὰρ ῤυπανθήτω ἔτι«), ἧς ἀφαιρεθείσης ὁ ἐπιτηρῶν καιροὺς τῆς εἰς τὴν ψυχὴν εἰσόδου αὐτοῦ, καὶ τ[ον διδόντα αὐτῷ τόπον εἰδελθεῖν, εἰς τὸν Ἰούδαν εἰσῆλθεν.

ἅμα δὲ παρατήρει ὅτι πρότερον μὲν οὐκ εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὸν Ἰούδαν, ἀλλὰ βεβλήκει μόνον εἰς τὴν καρδίαν »ἵνα »παραδῷ Ἰούδας Σίμωνος Ἰσκαριώτης τὸν διδάσκαλον«· κατὰ δὲ τὰ [*](6 Joh. 13, 26. — 10 Vgl. Joh. 13, 2. — 13 Vlg. Matth. 25, 29; luk. 8, 18. —19 Luk. 10, 6. — 23 II Kor. 8, 14. — 27 Ps. 40, 10. — Vgl. Apok. 22, 11. — 29 Vgl. Eph. 4, 27. — 32 Vgl. Joh. 13, 2.) [*](2 τὸ] τῶ, corr. V | 4 Ἰησοῦ] τοῦ Μ (für ιݲυݲ), corr. Ferrarius | 15 τὴν a. Ras. 17 αὐτῷ] τω ü. d. Z. | 19 μένη Μ; vgl. z. dem Citat o. z. S. 448, 12 | 24 ἐκείνων] ἐκείνου, corr. Ausgg. | 29 καὶ ρευστῆς Μ, corr. Br; καιρὸν τὴς V | 31 εἰσῆλθεν + V)

465
νῦν ἐξεταζόμενα μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον.

διόπερ καὶ ἠμεῖς φυλαττώμεθα, μήποτε ὁ διάβολος βάλῃ εἰς τὴν καρδίαν ἡμῶν ὀτιποτοῦν τῶν πεπυρωμένων αὐτοῦ βελῶν· ἐὰν γὰρ βάλῃ, ἐπιτηρεῖ μετὰ τοῦτο καὶ αὐτὸς εἰσελθεῖν.

ζητήσαι δ᾿ ἄν τις, διὰ τί οὐ γέγραπται· > ἐκεῖνός ἐστιν, ᾧ ἐγὼ δώσω τὸ ψωμίον < ἀλλὰ μετὰ προσθήκης τῆς »βάψω«· «Βάψω, γάρ φησι, τὸ ψωμίον καὶ δώσω«.

καὶ »βάψας τὸ ψωμίον λαμβάνει καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκα- »ριώτῃ«. ὡς ἐν τοιούτος δὴ τόποις πρόσχες εἰ δύνασαι τὸν εἰλικρινῆ ἄρτον ἀβαφῆ φάσεκιν εἶναι καὶ καθ᾿ αὑτὸν τρόφιμον· τὸ δὲ τῷ Ἰούδᾳ. ἐπιδιδόμενον καὶ οὐκ ἄρτος ἦν τὸ ψωμίον, καὶ οὐ ψωμίον ἀβαφές, ἀλλὰ βεβαμμένον τῷ δυναμένῳ ἀποσπάσαι τῆς ψυχῆς αὐτοῦ τὴν ἀπὸ τοῦ λόγου ἐπὶ ποσὸν ἐγγινομένην βαφήν, ἵνα μετὰ τὸ ψωμίον εἰσέλθῃ εἰς ἐκεῖνον ὁ Σατανᾶς.

ἐγὼ δὲ ζητήσαιμ᾿ ἂν ὡς τούτῳ συγγενὲς τὸ ἀπὸ τοῦ κατὰ Ματθαῖον· »Ὁ ἐμβάψας τὴν χεῖρα μετ᾿ »ἐμοῦ ἐν τῶ τρυβλίῳ, οὗτός με παραδώσει«, καὶ τὸ ἀπὸ τοῦ κατὰ Μάρκον »Ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον«. καὶ τὸ ἀπὸ τοῦ κατὰ Λουκᾶν δέ, εἰ καὶ μὴ ὀνομάζει τὸ »Ἐμβάψας«, ἀλλ᾿ ᾗ φησί γε·

»Πλὴν ἰδοὺ ἠ χεὶρ τούτου ἀληθὴς παρὰ τοῖς ἐμοῦ εὑρεθείη ἂν πολλῷ σοφωτέροις· ἐγὼ δὲ στοχάζομαι, μήποτε τὸν τὸ ἀναδὲς τοῦ Ἰούδα καὶ ἐν τούτῳ ἐμφαίνεται, μὴ τιμῶντος τὸν διδάσκαλον δάσκαλον ἐν τῷ συνεσθίειν μηδὲ παραχωροῦντος αὐτῷ τῆς εἰς τὸ τρυβλίον ἐνέβαψεως, ὡς παρεχώρουν οἱ λοιποί.

διόπερ ἐκείνων μἐν οὐδεὶς ἐνέβαπτεν τὴν χεῖρα εἰς τὸ τρυβλίον μετ᾿ αὐτοῦ· οὗτος δέ, οὐκ ἀξιῶν μετ᾿ αὐτῶν ἐμβάπτειν, μετ᾿ αὐτοῦ ἐνέβαπτε τὴν ἰσότητα θέλων ἔχειν πρὸς αὐτόν, δέον αὐτῷ παραχωρεῖν τῆς ὑπεροχῆς.

τάχα οὖν τοῦ αὐτοῦ ἐχεται καὶ τὸ »Πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδι- »δόντος με μετ᾿ ἐμοῦ ἐπὶ τῆς τραπέζης«. καὶ χαριεντιζόμενος δέ ποτε εἰς προτροπὴν νέοις περὶ τῆς ἐν ἑστιάσει τιμῆς τῶν πρεσβυτέρων συγχρήσει τῷ ἡρτῷ, ἵνα μὴ συνθλίβωσι τὴν χεῖρα τῶν [δύο] πρεσβυτέρων. γέγραπται γὰρ καὶ τοῦτο· »Μὴ συνθλίβου μετ᾿ αὐτοῦ »ἐν τῷ τρυβλίῳ«.

οὐκ ἀγνοοῦντες δὲ δόξαν περιέργου ζητήσεως καὶ πείθειν μὴ δυναμένης τὸν ἀκροατὴν ἀπολογιας ἀποφέρεσθαι [*](1 Joh. 13, 27. — 3 Vgl. Eph. 6, 16. — 6 Joh. 13, 26. — 12 Vgl. Joh. 13, 2. — 14 Matth. 26, 23. — 16 Mark. 14, 20. — 18 Luk. 22, 21. — 27 Luk. 22, 21. — 31 Sir. 34, 14 (31, 17).) [*](1 εἰσελθεῖν, corr. Pr | 8 ὡς] καὶ? We | δὲ V | 14 τὴν χεῖρα ἐμοῦ] Stellung = D Syr. Pesch. Hcl. Boh. Sah. Arm. | 30 [συγχρήσ]ει verblichen; ergänzt nach V | δύο nach V; M ist micht ganz sicher z. l.;'doch stand wohl nichts anderes da.)

466
παρὰ τοῖς τούτων ἀκούουσιν ταῦτα ἐπολμήσαμεν, κρεῖττον εἶναι νομίζοντες τὸ πάντα βασανίζειν τοῦ παρελθεῖν τι ἀβασάνσιτον τῶν γεγραμμένων.

Εἰσελθόντος μένοτι τοῦ Σατανᾶ εἰς τὸν Ἰούδαν, »Λέγει, ψησίν, αὐτῷ ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησον τάχιον« .τίνι δὲ »Αὐτῷ« ἀμψίβολον, ἐπεὶ δύναται αὐτῷ τῷ Ἰούδᾳ ἢ τῷ Σατανᾷ εἰρηκέναι ὁ κύριος· »Ὃ ποιεῖς ποίησον τάχιον« προκεαλούμενος τὸν ἀντηκέναιἐπὶ τὴν πάλημ, ἢ τὸν προδότην ἐπὶ τὸ διακονῦσαι τῇ σωτηρίῳ τῷ κόσμῳ ἐσομένῃ οἰκονομίᾳ, ἣν οὐκέτι μέλλειν οὐδὲ βραδύνειν, ἀλλ᾿ ὅση δύναμις ταχύνειν ἤθελεν, οὐ δειλιῶν, ὡς οἴονταί τινες τῶν μὴ νοησάντων τίνα τρόπον εἶπε· »Πάτερ, εἰ δυνατόν, »παρελθέτω τὸ ποτήριον τοῦτο«, ἀλλὰ θαρραλεώτατα ἐπὶ τὸν ἐγῶνα, ἵν᾿ οὕτως εἴπω, ἀποδυόμενος.

νομίζω δὲ καὶ τὸν ἐἰκοστὸν ἕκτον ψαλμὸν ἐκ προσώπου τοῦ σωτῆρος προφητεύεσθαι παρὶ τὸν καιρὸν τοῦ πάθους, καὶ τοῦ πονηροῦ πανστρατεὶ ἀγωνιζομένου κατ᾿ αὐτοῦ· οὕστινας ἰδὼς ὁπλιζομένουςφ κατ᾿ αὐτοῦ καὶ κονιομένους, ἡνίκα »Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν »ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ« φησίν· »Κύριος φωτισμός μου, καὶ σωτήρ μου κύριος, τίνα φοβηθήσομαι; »κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάωσω; ἐν τῷ »εγγίζειν ἐπ᾿ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλί- »βοντές με καὶ οἱ ἐμὲ ἐχθροὶ μου αἀυτοὶ ἠσθένησαν καὶ ἔπεσαν. ἐὰν »παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἠ καρδία μου· ἐὰν »ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω«.

Πλὴν τὸ λεγόμενον εἴτε τῷ Σατανᾷ εἴτε τῷ Ἰούδᾳ ὑπὸ τοῦ Ἰησοῦ τὸ »ὃ ποιεῖς, ποίησον τάχιον« οὐδεὶς ἔγων τῶν ἀνακειμένων πρὸς τὶ εἴρηται.

οἱ μὲν γὰρ διὰ τὸ ἐπικεῖσθαι τὴν τοῦ πάσχα ἑορτὴν ᾤοντο λέγειν αὐτὸν τῷ ἔχοντι τὸ γλωσσόκομον τῶν ἀναλωμάτων καὶ τῶν εἰς τὴν χρείαν τῶν πρωχῶν διδομένων ὅτι ἐνήσεται οὗτος ὧς χρῄζομεν εἰς τὴν ἑορτήν, ἢ ε'κ τῶν συναχθέντων δώσει τοῖς πτωχοῖς.

ὁ γὰρ Ἰησοῦς οὐ τοῦτο ἔλεγεν, ἀλλὰ βλέπων καὶ τὸν εἰσελθόντα καὶ τὸν παραδεξάμενον αὐτὸν καὶ πασαν τῆν κατ᾿ αὐτοῦ [*](5 Joh. 13, 27. — 11 Matth. 26, 39. — 17 Ps. 2, 2. — 19 Ps. 26, 1 — 3. — 26 Joh. 13, 27. — 28 Vgl. Joh. 13, 29.) [*](6 ποίει; da es sonst stets ποίησον heisst, ist dies herzustellen | 6 αὐτῷ verblichen | 9 τῷ + We | 10 οιοντε, corr. V | 11 πάτερ ohne μου = LΔ 1 Iren. Cypr. al. | δυνατόν ohne ἐστιν ist unbezeugt | 12 παρελθέτω = ΒΠ 1. 69 ΗΚΜ al. | 15 πανστρατιᾷ? | 16 οὕστινας bis auf wenige Spuren verschwunden | 18 αὐτὸ] το a Ras. | 19 κύριος2 < Τ | 29 ὠνηση, corr. We | 30 δώσει Br; in M scheint das Wort ausradiert zu sein; Spuren (c. 3 Bchst.) sind vorhanden, aber unsicher; δὸς liest V.)

467
ἐπιβουλήν, ἐπὶ τὸν ἀγῶνα ἀγῶνα ἀποδυόμενος καῖ ἐπὶ τὸ ἀριστεῦσαι ὑπὲρ σωτηρίας ἀνθρώπων κατὰ τοῦ πονηροῦ εἶνεν τὸ »Ὅ ποιεῖς, ποίησον »τάχιον«.

13, 30 Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς· ἦν δὲ νύξ.

Ὁ μὲν σωτὴρ ἔλεγεν· »Ὃ ποιεῖς, ποίησον τάχιον« τῷ Ἰούδᾳ· ὁ δὲ προδότης ἐν τούτῳ μόνῶ νῦν τῷ διδασκάλῳ πείθεται. λαβὼν γὰρ τὸ ψωμίον οὐκ ἐμέλλησεν οὐδὲ ἐβράδυνεν, ἀλλ᾿ ὡς γέγραπται· »Ἐξῆλθεν εὐθύς«, ποιῆσαι τάχιον κατὰ τὴν πρόσταξιν τοῦ Ἰησοῦ τὸ τῆς προδοσίας ἔργον.