Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἐὰν γὰρ μὴ ποιήσωμεν τοῦτο, οὐχ ἕξομεν μετ' αὐτοῦ μέρος οὐδὲ ὡραῖοι ἔσονται οἱ πόδες ἡμῶν, καὶ μάλιστα ὅτε [*](5 Joh. 13,8. – 10 Joh. 13, 7. – 11 Joh. 13,8. – 16 Joh. 13, 8. – 31 Vgl. Luk. 22, 27. – 33 Vgl. Röm. 10, 15.) [*](5 γίννεται Μ, corr. Cat. | ὅτι < Cat.| 6 νίψους, corr. V| μου ü. d. Z.| κωλύεται] + δὲ Cat.| 7 λεγομένου Cat.| μέρος μετὰ Ἰησοῦ Cat.| 8 ἁμαρτὼν τ. π. καὶ <Cat.| ἁμαρτὼν] + διὰ | ἀκατακρίτως Cat.| τόδε] τὸ Cat.| 9 ποιησαι, corr. V; ποιήσεις Cat.| τόδε πράξαι] ἐν πράξει Cat.| 15 λέγοιεν] λέγοιεἰ, corr. V| 18 ἠθεληκέναι> + We| 20 ἂν +Pr| 23 δὲ + Br| 24 <ἀν>ημερώτατα] ἡμερώτατα, corr. Pr, ἠλθιώτατα Br| [ἃ] als Dittogr. zu str.|31 ἐμμέσω.)

440
ζηλοῦντες τὰ μείζονα χαρίσματα θέλομεν ἐγκαταταχθῆναι τοῖς εὐαγγελιζομένοις τὰ ἀγαθά.

πλῆν ὄτι προπετής ἐστι Πέτρος ἀκούσας τὸ »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ« αἰτούμενος ἐν τῷ παρασχεῖν τοὺς πόδας τῷ Ἰησοῦ, ὑλπερβάλλειν ἐθέλει τὰ μέτρα τῆς αἰτήσεως αὐτοῦ, καὶ παρεῖχεν νιφθησομένους ὑπὸ τοῦ Ἰησοῦ οὐκέτι τοὺς πόδας μόνους, ἀλλ' ἤδη καὶ τὰς χεῖρας, ἄς οὐκέτι νίπτεσθαι ὁ Ἰησοῦς ἤθελεν, ὄταν ἄρτον ἐσθίωσιν, καταφρονῶν τῶν λεγομένων ὄτι »Οἱ μαθηταί σου οὐ νἰπτονται τὰς χεῖρας, ὄταν ἄρτον »ἐσθίωσιν«, καὶ πρὸς ταῖς χερσὶν τὴν κεφαλήν, ἤν οὐδὲ κατακαλύπτεσθαι ἔτι Ἰησοῦς ἐβούλετο, ἐφ' ἦς ἡ εἰκὼν καὶ ἡ δόξα ἤδη ἦν τοῦ θεοῦ.

ἀρκεῖται γὰρ ἡμῖν, ἐπὰν ἔλθωμεν εἰς ταὐτὸ τοῖς τοῦ Ἰησοῦ μαθηταῖς καιροῦ, τὸ τοὺς πόδας αὐτῷ παρέχειν νίψοντι καὶ ἐκμάσσοντι μόνους· »Ὁ γὰρ λελουμένος οὐκ ἔχει χρείαν νίψοντι »ἀλλ' ἔστιν καθαρὸς ὄλος«· εἰ δέ τις μή ἐστιν ὄλος καθαρός, οὐκ ἐλούσατο.

Ζητήλσαι δέ τις ἄν, εἰ ὁ λελουμένος οὐκ ἔχει χρείαν νἰψασθαι ἀλλ' ἔσιν καθαρός, καὶ ἦσαν οἱ τοῦ Ἰησοῦ μαθηταὶ καθαροί, ὡς λελουμένοι, πῶς βάλλει ὔδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰησοῦς;

εἰς τοῦτο δὲ καὶ προλαβόντες μὲν ἐκ μέρους εἰρήκαμεν καὶ νὺν ἐκείνοις ταῦτα προσθήσομεν.

τὸ » Χρείαν ἔχομεν« ἐπὶ τῶν ἀναγκαίων, ὦν .ἄνευ διαζῆν τις οὐ δύναται, τέτακται· ὥστ' ἄν ἐν σωματικοῖς εἰπεῖν χρείαν ἔχειν τὸν ἄνθρωπον οὐ πλειόνων, ἀλλὰ τούτων μόνων, περὶ ὦν φησιν ὁ Παῦλος· »Ἕχοντες δὲ διατροφὴν καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα«· τὰ δὲ εἰς πλοῦτον καὶ τρυφὴν συμβαλλόμενα ἐκ περιουσίας τοῖς ἁβροδιαίτοις περιγίνεται, οὐχ ὡς χρειώδη καὶ ὦν οὐκ ἄνευ, ἀλλ' ὡς περισσά· οὔτω τοίνυν καὶ ποιούντων εἶναι ἐν τῷ λέγοντι· »Ἐγώ εἰμι ἡ ζωή«· τὰ δὲ ὑπὲρ ταὺτα, περὶ ὦν λέγεται· »Κατατρύφησον »τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου«, καὶ ὄσα νοεῖται κατὰ τὸν παράδεισον τῆς τρυφῆς καὶ τὸν πλοῦτον καὶ τὴν δόξαν, τὰ ἐν τῇ ἀριστερᾷ τῆς σοφίας, κατὰ τὸν εἰπόντα· »Μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ [*](1 vgl. I Kor. 12. 31. — 3 Joh. 13, 8. — Matth. 15, 2. — 9 vgl. I Kor. 11,7. —13 Joh. 13, 10. — 17 Vgl. Joh. 13, 5. — 19 Vgl. o. c. 7. — 24 I Tim. 6, 8. — 29 Joh. 11, 25. — Ps. 36, 4. — 33 Prov. 3, 16.) [*](2 ὄτε, corr. We | 11 ταύτὸ] τοῦτο, corr. Br | 12 τὸ] τοῦ, corr. Pr | 21 δια[ζῆν] verblichen | 24 διατροφὴν mit DFGKP Cypr. Novat. | 26 ἄνευ] + ζῆν δύνανται V; der Zusatz ist aber gegen d. Sprachgebrauch d. Origenes | 27 περισσά] σσ a. Ras.)

441
»αὐτῆς πλοῦτος καὶ δόξα« ὑπὲρ τὴν χρείαν εἶναι λεχθείη ἄν.

καὶ μήποτε τοιοῦτόν ἐστιν τὸ μετὰ τὸ λούσασθαι νίψασθαι τοὺς πόδας ὑπὸ τοῦ τηλικούτου διδασκάλου καὶ σωτῆρος· τὸ γὰρ χάρισμα τοῦτο θεοῦ ὑπερπαίει τὴν χρείαν, ὤσπερ καὶ τὸ εἶναι ἐν δόξῃ ἡλίου ἤ σελήνης ἢ ἀστέρων ἐν τῇ ἱερᾷ τῶν νεκρῶν ἀναστάσει.

οὐκ ἔχει μὲν <οὖν> χρείαν ὁ καθαρὸς καὶ λουσάμενος νίψασθαι· νίπτεται δέ, κατὰ τὸ προαποδεδομένον, ἐπεὶ »Τῷ ἔχοντι παντὶ προστεθήσεται;« καὶ ὡς ὁ Ἰωάννης φησί· »Καὶ ὁ καθαρὸς καθαρισθήτω ἔτι, καὶ ὁ »ἄγιος ἁγιασθήτω«.

τὸ δὲ »Ὑμεῖς καθαροί ἐστε« ἀναφέρεται ἐπὶ τοὺς ἔνδεκα, ᾦ ἐπιφέρεται τὸ »Οὐχὶ πάντες« διὰ τὸν Ἰσκαριώτην· ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν, ἤδη ὄντα οὐ καθαρόν, πρῶτον μὲν ὄτι περὶ τῶν πτωχῶν οὐκ ἔμελεν αὐτῷ, ἀλλ' ὄτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν· ὔστερον δὲ ἐπεὶ »Δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν »ἴνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης«, οὐκ ἀπώσατο τὸ βεβλημένον.

διόπερ οἱ μὲν λουσάμενοι καθαροὶ ἕνδεκα ἔτι ἐγένοντο καθαρὸς Ἰούδας (»Ὁ ῥυπαρός, γάρ φησι,ῥυπανθήτω ἔτι«) γέγονε ῥυπαρώτερος καὶ ἀκάθαρτος, ὄτε μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ Σατανᾶς.

13, 12 Ὄτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν πάλιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν· 13 † φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος· καλῶς λέγετε· εἰμὶ γάρ. 14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλἠλων νίπτειν τοὺς πόδας· 15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν, ἴνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε.

Χ. Εἰκὸς τοὺς νοήσαντας τὸ μέγεθος τῆς Ἰησοῦ δυνάμεως καὶ συνέντας τἰ πεποίηκεν νίψας τοὺς πόδας τῶν μαθητῶν, ἴνα καὶ τὰ τελευταῖα καὶ τὰ τυχόντα αὐτῶν καθάρῃ ἀποπλύνας καὶ τὰ τῇ [*](4 vgl. I Kor. 15, 41f. — 6 Vgl. S. 436, 3ff. — 7 Matth. 25, 29. — 8 Apok. 22, 11. — 9 Joh. 13, 10. — 12 Vgl. Joh. 12, 6. — 14 Joh. 13, 2. — 18 Apok. 22, 11. — 19 Vgl. Joh. 13, 27.) [*](6 <oὖν> + V | 7 παντὶ] + δοθήσεται καὶ V; vgl. S. 436, 7 | προστεθήσεται vgl. o. z. S. 436, 7 | 8 ὁ καθαρὸς καθαρισθήτω ἔτι ist singulär; doch kommen auch sonst Zusätze in diesem Verse vor | 11 ἤδη] ᾔδει V | 23 ὑμῖν] + ὑμεῖς V mit T; der Ausfall ist wohl nur durch das vorhergehende ὑμῖν verschuldet; denn Origenes liest u. S. 442, 13. 443, 20 ὑμεῖς.)

442
γῇ ὁμιλοῦντα σώματα, ὡν ἠν τὰ σώματα ἐκεῖνα σύμβολον, θαυμάσαντας τὸ ἐν τῇ νίψει ἔργον οὐκ ἄν τολμῆσαι καὶ αὐτοὺς τὸ τηλικοῦτο πρᾶξαι, μικροτέρους εἶναι νομίζοντας ἑαυτοὺς τοῦ νίπτειν τοὺς πόδας τοῦ ἔσω καὶ ἐν κρυπτῷ ἀνθρώπου, [ἥ] τῶν τὰ αὐτὰ ἀσπαζομένων τοῦ θεοῦ δόγματα, εἰ μὴ ὁ Ἰησοῦς διὰ τῶν ἐκκειμένων ἐπὶ τοῦτο αὐτοὺς προετρέψατο, τὸ σχῆμα τοῦ δειπ[νοῦντος, ὄτε διδάσκειν αὐτοὺς ἤμελλεν δειπνήσαντας τὰ λεγόμενα, ἀναλαβών.

δυσωπητικώτατα μὲν γὰρ καὶ ἐπὶ τὴν γνῶσιν τοῦ γινομένου προτρεπτικώτατα λέλεκται τὸ »Γινώσκετε τί πεποίηκα ὑμῖν;«

ὅπερ ἤτοι ἐρωτηματικῶς ἀναγνωστέον, ἵν' ἐμφαίῃ τὸ νοῦν εἰς τὸ τοῦ γενομένου μέγεθος· ἤ προστακτιῶς, ἴνα αὐτῶν διεγείρῃ τὸν νοῦν εἰς τὸ διὰ τοῦ ἐπιστῆσαι τῷ ἔργῳ λαβεῖν αὐτοῦ τὴν γνῶσιν.

διδασκαλικώτατα δὲ μετὰ τοῦ δυσωπητικοῦ λέλεκται τὸ »Ὑμεῖς φωνεῖτέ με >Ὁ δικάσκαλος< »καὶ <Ὁ κύριος>, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. εἰ οὖν ἐγὼ ἔνιψα »ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε »ἀλλήλων νίπτειν τοὺς πόδας«.

ὁ μὲν οὖν Ἰησοῦς ἔνιψεν τοῦς πόδας τῶν μαθητῶν, ᾖ διδάσκαλος αὐτῶν, καὶ τοὺς πόδας τῶν δούλων, ᾖ κύριος ἦν.

διδασκαλίᾳ γὰρ ὁ ἀπὸ γῆς καὶ τῶν κοσμικῶν πραγμάτων κονιορτός, φθάνων οὐκ ἐπὶ ἄλλο τι ἤ ἐπὶ τὰ τελευταῖα καὶ τὰ κάτω τῶν μαθητῶν, ἀποκαθαίρεται· ἀλλὰ καὶ τῇ κυριότητι τοῦ ἄρχοντος, ἐξουσιάζοντος τῶν διὰ τὸ ἔτι ἔχειν τὸ τῆς δουλείας πνεῦμα κἄν τὸν τυχόντα μολυσμὸν ἔτι δεχομένων, τὰ μολύνοντα τοὺς πόδας ἀποβάλλεται.

καὶ οὐκ ἄν τις εὖ φρονῶν λέγοι ᾖ θύρα ἐστὶν τὸν Ἰησοῦν, ἤ ᾖ ποιμήν, ἤ ᾖ ἰατρός, νἰπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ δούλων. ἐγὼ δ' ἡγοῦμαι ὄτι ἐπιδέχονται τὸ δεῖσθαι τῆς ἀπὸ τοῦ διδασκάλουτ νίψεως οἱ πόδες τῶν μαθητῶν, ὄσον οὐδέπω εἰλήφασιν τὸ ἀρκετόν, ἀλλ'ἔτι λείπουσιν εἰς τὸ »Ἀρκετὸν τῷ »μαθητῇ ἴνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ«.

καὶ τοῦτο τέλος ἐστὶν τὸ πρὸς τὸν μαθητὴν τοῦ διδασκάλου, ᾖ διδάσκαλος, ποιῆσαι τὸν μαθητὴν ὡς ἑαυτόν, ἴνα μηκέτι δέηται τοῦ διδασκάλου, ᾖ διδάσκαλος, εἰ καὶ ἄλλως αὐτοῦ δεήσεται.

ὡς γὰρ τέλος τοῦ ἰατροῦ, οὖ χρῄζουσι μὲν οἱ κακῶς ἔχοντες, οὐ χρείαν δὲ ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, τὸ παῦσαι τοὺς κακῶς ἔχοντας ἀπὸ τοῦ κακῶς ἔχειν, ἴνα μηκέτι αύτοῦ χρῄζωσιν, οὔτω τέλος διδασκάλου περιποιῆσαι τῇ μαθητῇ τὸ λεγόμενον ἀρκετὸν ἐν τῷ »Ἀρκετὸν τῷ μαθητῇ, ἴνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ«.

περὶ δὲ τοῦ σωτῆρος, ὄντος κυρίου, [*](4 Vgl. Röm. 7, 22; 2, 29. — 9 Joh. 13, 12. — 13 Joh. 13, 13f. — 21 Vgl. Röm. 8, 15. — 27 Matth. 10, 25. — 31 Vgl. Matth. 9, 12. — 35 Matth. 10, 25.) [*](1 σώματα z. str. ? We | 4 ἀνθρώπω (αݲνݲωݲ), corr. V | ἤ str. We | 10 ἐμφηνη, corr. V | 21 δουλείας] δ a. Ras.)

443
αὐτόθεν πλεῖόν ἐστιν ἰδεῖν παρὰ τοὺς ἄλλους κυρίους, μὴ βουηλομένους ἴνα γένηται ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ.