Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

διόπερ μνημονευτέον τοῦ »Μὴ ἀνάμενε ἐπι- »στρέψαι πρὸς κύριον, μηδὲ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας« καὶ τοῦ »Μὴ εἴπῃς· Ἐπανελθὼω ἐπάνηκε καὶ αὔριον δώσω, δυνατοῦ δου »ὄντος εὖ ποιεῖν«.

χρὴ τοίνυν κατηγορίαν νομίζειν εἶναι τῆς Μάρθας βραδύτερον γεγραμμένον τὸ »Ἦραν οὖν τὸν λίθον«, δέον ἑξῆς αὐτὸ εἰρῆσθαι τῷ »Λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον«.

11, 41, Ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν τὰ γεγραμμένα.

ΙV. Περὶ τῶν ὀφθαλμῶν Ἰησοῦ καὶ τῆς σχέσεως αὐτῶν πρός τινας ἐπιμελῶς τηρητέον καὶ ἐξεταστέον· οἷον ἐν μὲν τῷ κατὰ Λουκᾶν, ὅτε ἔμελλεν λέγειν τοὺς μακαρισμοὺς καὶ τὴν ἑξῆς αὐτοῖς διδασκαλίαν· »Ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ »ἔλεγεν«· νυνὶ δὲ »Ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἄνω καὶ εἶπεν«.

διδασκόμεθα γὰρ ἀπὸ μὲν τοῦ προτέρου ὅτι μὴ κάτω εἰσὶν οἱ τοῦ Ἰησοῦ μαθηταί· διόπερ ἐπαίρονται οἰ ὀφθαλμοὶ τοῦ διδασκάλου εἰς αὐτούς, οἷς ἄξιον ἦν ἐπᾶραι αὐτὸν τοὺς ἑαυτοῦ ὀφθαλμούς· διὰ δὲ τοῦ νῦν ἐξεταζομένου ὅτι μετέθηκεν ἑαυτοῦ τὸ διανοητικὸν ἀπὸ τῆς πρὸς τοὺς κάτω ὁμιλίας καὶ ἀνήγαγεν καὶ ὕφωσεν προσάγων αὐτὸ τῇ πρὸς τὸν ὑπεράνω πάντων πατέρα εὐχῇ.

ἀλλὰ καὶ εἴπερ μιμητὴς Χριστοῦ ἐστι Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ, ἀνάγκη τὸν [*](3 Vgl. I Kor. 11, 1. – 4 Vgl. Ps. 32, 9.–11 Vgl. Matth. 21, 28 ff. – 14 Sir. 5 7. – 16 Prov. 3, 28 (ℵa A). – 18 Joh. 11, 39 f. – 25 Luk. 6, 20. – 26 Joh. 11. 41. – 32 Vgl. I Kor. 11, 1.) [*](2 ἀπὸ z. str.? We | 3 ἔργων, corr. V | 6 ὁ υἱὸς] οὗτος, corr. Hu | 27 τοῦ ist durch einen Klex halb verdeckt, daher am Rander wiederholt.)

393
κατὰ ζῆλον καὶ μίμησιν τῆς Χριστοῦ εὐχῆς εὐξόμενον, ἄραντα τοὺς ὀ φθαλμοὺς τῆς ψυχῆς ἄνω καὶ ἀναβιβάσαντα αὐτοὺς ἀπὸ τῶν τῇδε πραγμάτων καὶ μνήμης καὶ ἐννοιῶν καὶ λογισμῶν, οὕτως εἰπεῖν τῷ θεῷ τοὺς λόγους τῆς εὐχῆς τοὺς μεγάλων καὶ ἐπουρανίων μεγάλους καὶ ἐπουρανίους.

εἰ δέ τις πρὸς ταῦτα ἀνθυποίσει τὸν μηδὲ τοὺς ὀφαλμοὺς ἐπᾶραι θελήσαντα τελώνην καὶ τύφαντα ἑαυτοῦ τὸ στῆθος καὶ εἰπόντα· »Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ«, λεκτέον πρὸς ἀυτὸν ὅτι ὥσπερ οὐ πᾶσιν οὐδὲ ἀεὶ παραληπτέον τὴν κατὰ θεὸν λύπην μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργαξομένην, ἀλλ᾿ ἢ μόνῳ καὶ παντὶ τῷ ἄξια τοιαύτης λύπης ποιήσαντι καὶ μεταγινώσκοντι ἐπ᾿ αὐτοῖς, καὶ παραληπτέον γε αὐτὴν σὺν μέτρῳ καὶ μὴ περισσήν, ἵνα μὴ περισσοτέρᾳ λύπῃ καταποθῇ ὑπὸ τοῦ Σατανᾶ, οὕτως μήποτε οὐ παντὶ καθήκει μηδὲ τοὺς ὐφθαλμοὺς ἐπὰραι θέλειν, ὡς οὐδὲ ἑστάναι μακρόθεν.

ἕκαστος δὲ ἑαυτὸν περὶ τῶν τοιούτων κρινέτω, καὶ »δοκι- »μαζέτω ἄνθρωπος ἑαυτόν, καὶ οὕτως« οὐ μόνον »ἐκ τοῦ ἄρτου »ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω«, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐπαράτω καὶ αἰρέτω αὐτὺς ἄνω κατὰ τὴν εὐχὴν, ὑποτάσσων ἑαυτὸν τὸν θεῷ καὶ ταπεινῶν ἑαυτὸν ἐκείνῳ λεγέτω.

καὶ εἰ νομίζομεν τῶ ὁπωσποτοῦν βιοῦντι καθήκειν ὁμοίως τῷ τελώνῃ μηδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι θέλειν, ὥρα λέγειν ὁμοίως τῷ μὴ ἐπᾶραι θέλειν τοὺς ὀφθαλμοὺς καὶ ἀπὸ μακρόθεν τοῦ ἱεροῦ ἑστάναι δεῖν.

ἱερὸν δὲ ποῖον ἄν εἴη ἤ ἡ ἐκκλησία τοῦ ζῶντος θεοῦ; ἥτις καὶ οἶκος θεοῦ παρὰ τῷ Παύλῳ ὀνομάζεται λέγοντι· »Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς »δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, »στύλος καὶ ἑδραίωμα τῆς ἀλγθείας«.

ὥσπερ <οὖν> οὐ παντὶ καθήκει μὴ χρῆσθαι τῷ ἄρτῳ καὶ μὴ πίνειν ἐκ τοῦ ποτηρίου καὶ [μὴ] πόρρω εἶναι τοῦ οἴκου τοῦ θεοῦ καὶ τῆς ἐκκλησίας· οὕτως οὐ παντὶ καθήκει τὸ μὴ θέλειν ἐπᾶραι τοὺς ὀφθαλμούς.

ἁμαρτάνει δὲ εἴ τις καθήκοντος αὐτῷ ἐπαίρειν τοὺς ὀφαλμοὺς μὴ ἐπαίρει, καὶ εἴ τις καθήκοντος μὴ ἐπαίρειν ἐπαίρει.

ὁ μὲν οὖν κατὰ τὸ εὐαγγέλιον τελώνης οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπὰραι, καθηκόντως ποιῶν· ἐπάραι δ᾿ ἄν αὐτοὺς εὐλόγως ὁ παρὼν τῷ Ἰησοῦ μαθητής. πρὸς ὅν καὶ ἐντολὴ δίδοται ἡ λέγουσα· »Ἐπάρατε τοὺς ὀφθαλμοὺς »ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν »ἤδη«.

καὶ ὁ προφήτης δέ φησιν· »Ἐπάρατε εἰς ὕφος τοὺς ὀφθαλ- [*](6 Luk. 18, 13. – Vgl. II Kor. 7, 10. – 11 Vgl. II Kor. 2, 7. – 14 Vgl. 1 Kor. 11, 28. – 19 Vgl. Luk. 18, 13. – 23 1 Tim. 3, 15. – Vgl. Luk. 18, 13. – 33 Joh. 4, 35. – 35 Jes. 40, 26.) [*](9 ἀμέλητον, corr. Ferrarius | 11 σὺν μέτρῳ]ἀμέρω (μ a. Ras.), corr. Ferrarius; ἐν μέτρῳ V | περισση, corr. V | 17 τῆς εὐχῆς, corr. We | 18 καὶ εἰ] ἤ ει a. Ras., corr. Pr | 20 θέλοντι We | 22 ἡ + We | 25 <οὖν> + V [μὴ] str. We | 30 ἐπαίροι, corr. We.)

394
»μοὺς ὑμῶν«· ἀλλὰ καὶ ἐν ἑκατοστῷ εἰκοστῷ δευτέρῳ ψαλμῷ, ὄντι ᾠδῇ τῶν ἀναβαθμῶν τετάρτῃ, ὡς καθηκόντως ἐπάρας τοὺς ὀφθαλμοὺς πρὸς θεόν φησιν ὁ προφήτης· »Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς »μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. ἰδοὺ ὡς ὀξθαλμοὶ δούλων »εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας »τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν »ἡμῶν ἕως οὗ οἰκτειρήσῃ ἡμᾶς«.

Εἰ δὲ καὶ σαφέστερον χρῆ παραστῆσαι τίνι μὲν ἤδη καθήκει μιμεῖσθαι τὸν Ἰησοῦν, ἄραντι τοὺς ὀφαλμοὺς ἄνω, ἐν τῶ καὶ αὐτὸν ἐπαίρειν ἑαυτοῦ τοὺς ὀφθαλμούς, καὶ τίνι τοῦτο μὲν οὐ καθήκει, ὁμοίως δὲ τῷ τελώνῃ οὐ μόνον μακρόθεν ἑστάναι τοῦ ἱεροῦ ἀλλὰ καὶ μὴ θέλειν ἐπᾶραι τοὺς ὀφθαλμούς, παραθησόμεθα ἐκ τοῦ Δανιὴλ τὰ περὶ τῶν ἐρασθέντων τῆς Σουσάννας ἀνόμων πρεσβυτέρων οὕτως ἔχοντα· »Καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ ἐξέκλι- »ναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μῆ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ »μνημονεύειν κριμάτων δικαίων«, καῖ τὰ περὶ τῆς Σουσάννας τοῦτον εἰρημένα τὸν τρόπον· »Ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν, »ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ κυρίῳ«. παρατήρει γὰρ ἐν τούτοις ὅτι οἱ μὲν διαστρέψαντες τὸν ἑαυτῶν νοῦν ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανόν, ἡ δὲ πεποιθυῖα ἐπὶ τῷ κυρίῳ ἀκολούθως τῷ πεποιθέναι ἐπὶ τῷ κυρίῳ ἀνέβλεψεν εἰς τὸν οὐρανόν.

ἔπρεπεν τοίνυν τῇ μὲν ἐπὶ τῇ περὶ τῆς σωφροσύνης παρρησίᾳ μελλούσῃ· τοῖς δὲ πρεσβυτέροις (εἰ καθ᾿ ὑπόθεσιν μετὰ τὸ διαστρέψαι τὸν ἑαυτῶν νοῦν καὶ ἐκκλῖναι τοὺς ὀφθαλμοὺς ἑαυτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων, μετενόουν, πεῖραν μὲν προσαγαγόντες τῇ γυναικὶ μὴ τυχόντες δὲ τοῦ ἐπιθυμουμένου, καὶ μετὰ τοῦτο εὔχοντο), καὶ μὴ θέλειν τοὺς ὀφθαλμοὺς ἐπᾶραι ἤ καὶ πόρρωθεν ὁμοίως τῷ τελώνῃ ἑστηκέναι καὶ τύπτειν ἑαυῶν τὰ στήθη καὶ λέγειν· »Ὁ θεός, ἱλάσθητί μοι τῷ »ἁμαρτωλῷ«.

τοῦ δὲ αἴροντος τοὺς ὀφθαλμοὺς ἄνω καὶ ἐπαίροντος αὐτοὺς καθηκόντως εἰς οὐρανὸν ἄν εἴη † καθῆκον καὶ τὸ ἐπαίρειν ὁσίους χεῖρας, μάλιστα ὅτε χωρὶς ὀργῆς καὶ διαλογισμοῦ ἀναπέμπει τὴν εὐχήν.

οὕτω γὰρ καὶ τῶν ὀφθαλμῶν αἰρομένων ἄνω διὰ τῆς ἐννοίας καὶ τῆς θεωρίας, καὶ τῶν χειρῶν ἐπαιρομένων ἐν πράξεσιν ἐπαιρούσαις καὶ ὑφούσαις τὴν ψυχήν, ὡς ἐπῆρεν Μωσῆς τὰς χεῖρας, [*](3 Ps. 122, 1 f. (RT). – 14 Susann. 9 (Theod.) – 17 Susann. 35 (Theod.) — 19 Vgl. Susann. 9. – 20 Vgl. Susanna 35. – 29 Luk. 18, 13. – 32 Vgl. I Tim. 2, 8 – 35 Vgl. Exod. 17, 11.) [*](2 τετάρτων, corr. Ausgg. | 4 μου το a. Ras. | 8 ἄραντα V | 32 οὐρανὸν] ον corr. Ausgg. | ἄν + We | καθηκόντως (zu ἐπαίρειν?) We | 33 δαιλογισμῶν V Ausgg.)

395
ὥστ᾿ ἂν εἰπεῖν· »Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή«· Ἀμαληκῖται μὲν καὶ πάντες οἰ ἀόρατοι ἐχθροὶ ἡττηθήσονται, οἱ ἐν ἡμῖν δὲ Ἰσραηλῖται λογισμοὶ νικήσουσιν.

τοσαῦτα καὶ εἰς τὸ »Ὁ Ἰησοῦς »ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν« κατὰ τοῦτο φανέντα ἡμῖν ἀκόλουθα.

11, 41-42 Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου· ἐγὼ ἤδειν ὄτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἴνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.

Εἴπερ τοῖς ἀξίοις τῶν ἐν σαρκὶ ζώντων καὶ μὴ κατὰ σάρκα στρατευομένων εὐχομένοις τοιαύτη τις λέγεται ὑπὸ θεοῦ περὶ τῆς εὐχῆς αὐτῶν ἐπαγγελία· »Καὶ ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρ- »ειμι«· τί χρὴ νομίζειν ἐπὶ τοῦ σωτηρος καὶ κυρίου ἤ >Πρὶν λαλῆσά σε ἐρῶ· Ἰδοὺ πάρειμι<; ἅμα γὰρ »ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ »εἶπεν«. τί δὲ εἶπεν;

εἰ οἷόν τέ ἐστιν ὡς ἐν τοιούτοις στοχάσασθαι ἀκολούθως τῷ »Πρὶν λαλήσαί σε ἐρῶ· Ἰδοὺ πάρειμι«, ἂν εἴη πλεῖον [ᾗ] τὸ πρὸς τὸν σωτηρα λεγόμενον παρὰ τὸ ἐν τῇ πρὸς τοὺς δικαίους ἐπαγγελίᾳ γεγραμμένον· »Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι«.