Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ὡς εἰ καὶ ἐπ΄]ι ἑτέρου τινὸς τῶν κρειτ- [*](3 Vgl. Joh. 14, 6. – 4 Vgl. 11 Kor. 4, 2. – 5 Vgl. Gal. 5, 17. – 20 Das Capitel befindet sich stark verkürzt unter den Catenenfragmenten (Nr. 85). Einzelne Sätze bei Nicetas. — 25 Num. 22, 38. – 27 Num. 28, 7. – 28 Vgl. Jos. 13, 22. — εἴ τις — 30 προφήτης Nic.) [*](2 διδασκαλία stark verblasst | 4 ἐπεθυμεῖ, corr. V | 5 ἰσχ[υρότε]ρον verblasst| 7 βουλομένων |8 τοῦτο? We | 14 λογίζεσθαι |ἡμῖν mit BAΠΔ 1. 33. 69. ΕGH rel. Vulg. Syr. Sah. Arm. Aeth. ὑμῖν DLXM It. | 24 συναγάγῃ] η a. Ras. | 30 οὐδέν μὴν εἴ τις προφητεύει, πάντως ἐ. π. Cat.)

405
τόνων τοιουτον ἔλεγον· εἰ μέν τίς ἐστιν δίκαιος, τὸ δίκαιον διώκει·

οὖ μὴν εἴ τις τὸ δίκαιον διώκει, δίκαιός ἐστιν ἐκεῖνος· ὅπερ συνήσεις ἐπιστήσας τῷ »Δικαίως τὸ δίκαιον διώξῇ«, εἴπερ μὴ μάτην τὸ »Δι- »καίως« προτέτακται τοῦ «Τὸ δίκαιον διώξῃ«. δυνατὸν γάρ, οἶμαι, τὸ δίκαιον διώκειν ἀλλ’ οὐ δικαίως· καὶ γὰρ οἱ ποιοῦντες πρὸς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων ἔργον καθ’ αὐτὸ χαθῆκον, φέρε εἰπεῖν, εἰς πένητας, δίκαιον μέν τι πεποιήκασιν, οὐ μὴν ἐπὸ ἕξεωψς δικαιοσύνης ἀλλ’ ἀπὸ κενοδοξίας.

οἶμαι δ’ ὅτι ἀνάλογον τῷ »Δι- »καίως τὸ δίκαιον διώξῃ« λέγοιτ’ ἄν· >σωφρόνως τὸ σῶφρον διώξῃ<· καὶ >ἀνδρείως τὸ ἀνδρεῖον διώξῃ καὶ σοφῶς τὸ σοφὸν διώξῃ< καὶ τὰ ἀνα λόγον ἐπὶ τῶν λοιπῶν ἀρετῶν.

ταῦτα δ’ εἴπομεν ὑπὲρ τοῦ παραβαλεῖν ὅμοιόν τι τῷ προφητεύειν μέν τινα, οὐ μὴν προφήτην εἶναι,

διὰ τοῦτο δ’ οἶμαι συνεχῶψς ἐν ταῖς προφητείαις περὶ τῶν προφητῶν λέγεται τὸ »Εἶπεν Ἱερεμίας ὁ προφήτης« καὶ εἴ τι τούτοις ὅμοιον· οἱ δὲ περὶ τὰ ὀνόματα δεινοί φασιν ὅτι οὐχὶ εἴ τις | ἰατρικόν τι ἐποίησεν ἢ τῶν πρὸς ὑγιείαν συμβαλλομένων ἕν, ἰατρός ἐστιν ἐκεῖνος, οὐδὲ εἴ τις οίκοδομικόν τι πεποίηκεν, οἰκοδόμος ἐστὶν ἐκεῖνος.

ἐκ δὲ τῶν περὶ τὸν Καϊάφαν ἀναγεγραμμένων, προφητεύσαντα περὶ τοῦ σωτῆρος, ἔστιν σαφηνίσαι ὅτι καὶ μοχθηρὰ ψυχὴ ἐπιδέχεταί ποτε τὸ προφητεύειν.

κατηγορεῖται γὰρ ἡ τοὺ Καϊάφα μοχθηρία, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου ὅτε ὁ σωτὴρ ἡμῶν τὴν ἐν τῷ πάσχειν ὑπὲρ ἀνθρώπων ἐπιτελεῖ οἰκονομίαν, ὑπὸ τῶν εὐαγγελιστῶν· Ματθαῖος μὲν γάρ φησι· »Τότε πορευθεὶς εἷς τῶν »δώδεκα, λεγόμενος Ιούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν· Τί »θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν »αὐτῷ τριάκοντα ἀργύρια«· καὶ μετ’ ὀλίγα· »Ἰδοὺ Ἰούδας, φησίν, εἷς »τῶν δώδεκα ἦλθεν, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν »καὶ ξύλων, ἀπὶ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ«.

Ἐν τούτοις μὲν οὖν νοοῦμεν εἶναι καὶ τὸν Καϊάφανμ τοῖς ἀχιερεῦσιν, ἐπεὶ μεμαρτύρηται ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου. σαφῶς δὲ μετὰ ταῦτα ὁ Ματθαῖός φησιν· »Οἱ δὲ κρατήσαντες τὸν »Ἰησοῦν ἀπήγαγον πρὸς τὸν Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμ- »ματεῖς καὶ οἱ περσβύτεροι συνήχθησαν«· καὶ μετ’ ὀλίγα ἐπιφέρει· [*](1 εἰ μὲν — 2 ἐστίν Nic. — 3 Deut. 16, 20. – 5 Vgl. Matth. 6, 2. — καὶ γὰρ — 8 κενοδοξίας Nic. — 8 Deut. 16, 20 – 14 Jer. 35,5. – 15 Vgl. Plat., Respubl. I, p. 341, sq. — 23 Matth. 26, 14f.— 26 Matth. 26, 47. – 30 Vgl. Joh. 11, 49. — 31 Matth. 26, 57.) [*](2 ἐκεῖνο, corr. We | 4 προστέτακται, corr. Hu | 5 ποιοῦντες] + τὸ καλὸν Cat. | 6 ἔργον — 7 πένητας < Cat. | 7 ἕξεως] zwei Hss. d. Cat. δόξης |14 ὁ προφήτης] fehlt in B(??)A; Qmg hat πάντες (??) ὁ προφήτης |16 ὑγίαν, corr. Del. | 19 σαφηνίσα +Pr. εἰπεῖν + V | 24 ὁ vor λεγόμενος fehlt nur hier.)

406

»ὁ δὲ ἀρχιερεὺς καὶ τὸ συνέδριον ἐξήτουν ψευδομαρτυρίαν κατὰ τοῦ »Ἰησοῦ, ὅπως θανατώσουσιν αὐτόν· καὶκ οὐχ εὗρον, πολλῶν προσελ- »θόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο εἶπον· »Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν »ἡμερῶν οἰκοδομῆσαι. καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν »ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; ὁ δὲ Ἰησοῦς ἐσιώπα. »καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶν- »τος ἵνα ἡμῖν εἴπῃς· εἶ σὺ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ; λέγει αὐτῷψ »ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν »τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον »ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ »ἱμάτια αὐτοῦ λέγων· Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύ- »ρων; ἰδοὺ νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ. τί ὑμῖν δοκεῖ; οἱ » δὲ ἀποκριθέντες εἶπον· Ἔνοχος θανάτου ἐστίν«. εἶτα πάλιν μεθ’ ἕτερα·

»Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ »πρεσβυτέρων οὐδὲν ἀπεκρίντεο«.

καὶ πάλιν μετ’ ἀλίγα· »Οἱ δὲ »ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται »τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν«.

εἶτα μετὰ τὴν ἀνάστασιν Μαρίας »Ἰδού τινες τῆς κουστωψδίας τῆς Μαγδαληνῆς καὶ τῆς ἄλλης Μαρίας· »Ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν »ἀνήγγειλαν τοῖς ἀρχιερεῦσιν πάντα τὰ γενόμενα. καὶ συναχθέντες »μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ »ἔδωκαν τοῖς στρατιώταις αὐτὸν ἡμῶν κοιμωμένων· κὰν ἀκουσθῇ »ἐλθόντες ωυκτὸς ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· κἂν ἀκουσθῇ »τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν καὶ ὑμᾶς ἀμερίμνους ποιή- »σομεν«.

Λουκᾶς δὲ ἀνέγραψεν ὅτι »Εἰσῆλθεν Σατανᾶς εἰς Ἰούδαν ἐπι- »καλούμενον Ἰσκαριώθ, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα, καὶ ἀπελ- »θὼν συνελάλησεων τοῖς ἀρχιερεῦσι καὶ στρατηγοῖς, ὅπως αὐτὸν »παραδῷ αὐτοῖς«. εἶτα μετ’ ὀλίγα· »Εἶπεν, φησίν, ὁ Ἰησοῦς πρὸς »τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ »καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ »ξύλων;« καὶ μετ’ ὀλίγα· »Συλλαβόντες αὐτὸν ἦγον καὶ εἰσήγαγον [*](1 Μatth. 26, 59—66. – 15 Matth. 27, 12. – 15 Matth. 27, 20. – 20 Matth. 28, 11 — 14. – 27 Luk. 22, 3f. – 30 Luk. 22, 52. – 33 Luk. 22, 54.) [*](1 ὁ δὲ ἀρχιερεὺς mit Kopt. | nach συνέδριον + ὅλον Τ | 8 τοῦ υ. λ[έγει] verblichen | 11 ἐπὶ verblichen | 16 τῶν vor πρεσβυτέρων fehlt mit LX 1. 69 | 16 ἀπεκρίνετο mit D. It. | 18 Ἰησοῦ (ιݲυݲ) Μ |21 ἀνήγγειλαν mit D, ἀπήγγειλαν rell. | 25 ἐπὶ mit (??)AC rell. | αὐτὸν nach πείσομεν fehlt mit B(??) 33 e. Aeth. | 28 Ἰσκαριὼθ wie a; vgl. Ἰσκαριωδ D | 33 ἦγον statt ἤγαγον ist singulär.)

407
»εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως«· καὶ ἔτι μετ’ ὀλίγα· »Εἱστήκεισαν οἱ »ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ«.

καὶ πάλιν μετ’ ὁλίγα· »Ὠς ἡμέρα ἐγένετο, συνήχθη τὸ πρεσβυτέριον τοῦ »λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ »συνέδριον αὐτῶν«.

Ὁ δὲ Μάρκκος φησὶν ὅτι »Ἰούδας Ἰσκαριώτης, εἷς τῶν δώδεκα, »προσῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτόν. οἱ δὲ ἀκούσαν- »τες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι«· καὶ μετ’ ὀλίγα· »Ἔτι τοῦ Ἰησοῦ νλαλοῦντος παραγίνεται Ἰούδας Ἰσκαριώτης, »εἷς τῶν δώδεκα, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ »ξύλων παρὰ τῶν γραμματέων καὶ τῶν Φαρισίων καὶ πρεσβυτέ- »ρων«· καὶ τῶν ὀλίγα·

»Ἀπήγαγον τὸν Ἰησοῦν πρὸς Καϊάφαν τὸν »ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ γραμματεῖς καὶ »πρεσβύτεροι«.

εἶτα πάλιν μετ’ ὀλίγα· »Ἀναστὰς ὁ ἀρχιερεὺς ἐπη- »ρώτησεν τὸν ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗ τοί σου »καταμαρτυροῦσιν; ὁ δὲ ἐσιώπα καὶ οὐ δὲν ἀπεκρίνατο. πάλιν ὁ ἀρ- »χιερεὺς ἐπηρώτησεν αὐτὸν ἐκ δευτέρου λέγων· Σὺ εἶ ὁ χριστὸος ὁλίγα· »υἱὸς τοῦ εὐλογητοῦ; ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτῷ· Σὺ εἶπας· »ὅτι ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ »δεφιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶντ οῦ οὐ- »ρανοῦ., ο δὲ ἀρχιερεὺς διαρρήξας εὐθέως τοὺς χιτῶνας αὐτοῦ«.

εἶτγα μετ’ ὀλίγα· »Πρωΐ συμβούλιον ἐποίησαν οἱ ἀρχιερεῖς μετὰ τῶν »πρεσβωυτέρων καὶ τῶν γραμμτέων καὶ ὅλον τὸ συνέδριον, καὶκ »δήσαντες τὸν Ἰησοῦν ἀπήγαγον εἰς τὴν αὐλὴν καὶ παρέδωκαν Πι- »λάτῳ«. εἶτα μετ’ ὀλίγα· »Κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά, »αὐτὸς δὲ οὐδὲν ἀπεκρίνετο«.

ὁ δὲ Ἰωάννης φησὶν ὅτι »Ἄγουσι τὸν »Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον«.

ταῦτα δὲ ἐπὶ παλεῖον ἐξεθέμεθα ὑπὲρ τοῦ διὰ πολλῶν ἁπάντων τῶν εὐαγγελιστῶν μαρ- [*](1 Luk. 23, 10. – 13 Luk. 22, 66. – 6 Mark. 14, 10f. – 9 Mark. 14, 43.– 12 Mark. 14, 53. – 14 Mark. 14, 60 – 63. – 22 Mark. 15, 1.– 25 Mark. 15, 3. 5. — 26 Joh. 18, 28.) [*](3 μετ’ ὀλίγα ist Irrtum. Dem Copisten haben sich die Excerpte verwirrt | ἡμέρα ἐγέωετο] Stellung wie in 1 (α) c. | 6 ὁ vor εἷς fehlt mit DX rel. ς |7 προσῆλθεν ist singulär | zu παραδῷ αὐτὸν vgl. D | 8 ἐπηγγείλατο, corr. V | 9 ὁ vor Ἰούδας fehlt mit(??)Cd rell. | Ἰσκαριώτης] Vgl. D | 12 πρὸς Καιάφαν τὸν ἀ. wie Syr. Pesch.; vgl.A 69. KM Syr. Hcl. Sah. Arm. k| 13 Der Art. vorγραμματεῖς u. πρεσβύτεροι fehlt mit D | 17 ἐκ δευτέρου λέγων] vgl. ἐκ δευτέρου καὶ λ έγει 69; λέγων hat auch 1 | 18 ἀποκριθεὶς λέγει mit D | σὺ εἶπας ὅτι mit 69. Αrm. | 21 nach αὐτοῦ hat der Copist die Fortsetzung weggelassen | 22 ἐποίησαν mit DLXM It. Syr. Pesch. Hcl. Sah. Aeth. | 24 δήσαντες[ λαλήσαντες, corr. V | εἰς τῆν αὐλὴν mit D It. | 25 πολλὰ αὐτὸς κτλ. mit Δ 33. 69. U. a. c. Syr. Hcl. Sah. Arm. Aeth.)

408
τυριῶν παραστῆσαι τὴν χύσιν τῆς τοῦ Καϊάφα κακίας, καὶ ὅτι κατὰλύειν τοῦ Ἰησοῦ ἀγωνιζόμενος οὐδὲν ἧττον προεφήτευσεν· ὅτι μὲν οὖν προεφήτευσεν, σφῶς ἐδίδαξεν ἡμᾶς ὁ Ἰωάννης.